ΝΕΟΠΤΟΛΕΜΟΣ
ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·
δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.
ΟΔ. ἄνωθεν, ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.
ΝΕ. τόδ᾽ ἐξύπερθε, καὶ στίβου γ᾽ οὐδεὶς τύπος.
30ΟΔ. ὅρα καθ᾽ ὕπνον μὴ καταυλισθεὶς κυρῇ.
ΝΕ. ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.
ΟΔ. οὐδ᾽ ἔνδον οἰκοποιός ἐστί τις τροφή;
ΝΕ. στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.
ΟΔ. τὰ δ᾽ ἄλλ᾽ ἐρῆμα, κοὐδέν ἐσθ᾽ ὑπόστεγον;
35ΝΕ. αὐτόξυλόν γ᾽ ἔκπωμα, φλαυρουργοῦ τινος
τεχνήματ᾽ ἀνδρός, καὶ πυρεῖ᾽ ὁμοῦ τάδε.
ΟΔ. κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.
ΝΕ. ἰοὺ ἰού· καὶ ταῦτά γ᾽ ἄλλα θάλπεται
ῥάκη, βαρείας του νοσηλείας πλέα.
40ΟΔ. ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,
κἄστ᾽ οὐχ ἑκάς που. πῶς γὰρ ἂν νοσῶν ἀνὴρ
κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;
ἀλλ᾽ ἢ ᾽πὶ φορβῆς νόστον ἐξελήλυθεν,
ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.
45τὸν οὖν παρόντα πέμψον ἐς κατασκοπήν,
μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν
ἕλοιτό μ᾽ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.
ΝΕ. ἀλλ᾽ ἔρχεταί τε καὶ φυλάξεται στίβος.
σὺ δ᾽ εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.
50ΟΔ. Ἀχιλλέως παῖ, δεῖ σ᾽ ἐφ᾽ οἷς ἐλήλυθας
γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,
ἀλλ᾽ ἤν τι καινόν, ὧν πρὶν οὐκ ἀκήκοας,
κλύῃς, ὑπουργεῖν, οἷς ὑπηρέτης πάρει.
|