55καλὰ μὲν ἠέξευ, καλὰ δ᾽ ἔτραφες, οὐράνιε Ζεῦ,
ὀξὺ δ᾽ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι.
ἀλλ᾽ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια·
τῷ τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες
Οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον.
60 δηναιοὶ δ᾽ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί.
φάντο πάλον Κρονίδῃσι διάτριχα δώματα νεῖμαι·
τίς δέ κ᾽ ἐπ᾽ Οὐλύμπῳ τε καὶ Ἄϊδι κλῆρον ἐρύσσαι,
ὃς μάλα μὴ νενίηλος; ἐπ᾽ ἰσαίῃ γὰρ ἔοικε
πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
65 ψευδοίμην, ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν.
οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.
θήκαο δ᾽ οἰωνῶν μέγ᾽ ὑπείροχον ἀγγελιώτην
σῶν τεράων· ἅ τ᾽ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
70 εἵλεο δ᾽ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν
ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
ἄλλα μέλειν ἑτέροισι, σὺ δ᾽ ἐξέλεο πτολιάρχους
αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
75 ὧν ἐρέτης, ὧν πάντα· τί δ᾽ οὐ κρατέοντος ὑπ᾽ ἰσχύν;
αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
τευχηστὰς δ᾽ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
ἐκ δὲ Διὸς βασιλῆες, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων
80 θειότερον· τῷ καί σφε τεὴν ἐκρίναο λάξιν.
δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ᾽ αὐτός
ἄκρῃσ᾽ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκῃσι
λαὸν ὑπὸ σκολιῇσ᾽ οἵ τ᾽ ἔμπαλιν ἰθύνουσιν·
ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ᾽ ἅλις ὄλβον,
85 πᾶσι μέν, οὐ μάλα δ᾽ ἶσον· ἔοικε δὲ τεκμήρασθαι
ἡμετέρῳ μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν.
ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσῃ,
ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ᾽ εὖτε νοήσῃ·
οἱ δὲ τὰ μὲν πλειῶνι, τὰ δ᾽ οὐχ ἑνί, τῶν δ᾽ ἀπὸ πάμπαν
90 αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν.
χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων,
δῶτορ ἀπημονίης· τεὰ δ᾽ ἔργματα τίς κεν ἀείδοι;
οὐ γένετ᾽, οὐκ ἔσται· τίς κεν Διὸς ἔργματ᾽ ἀείσει;
χαῖρε, πάτερ, χαῖρ᾽ αὖθι· δίδου δ᾽ ἀρετήν τ᾽ ἄφενός τε·
95 οὔτ᾽ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν,
οὔτ᾽ ἀρετὴ ἀφένοιο· δίδου δ᾽ ἀρετήν τε καὶ ὄλβον.
|