Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΗΡΟΔΟΤΟΣ

Ἱστορίαι (7.207.1-7.222.1)

[7.207.1] Οὗτοι μὲν δὴ οὕτω διενένωντο ποιήσειν· οἱ δὲ ἐν Θερμοπύλῃσι Ἕλληνες, ἐπειδὴ πέλας ἐγένετο τῆς ἐσβολῆς ὁ Πέρσης, καταρρωδέοντες ἐβουλεύοντο περὶ ἀπαλλαγῆς. τοῖσι μέν νυν ἄλλοισι Πελοποννησίοισι ἐδόκεε ἐλθοῦσι ἐς Πελοπόννησον τὸν Ἰσθμὸν ἔχειν ἐν φυλακῇ· Λεωνίδης δέ, Φωκέων καὶ Λοκρῶν περισπερχθέντων τῇ γνώμῃ ταύτῃ αὐτοῦ τε μένειν ἐψηφίζετο πέμπειν τε ἀγγέλους ἐς τὰς πόλιας κελεύοντάς σφι ἐπιβοηθέειν, ὡς ἐόντων αὐτῶν ὀλίγων στρατὸν τὸν Μήδων ἀλέξασθαι. [7.208.1] ταῦτα βουλευομένων σφέων ἔπεμπε Ξέρξης κατάσκοπον ἱππέα ἰδέσθαι ὁκόσοι εἰσὶ καὶ ὅ τι ποιέοιεν· ἀκηκόεε δὲ ἔτι ἐὼν ἐν Θεσσαλίῃ ὡς ἁλισμένη εἴη ταύτῃ στρατιὴ ὀλίγη, καὶ τοὺς ἡγεμόνας ὡς εἴησαν Λακεδαιμόνιοί τε καὶ Λεωνίδης, ἐὼν γένος Ἡρακλείδης. [7.208.2] ὡς δὲ προσήλασε ὁ ἱππεὺς πρὸς τὸ στρατόπεδον, ἐθηεῖτό τε καὶ κατώρα πᾶν μὲν οὒ τὸ στρατόπεδον· τοὺς γὰρ ἔσω τεταγμένους τοῦ τείχεος, τὸ ἀνορθώσαντες εἶχον ἐν φυλακῇ, οὐκ οἷά τε ἦν κατιδέσθαι· ὁ δὲ τοὺς ἔξω ἐμάνθανε, τοῖσι πρὸ τοῦ τείχεος τὰ ὅπλα ἔκειτο. ἔτυχον δὲ τοῦτον τὸν χρόνον Λακεδαιμόνιοι ἔξω τεταγμένοι. [7.208.3] τοὺς μὲν δὴ ὥρα γυμναζομένους τῶν ἀνδρῶν, τοὺς δὲ τὰς κόμας κτενιζομένους. ταῦτα δὴ θεώμενος ἐθώμαζε καὶ τὸ πλῆθος ἐμάνθανε. μαθὼν δὲ πάντα ἀτρεκέως ἀπήλαυνε ὀπίσω κατ᾽ ἡσυχίην· οὔτε γάρ τις ἐδίωκε ἀλογίης τε ἐκύρησε πολλῆς· ἀπελθών τε ἔλεγε πρὸς Ξέρξην τά περ ὀπώπεε πάντα. [7.209.1] ἀκούων δὲ Ξέρξης οὐκ εἶχε συμβαλέσθαι τὸ ἐόν, ὅτι παρεσκευάζοντο ὡς ἀπολεόμενοί τε καὶ ἀπολέοντες κατὰ δύναμιν· ἀλλ᾽ αὐτῷ γελοῖα γὰρ ἐφαίνοντο ποιέειν, μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος, ἐόντα ἐν τῷ στρατοπέδῳ. [7.209.2] ἀπικόμενον δέ μιν εἰρώτα Ξέρξης ἕκαστα τούτων, ἐθέλων μαθεῖν τὸ ποιεύμενον πρὸς τῶν Λακεδαιμονίων. ὁ δὲ εἶπε· Ἤκουσας μὲν καὶ πρότερόν μευ, εὖτε ὁρμῶμεν ἐπὶ τὴν Ἑλλάδα, περὶ τῶν ἀνδρῶν τούτων· ἀκούσας δὲ γέλωτά με ἔθευ λέγοντα τῇ περ ὥρων ἐκβησόμενα πρήγματα ταῦτα. ἐμοὶ γὰρ τὴν ἀληθείην ἀσκέειν ἀντία σεῦ, ὦ βασιλεῦ, ἀγὼν μέγιστός ἐστι. [7.209.3] ἄκουσον δὲ καὶ νῦν. οἱ ἄνδρες οὗτοι ἀπίκαται μαχησόμενοι ἡμῖν περὶ τῆς ἐσόδου καὶ ταῦτα παρασκευάζονται. νόμος γάρ σφι οὕτω ἔχων ἐστί· ἐπεὰν μέλλωσι κινδυνεύειν τῇ ψυχῇ, τότε τὰς κεφαλὰς κοσμέονται. [7.209.4] ἐπίστασο δέ· εἰ τούτους τε καὶ τὸ ὑπομένον ἐν Σπάρτῃ καταστρέψεαι, ἔστι οὐδὲν ἄλλο ἔθνος ἀνθρώπων τὸ σέ, βασιλεῦ, ὑπομενέει χεῖρας ἀνταειρόμενον· νῦν γὰρ πρὸς βασιληίην τε καλλίστην τῶν ἐν Ἕλλησι προσφέρεαι καὶ ἄνδρας ἀρίστους. [7.209.5] κάρτα τε δὴ Ξέρξῃ ἄπιστα ἐφαίνετο τὰ λεγόμενα [εἶναι] καὶ δεύτερα ἐπειρώτα ὅντινα τρόπον τοσοῦτοι ἐόντες τῇ ἑωυτοῦ στρατιῇ μαχήσονται. ὁ δὲ εἶπε· Ὦ βασιλεῦ, ἐμοὶ χρᾶσθαι ὡς ἀνδρὶ ψεύστῃ, ἢν μὴ ταῦτά τοι ταύτῃ ἐκβῇ τῇ ἐγὼ λέγω. ταῦτα λέγων οὐκ ἔπειθε τὸν Ξέρξην. [7.210.1] τέσσερας μὲν δὴ παρῆκε ἡμέρας, ἐλπίζων αἰεί σφεας ἀποδρήσεσθαι· πέμπτῃ δέ, ὡς οὐκ ἀπαλλάσσοντο ἀλλά οἱ ἐφαίνοντο ἀναιδείῃ τε καὶ ἀβουλίῃ διαχρεώμενοι μένειν, πέμπει ἐπ᾽ αὐτοὺς Μήδους τε καὶ Κισσίους θυμωθείς, ἐντειλάμενός σφεας ζωγρήσαντας ἄγειν ἐς ὄψιν τὴν ἑωυτοῦ. [7.210.2] ὡς δ᾽ ἐσέπεσον φερόμενοι ἐς τοὺς Ἕλληνας οἱ Μῆδοι, ἔπιπτον πολλοί, ἄλλοι δ᾽ ἐπεσήισαν, καὶ οὐκ ἀπήλαυνον καίπερ μεγάλως προσπταίοντες. δῆλον δ᾽ ἐποίευν παντί τεῳ καὶ οὐκ ἥκιστα αὐτῷ βασιλέϊ ὅτι πολλοὶ μὲν ἄνθρωποι εἶεν, ὀλίγοι δὲ ἄνδρες. ἐγίνετο δὲ ἡ συμβολὴ δι᾽ ἡμέρης. [7.211.1] ἐπείτε δὲ οἱ Μῆδοι τρηχέως περιείποντο, ἐνθαῦτα οὗτοι μὲν ὑπεξήισαν, οἱ δὲ Πέρσαι ἐκδεξάμενοι ἐπήισαν, τοὺς ἀθανάτους ἐκάλεε βασιλεύς, τῶν ἦρχε Ὑδάρνης, ὡς δὴ οὗτοί γε εὐπετέως κατεργασόμενοι. [7.211.2] ὡς δὲ καὶ οὗτοι συνέμισγον τοῖσι Ἕλλησι, οὐδὲν πλέον ἐφέροντο τῆς στρατιῆς τῆς Μηδικῆς ἀλλὰ τὰ αὐτά, ἅτε ἐν στεινοπόρῳ τε χώρῳ μαχόμενοι καὶ δόρασι βραχυτέροισι χρεώμενοι ἤ περ οἱ Ἕλληνες καὶ οὐκ ἔχοντες πλήθεϊ χρήσασθαι. [7.211.3] Λακεδαιμόνιοι δὲ ἐμάχοντο ἀξίως λόγου, ἄλλα τε ἀποδεικνύμενοι ἐν οὐκ ἐπισταμένοισι μάχεσθαι ἐξεπιστάμενοι, καὶ ὅκως ἐντρέψειαν τὰ νῶτα, ἁλέες φεύγεσκον δῆθεν, οἱ δὲ βάρβαροι ὁρῶντες φεύγοντας βοῇ τε καὶ πατάγῳ ἐπήισαν, οἱ δ᾽ ἂν καταλαμβανόμενοι ὑπέστρεφον ἀντίοι εἶναι τοῖσι βαρβάροισι, μεταστρεφόμενοι δὲ κατέβαλλον πλήθεϊ ἀναριθμήτους τῶν Περσέων· ἔπιπτον δὲ καὶ αὐτῶν τῶν Σπαρτιητέων ἐνθαῦτα ὀλίγοι. ἐπεὶ δὲ οὐδὲν ἐδυνέατο παραλαβεῖν οἱ Πέρσαι τῆς ἐσόδου πειρώμενοι καὶ κατὰ τέλεα καὶ παντοίως προσβάλλοντες, ἀπήλαυνον ὀπίσω. [7.212.1] ἐν ταύτῃσι τῇσι προσόδοισι τῆς μάχης λέγεται βασιλέα θηεύμενον τρὶς ἀναδραμεῖν ἐκ τοῦ θρόνου, δείσαντα περὶ τῇ στρατιῇ. τότε μὲν οὕτω ἠγωνίσαντο, τῇ δ᾽ ὑστεραίῃ οἱ βάρβαροι οὐδὲν ἄμεινον ἀέθλεον· ἅτε γὰρ ὀλίγων ἐόντων, ἐλπίσαντές σφεας κατατετρωματίσθαι τε καὶ οὐκ οἵους τε ἔσεσθαι ἔτι χεῖρας ἀνταείρεσθαι συνέβαλλον. [7.212.2] οἱ δὲ Ἕλληνες κατὰ τάξις τε καὶ κατὰ ἔθνεα κεκοσμημένοι ἦσαν καὶ ἐν μέρεϊ ἕκαστοι ἐμάχοντο, πλὴν Φωκέων· οὗτοι δὲ ἐς τὸ ὄρος ἐτάχθησαν φυλάξοντες τὴν ἀτραπόν. ὡς δὲ οὐδὲν εὕρισκον ἀλλοιότερον οἱ Πέρσαι ἢ τῇ προτεραίῃ ἐνώρων, ἀπήλαυνον. [7.213.1] ἀπορέοντος δὲ βασιλέος ὅ τι χρήσηται τῷ παρεόντι πρήγματι, Ἐπιάλτης ὁ Εὐρυδήμου ἀνὴρ Μηλιεὺς ἦλθέ οἱ ἐς λόγους ὡς μέγα τι παρὰ βασιλέος δοκέων οἴσεσθαι, ἔφρασέ τε τὴν ἀτραπὸν τὴν διὰ τοῦ ὄρεος φέρουσαν ἐς Θερμοπύλας, καὶ διέφθειρε τοὺς ταύτῃ ὑπομείναντας Ἑλλήνων. [7.213.2] ὕστερον δὲ δείσας Λακεδαιμονίους ἔφυγε ἐς Θεσσαλίην, καί οἱ φυγόντι ὑπὸ τῶν Πυλαγόρων, τῶν Ἀμφικτυόνων ἐς τὴν Πυλαίην συλλεγομένων, ἀργύριον ἐπεκηρύχθη. χρόνῳ δὲ ὕστερον, κατῆλθε γὰρ ἐς Ἀντικύρην, ἀπέθανε ὑπὸ Ἀθηνάδεω ἀνδρὸς Τρηχινίου. [7.213.3] ὁ δὲ Ἀθηνάδης οὗτος ἀπέκτεινε μὲν Ἐπιάλτην δι᾽ ἄλλην αἰτίην, τὴν ἐγὼ ἐν τοῖσι ὄπισθε λόγοισι σημανέω, ἐτιμήθη μέντοι ὑπὸ Λακεδαιμονίων οὐδὲν ἧσσον. Ἐπιάλτης μὲν οὕτω ὕστερον τούτων ἀπέθανε· [7.214.1] ἔστι δὲ ἕτερος λεγόμενος λόγος, ὡς Ὀνήτης τε ὁ Φαναγόρεω ἀνὴρ Καρύστιος καὶ Κορυδαλλὸς Ἀντικυρεύς εἰσι οἱ εἴπαντες πρὸς βασιλέα τούτους τοὺς λόγους καὶ περιηγησάμενοι τὸ ὄρος τοῖσι Πέρσῃσι, οὐδαμῶς ἔμοιγε πιστός. [7.214.2] τοῦτο μὲν γὰρ τῷδε χρὴ σταθμώσασθαι, ὅτι οἱ τῶν Ἑλλήνων Πυλαγόροι ἐπεκήρυξαν οὐκ ἐπὶ Ὀνήτῃ τε καὶ Κορυδαλλῷ ἀργύριον ἀλλ᾽ ἐπὶ Ἐπιάλτῃ τῷ Τρηχινίῳ, πάντως κου τὸ ἀτρεκέστατον πυθόμενοι. τοῦτο δὲ φεύγοντα Ἐπιάλτην ταύτην τὴν αἰτίην οἴδαμεν. [7.214.3] εἰδείη μὲν γὰρ ἂν καὶ ἐὼν μὴ Μηλιεὺς ταύτην τὴν ἀτραπὸν Ὀνήτης, εἰ τῇ χώρῃ πολλὰ ὡμιληκὼς εἴη· ἀλλ᾽ Ἐπιάλτης γάρ ἐστι ὁ περιηγησάμενος τὸ ὄρος [καὶ] κατὰ τὴν ἀτραπόν, τοῦτον αἴτιον γράφω. [7.215.1] Ξέρξης δέ, ἐπεὶ ἤρεσε τὰ ὑπέσχετο ὁ Ἐπιάλτης κατεργάσεσθαι, αὐτίκα περιχαρὴς γενόμενος ἔπεμπε Ὑδάρνεα καὶ τῶν ἐστρατήγεε Ὑδάρνης· ὁρμέατο δὲ περὶ λύχνων ἁφὰς ἐκ τοῦ στρατοπέδου. τὴν δὲ ἀτραπὸν ταύτην ἐξεῦρον μὲν οἱ ἐπιχώριοι Μηλιέες, ἐξευρόντες δὲ Θεσσαλοῖσι κατηγήσαντο ἐπὶ Φωκέας, τότε ὅτε οἱ Φωκέες φράξαντες τείχεϊ τὴν ἐσβολὴν ἦσαν ἐν σκέπῃ τοῦ πολέμου· ἔκ τε τοσοῦδε κατεδέδεκτο ἐοῦσα οὐδὲν χρηστὴ Μηλιεῦσι. [7.216.1] ἔχει δὲ ὧδε ἡ ἀτραπὸς αὕτη· ἄρχεται μὲν ἀπὸ τοῦ Ἀσωποῦ ποταμοῦ τοῦ διὰ τῆς διασφάγος ῥέοντος, οὔνομα δὲ τῷ ὄρεϊ τούτῳ καὶ τῇ ἀτραπῷ τὠυτὸ κεῖται, Ἀνόπαια· τείνει δὲ ἡ Ἀνόπαια αὕτη κατὰ ῥάχιν τοῦ ὄρεος, λήγει δὲ κατά τε Ἀλπηνὸν πόλιν, πρώτην ἐοῦσαν τῶν Λοκρίδων πρὸς Μηλιέων, καὶ κατὰ Μελαμπύγου τε καλεόμενον λίθον καὶ κατὰ Κερκώπων ἕδρας, τῇ καὶ τὸ στεινότατόν ἐστι. [7.217.1] κατὰ ταύτην δὴ τὴν ἀτραπὸν καὶ οὕτω ἔχουσαν οἱ Πέρσαι τὸν Ἀσωπὸν διαβάντες ἐπορεύοντο πᾶσαν τὴν νύκτα, ἐν δεξιῇ μὲν ἔχοντες ὄρεα τὰ Οἰταίων, ἐν ἀριστερῇ δὲ τὰ Τρηχινίων. ἠώς τε δὴ διέφαινε καὶ οἳ ἐγένοντο ἐπ᾽ ἀκρωτηρίῳ τοῦ ὄρεος. [7.217.2] κατὰ δὲ τοῦτο τοῦ ὄρεος ἐφύλασσον, ὡς καὶ πρότερόν μοι δεδήλωται, Φωκέων χίλιοι ὁπλῖται, ῥυόμενοί τε τὴν σφετέρην χώρην καὶ φρουρέοντες τὴν ἀτραπόν. ἡ μὲν γὰρ κάτω ἐσβολὴ ἐφυλάσσετο ὑπὸ τῶν εἴρηται· τὴν δὲ διὰ τοῦ ὄρεος ἀτραπὸν ἐθελονταὶ Φωκέες ὑποδεξάμενοι Λεωνίδῃ ἐφύλασσον. [7.218.1] ἔμαθον δέ σφεας οἱ Φωκέες ὧδε ἀναβεβηκότας· ἀναβαίνοντες γὰρ ἐλάνθανον οἱ Πέρσαι τὸ ὄρος πᾶν ἐὸν δρυῶν ἐπίπλεον. ἦν μὲν δὴ νηνεμίη, ψόφου δὲ γινομένου πολλοῦ, ὡς οἰκὸς ἦν φύλλων ὑποκεχυμένων ὑπὸ τοῖσι ποσί, ἀνά τε ἔδραμον οἱ Φωκέες καὶ ἐνέδυνον τὰ ὅπλα, καὶ αὐτίκα οἱ βάρβαροι παρῆσαν. [7.218.2] ὡς δὲ εἶδον ἄνδρας ἐνδυομένους ὅπλα, ἐν θώματι ἐγένοντο· ἐλπόμενοι γὰρ οὐδέν σφι φανήσεσθαι ἀντίξοον ἐνεκύρησαν στρατῷ. ἐνθαῦτα Ὑδάρνης, καταρρωδήσας μὴ οἱ Φωκέες ἔωσι Λακεδαιμόνιοι, εἴρετο Ἐπιάλτην ὁκοδαπὸς εἴη ὁ στρατός. πυθόμενος δὲ ἀτρεκέως διέτασσε τοὺς Πέρσας ὡς ἐς μάχην. [7.218.3] οἱ δὲ Φωκέες ὡς ἐβάλλοντο τοῖσι τοξεύμασι πολλοῖσί τε καὶ πυκνοῖσι, οἴχοντο φεύγοντες ἐπὶ τοῦ ὄρεος τὸν κόρυμβον, ἐπιστάμενοι ὡς ἐπὶ σφέας ὁρμήθησαν ἀρχήν, καὶ παρεσκευάδατο ὡς ἀπολεόμενοι. οὗτοι μὲν δὴ ταῦτα ἐφρόνεον, οἱ δὲ ἀμφὶ Ἐπιάλτην καὶ Ὑδάρνεα Πέρσαι Φωκέων μὲν οὐδένα λόγον ἐποιεῦντο, οἱ δὲ κατέβαινον τὸ ὄρος κατὰ τάχος. [7.219.1] τοῖσι δὲ ἐν Θερμοπύλῃσι ἐοῦσι Ἑλλήνων πρῶτον μὲν ὁ μάντις Μεγιστίης ἐσιδὼν ἐς τὰ ἱρὰ ἔφρασε τὸν μέλλοντα ἔσεσθαι ἅμα ἠοῖ σφι θάνατον, ἐπὶ δὲ καὶ αὐτόμολοι ἦσαν οἱ ἐξαγγείλαντες τῶν Περσέων τὴν περίοδον. οὗτοι μὲν ἔτι νυκτὸς ἐσήμηναν, τρίτοι δὲ οἱ ἡμεροσκόποι καταδραμόντες ἀπὸ τῶν ἄκρων ἤδη διαφαινούσης ἡμέρης. [7.219.2] ἐνθαῦτα ἐβουλεύοντο οἱ Ἕλληνες, καί σφεων ἐσχίζοντο αἱ γνῶμαι· οἱ μὲν γὰρ οὐκ ἔων τὴν τάξιν ἐκλιπεῖν, οἱ δὲ ἀντέτεινον. μετὰ δὲ τοῦτο διακριθέντες οἱ μὲν ἀπαλλάσσοντο καὶ διασκεδασθέντες κατὰ πόλις ἕκαστοι ἐτρέποντο, οἱ δὲ αὐτῶν ἅμα Λεωνίδῃ μένειν αὐτοῦ παρεσκευάδατο. [7.220.1] λέγεται δὲ ‹καὶ› ὡς αὐτός σφεας ἀπέπεμψε Λεωνίδης, μὴ ἀπόλωνται κηδόμενος· αὐτῷ δὲ καὶ Σπαρτιητέων τοῖσι παρεοῦσι οὐκ ἔχειν εὐπρεπέως ἐκλιπεῖν τὴν τάξιν ἐς τὴν ἦλθον φυλάξοντες ἀρχήν. [7.220.2] ταύτῃ καὶ μᾶλλον τὴν γνώμην πλεῖστός εἰμι, Λεωνίδην, ἐπείτε ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας συνδιακινδυνεύειν, κελεῦσαί σφεας ἀπαλλάσσεσθαι, αὐτῷ δὲ ἀπιέναι οὐ καλῶς ἔχειν· μένοντι δὲ αὐτοῦ κλέος μέγα ἐλείπετο, καὶ ἡ Σπάρτης εὐδαιμονίη οὐκ ἐξηλείφετο. [7.220.3] ἐκέχρηστό γὰρ ὑπὸ τῆς Πυθίης τοῖσι Σπαρτιήτῃσι χρεωμένοισι περὶ τοῦ πολέμου τούτου αὐτίκα κατ᾽ ἀρχὰς ἐγειρομένου, ἢ Λακεδαίμονα ἀνάστατον γενέσθαι ὑπὸ τῶν βαρβάρων ἢ τὸν βασιλέα σφέων ἀπολέσθαι. ταῦτα δέ σφι ἐν ἔπεσι ἑξαμέτροισι χρᾷ λέγοντα ὧδε·
[7.220.4] ὑμῖν δ᾽, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο,
ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ᾽ ἀνδράσι Περσεΐδῃσι
πέρθεται, ἢ τὸ μὲν οὐχί, ἀφ᾽ Ἡρακλέους δὲ γενέθλης
πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.
οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων
ἀντιβίην· Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἕ φημι
σχήσεσθαι, πρὶν τῶνδ᾽ ἕτερον διὰ πάντα δάσηται.
ταῦτά τε δὴ ἐπιλεγόμενον Λεωνίδην καὶ βουλόμενον κλέος καταθέσθαι μούνων Σπαρτιητέων, ἀποπέμψαι τοὺς συμμάχους μᾶλλον ἢ γνώμῃ διενειχθέντας οὕτως ἀκόσμως οἴχεσθαι τοὺς οἰχομένους. [7.221.1] μαρτύριον δέ μοι καὶ τόδε οὐκ ἐλάχιστον τούτου πέρι γέγονε, ὅτι καὶ τὸν μάντιν ὃς εἵπετο τῇ στρατιῇ ταύτῃ, Μεγιστίην τὸν Ἀκαρνῆνα, λεγόμενον εἶναι τἀνέκαθεν ἀπὸ Μελάμποδος, τοῦτον ‹τὸν› εἴπαντα ἐκ τῶν ἱρῶν τὰ μέλλοντά σφι ἐκβαίνειν, φανερός ἐστι Λεωνίδης ἀποπέμπων, ἵνα μὴ συναπόληταί σφι. ὁ δὲ ἀποπεμπόμενος αὐτὸς μὲν οὐκ ἀπέλιπε, τὸν δὲ παῖδα συστρατευόμενον, ἐόντα οἱ μουνογενέα, ἀπέπεμψε. [7.222.1] οἱ μέν νυν σύμμαχοι οἱ ἀποπεμπόμενοι οἴχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ, Θεσπιέες δὲ καὶ Θηβαῖοι κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι. τούτων δὲ Θηβαῖοι μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι (κατεῖχε γάρ σφεας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος), Θεσπιέες δὲ ἑκόντες μάλιστα, οἳ οὐκ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετ᾽ αὐτοῦ ἀπαλλάξεσθαι, ἀλλὰ καταμείναντες συναπέθανον. ἐστρατήγεε δὲ αὐτῶν Δημόφιλος Διαδρόμεω.

[7.207.1] Αυτοί λοιπόν σχεδίαζαν να ενεργήσουν μ᾽ αυτό τον τρόπο· οι Έλληνες όμως που βρίσκονταν στις Θερμοπύλες, όταν ο Πέρσης πλησίασε στην είσοδο των στενών, τρομοκρατημένοι άρχισαν να σκέφτονται ν᾽ αποτραβηχτούν. Λοιπόν, οι άλλοι Πελοποννήσιοι αποφάσισαν να παν στην Πελοπόννησο και να πιάσουν να φρουρούν τον Ισθμό· ο Λεωνίδας όμως, καθώς οι Φωκείς και οι Λοκροί έγιναν έξω φρενών μ᾽ αυτή τη γνώμη, πρότεινε να μείνουν εκεί και να στείλουν αγγελιοφόρους στις πόλεις παραγγέλνοντας να στείλουν ενισχύσεις, γιατί αυτοί ήταν λίγοι για ν᾽ αποκρούσουν το στρατό των Μήδων.
[7.208.1] Ενώ αυτοί συσκέπτονταν γι᾽ αυτό το θέμα, ο Ξέρξης έστελνε καβαλάρη κατάσκοπο να δει πόσοι είναι και τί κάνουν. Κι είχε κιόλας ακούσει απ᾽ τον καιρό που βρισκόταν στη Θεσσαλία πως σ᾽ αυτό το μέρος είχε συγκεντρωθεί μικρό στράτευμα και πως αρχηγοί ήταν οι Λακεδαιμόνιοι και ο Λεωνίδας, απόγονος του Ηρακλή. [7.208.2] Μόλις ο καβαλάρης έφτασε κοντά στο στρατόπεδο, εξέταζε και παρατηρούσε το στρατόπεδο, όχι βέβαια ολόκληρο· γιατί δεν ήταν δυνατό να παρατηρήσει καλά όσους ήταν παραταγμένοι στο εσωτερικό του τείχους, που το ξανάχτισαν και το φρουρούσαν· κι έτσι έβλεπε τί έκαναν αυτοί που ήταν έξω, που είχαν αποθέσει τα όπλα τους μπροστά απ᾽ το τείχος. Κι εκείνη την ώρα έτυχε να είναι παραταγμένοι έξω οι Λακεδαιμόνιοι. [7.208.3] Έβλεπε λοιπόν άλλους άντρες να γυμνάζονται κι άλλους να χτενίζουν τα μαλλιά τους. Παραξενεύτηκε απ᾽ αυτό το θέαμα και τους μετρούσε· κι αφού τα παρατήρησε όλα με ακρίβεια, γύρισε πίσω καβάλα στ᾽ άλογό του ανενόχλητος· γιατί κανένας δεν τον καταδίωκε, ούτε καν έδειχναν να τον προσέχουν· γύρισε λοιπόν πίσω κι έλεγε στον Ξέρξη όλα όσα είχε δει.
[7.209.1] Ακούοντάς τον ο Ξέρξης δεν μπορούσε να καταλάβει τί πραγματικά συνέβαινε, δηλαδή πως αυτοί ετοιμάζονταν να σκοτωθούν και να σκοτώσουν όσο πιο πολλούς μπορούσαν· αλλά, επειδή αυτά που έκαναν του φαίνονταν γελοία, κάλεσε τον Δημάρατο, το γιο του Αρίστωνος, που βρισκόταν στο στρατόπεδο. [7.209.2] Κι όταν έφτασε, τον ρωτούσε τα καθέκαστα, θέλοντας να καταλάβει αυτό που έκαναν οι Λακεδαιμόνιοι. Κι εκείνος αποκρίθηκε: «Μ᾽ άκουσες και την προηγούμενη φορά, όταν μπαίναμε στο δρόμο για την Ελλάδα, να σου μιλώ γι᾽ αυτούς τους άντρες· κι όταν μ᾽ άκουσες, γέλασες με μένα που έλεγα ποιά έκβαση έβλεπα πως θα έχουν αυτές οι επιχειρήσεις. Γιατί για μένα, βασιλιά μου, ο πιο μεγάλος αγώνας είναι να σου παρουσιάζω την αλήθεια. [7.209.3] Άκουσέ με λοιπόν και τώρα. Οι άντρες αυτοί ήρθαν για να δώσουν μάχη με μας για το πέρασμα του στενού και γι᾽ αυτό προετοιμάζονται. Γιατί έχουν τον ακόλουθο νόμο: όταν είναι να δώσουν μάχη για ζωή ή θάνατο, τότε στολίζουν το κεφάλι τους. [7.209.4] Και βάλε το καλά στο νου σου· αν υποδουλώσεις αυτούς εδώ και τους άλλους που έχουν μείνει στη Σπάρτη, δεν υπάρχει κανένα άλλο έθνος στον κόσμο που θα τολμήσει να σηκώσει χέρι εναντίον σου· γιατί τώρα πας να χτυπηθείς με τον πρώτο και καλύτερο βασιλιά των Ελλήνων και τους άντρες με την ανώτερη πολεμική αρετή». [7.209.5] Τα λόγια αυτά φάνηκαν πέρα για πέρα απίστευτα στον Ξέρξη κι έκανε μια δεύτερη ερώτηση: πώς είναι δυνατό, την ώρα που είναι τόσο λίγοι, να δώσουν μάχη με τη στρατιά του. Κι ο άλλος αποκρίθηκε: «Βασιλιά μου, να μ᾽ έχεις για ψεύτη, αν τα πράματα δεν ακολουθήσουν το δρόμο που λέω εγώ». Με τα λόγια του αυτά δεν έπειθε τον Ξέρξη.
[7.210.1] Άφησε λοιπόν να περάσουν τέσσερες μέρες, με την προσδοκία πάντοτε πως αυτοί θα το βάλουν στα πόδια· την πέμπτη μέρα όμως, καθώς δε σηκώνονταν να φύγουν αλλά έμεναν στη θέση τους, από ξιπασιά κι αποκοτιά, όπως νόμιζε, οργισμένος στέλνει εναντίον τους τούς Μήδους και τους Κισσίους, με εντολή να τους πιάσουν ζωντανούς και να τους φέρουν μπροστά του. [7.210.2] Κι όταν οι Μήδοι ρίχτηκαν ορμητικά πάνω στους Έλληνες, σκοτώνονταν πολλοί, αλλά άλλοι έπαιρναν τη θέση τους, και δεν έκαναν πίσω, αν και πάθαιναν μεγάλο χαλασμό. Και τότε έβλεπε ο καθένας, και προπάντων ο ίδιος ο βασιλιάς, πως οι άνθρωποί του ήταν πολλοί, άντρες όμως λίγοι. Κι η σύγκρουση κράτησε όλη τη μέρα.
[7.211.1] Κι όταν οι Μήδοι πήραν άγριο χτύπημα, τότε αποσύρθηκαν και ρίχτηκαν στη μάχη οι Πέρσες που τους αντικατέστησαν, αυτοί που ο βασιλιάς τούς αποκαλούσε αθανάτους κι είχαν αρχηγό τους τον Υδάρνη, με την ιδέα πως αυτοί πια εύκολα θα τους έβαζαν κάτω. [7.211.2] Αλλά όταν κι αυτοί ήρθαν στα χέρια με τους Έλληνες, δεν τα κατάφεραν καθόλου καλύτερα απ᾽ τον μηδικό στρατό, αλλά τα ίδια, για τον πρόσθετο λόγο που έδιναν μάχη σε στενοποριά και πολεμούσαν με δόρατα κοντύτερα από των Ελλήνων και δεν μπορούσαν να εκμεταλλευτούν την αριθμητική τους υπεροχή. [7.211.3] Εκείνο που αξίζει ν᾽ αναφερθεί είναι ο τρόπος που πολεμούσαν οι Λακεδαιμόνιοι, καθώς έδειχναν με πολλές ενέργειες πως κάτεχαν απόλυτα την τέχνη του πολέμου, ενώ οι άλλοι δεν είχαν ιδέα απ᾽ αυτά, ιδιαίτερα μ᾽ αυτόν τον ελιγμό: κάθε τόσο έστρεφαν τα νώτα, δίνοντας την εντύπωση πως το ᾿βαλαν όλοι μαζί στα πόδια· κι οι βάρβαροι βλέποντάς τους να το βάζουν στα πόδια ρίχνονταν καταπάνω τους με φωνές και κακό· εκείνοι όμως, τη στιγμή που τους προλάβαιναν οι άλλοι, έκαναν στροφή κι έρχονταν αντιμέτωποι με τους βαρβάρους και με τη μεταβολή αυτή που έκαναν έστρωναν κάτω αναρίθμητους Πέρσες, με το σωρό· σ᾽ αυτή την επιχείρηση έπεφταν λίγοι κι απ᾽ τους ίδιους τους Σπαρτιάτες. Και καθώς οι Πέρσες δεν μπορούσαν να κερδίσουν κάποιο έδαφος στη στενοποριά, μ᾽ όλες τις επιθέσεις που έκαναν πότε με κανονική τάξη και πότε με διάφορους άλλους τρόπους, τραβήχτηκαν πίσω.
[7.212.1] Λένε πως, όσο κρατούσαν αυτές οι εχθροπραξίες, ο βασιλιάς παρακολουθώντας τες αναπήδησε τρεις φορές από το θρόνο του, γιατί πήρε φόβο για το στρατό του. Τότε λοιπόν αγωνίστηκαν μ᾽ αυτό τον τρόπο· και την άλλη μέρα οι βάρβαροι δεν τα κατάφερναν καθόλου καλύτερα στον αγώνα· γιατί έκαναν εφόδους ελπίζοντας πως, καθώς έτσι κι αλλιώς οι Έλληνες ήταν λίγοι κι έχουν χύσει βρύση το αίμα, δε θα είχαν πια το κουράγιο να σηκώσουν χέρι να τους αντισταθούν. [7.212.2] Οι Έλληνες όμως ήταν παραταγμένοι κανονικά, το κάθε τάγμα κι η κάθε φυλή στη γραμμή της· το κάθε τάγμα έμπαινε στη μάχη με τη σειρά του, εκτός από τους Φωκείς· αυτοί πήραν εντολή να πιάσουν θέσεις στο βουνό για να φρουρήσουν το μονοπάτι. Τέλος οι Πέρσες, καθώς έβλεπαν πως τίποτε δεν άλλαζε από την προηγούμενη μέρα, τραβήχτηκαν πίσω.
[7.213.1] Εκεί λοιπόν που ο βασιλιάς βρισκόταν σε αμηχανία, πώς ν᾽ αντιμετωπίσει την κατάσταση που δημιουργήθηκε, ήρθε σε συνεννοήσεις μαζί του ο Εφιάλτης, ο γιος του Ευρυδήμου, από τη Μαλίδα, και, προσδοκώντας ν᾽ αποκομίσει κάποια μεγάλη αμοιβή από τον βασιλιά, του μαρτύρησε το μονοπάτι που, διασχίζοντας το βουνό, καταλήγει στις Θερμοπύλες, και που έγινε αιτία ν᾽ αφανιστούν οι Έλληνες που κρατούσαν άμυνα εκεί. [7.213.2] Αργότερα, καθώς φοβόταν τους Λακεδαιμονίους, κατέφυγε στη Θεσσαλία και, ενώ ήταν φευγάτος απ᾽ την πατρίδα του, οι Πυλαγόρες (οι αντιπρόσωποι των Αμφικτυόνων που συνεδρίαζαν στην Πυλαία) επικήρυξαν το κεφάλι του με χρηματικό ποσό. Κι αφού πέρασε καιρός —γιατί ξαναγύρισε στην Αντίκυρα— δολοφονήθηκε από έναν Τραχίνιο, τον Αθηνάδη. [7.213.3] Ετούτος ο Αθηνάδης σκότωσε βέβαια τον Εφιάλτη για άλλη αιτία, που θα την εκθέσω στα τελευταία βιβλία της ιστορίας μου, τιμήθηκε όμως το ίδιο εξαιρετικά από τους Λακεδαιμονίους. Λοιπόν, μετά απ᾽ αυτό τον πόλεμο, αυτό ήταν το τέλος του Εφιάλτη.
[7.214.1] Ακούεται όμως και μια άλλη εκδοχή, πως είναι ο Ονήτης, ο γιος του Φαναγόρα από την Κάρυστο, κι ο Κορυδαλλός απ᾽ την Αντίκυρα που έδωσαν στο βασιλιά αυτή την πληροφορία κι έδειξαν τα κατατόπια του βουνού στους Πέρσες, αλλά εγώ με κανένα τρόπο δε δίνω πίστη σ᾽ αυτήν. [7.214.2] Και το συμπέρασμά μου βγαίνει πρώτα πρώτα απ᾽ το εξής: οι Έλληνες Πυλαγόρες δεν επικήρυξαν με χρηματικό ποσό το κεφάλι του Ονήτη και του Κορυδαλλού, αλλά του Εφιάλτη από την Τραχίνα — και βέβαια ετούτοι θα είχαν εξασφαλίσει τις ακριβέστερες πληροφορίες· κατόπιν, είναι γνωστό πως, για ν᾽ αποφύγει αυτή την κατηγορία, ο Εφιάλτης εγκατέλειψε τη χώρα του. [7.214.3] Βέβαια θα μπορούσε να γνωρίζει αυτό το μονοπάτι ο Ονήτης, κι ας μην ήταν από τη Μαλίδα, αν είχε κάνει πολύ στα μέρη αυτά. Αλλά, επειδή ο Εφιάλτης είναι που τους έφερε από το μονοπάτι να κάνουν το γύρο του βουνού, σ᾽ αυτόν επιρρίπτω την ενοχή.
[7.215.1] Κι ο Ξέρξης, γιατί του άρεσαν τα όσα του υποσχέθηκε να πράξει ο Εφιάλτης, καταχαρούμενος έστειλε αμέσως τον Υδάρνη και το σώμα που διοικούσε ο Υδάρνης. Ξεκίνησαν από το στρατόπεδο την ώρα που ανάβουν τα λυχνάρια. Τώρα, το μονοπάτι αυτό το ανακάλυψαν οι ντόπιοι Μαλιείς· και, μόλις το ανακάλυψαν, οδήγησαν τους Θεσσαλούς εναντίον των Φωκέων, τότε, όταν οι Φωκείς φράζοντας με τείχος το πέρασμα ένιωθαν πως δεν κινδυνεύουν απ᾽ τους εχθρούς. Κι από τον παλιό εκείνο καιρό είχε γίνει ολοφάνερο πως ήταν εντελώς άχρηστο για τους Μαλιείς.
[7.216.1] Νά πώς είναι αυτό το μονοπάτι· ξεκινά από τον ποταμό Ασωπό που κυλά τα νερά του μέσ᾽ από το φαράγγι· κι είναι γνωστό και το βουνό αυτό και το μονοπάτι με το ίδιο όνομα, Ανόπαια· κι η Ανόπαια αυτή πιάνει πέρα πέρα τη ράχη του βουνού και καταλήγει στην περιοχή της πόλης Αλπηνοί (που είναι η πρώτη πόλη των Λοκρών που συναντάς όταν έρχεσαι απ᾽ τη Μαλίδα), ακριβώς στις τοποθεσίες που είναι γνωστές με τ᾽ όνομα Πέτρα του Μελαμπύγου και Λημέρια των Κερκώπων· εκεί βρίσκεται και το πιο στενό σημείο του περάσματος.
[7.217.1] Παίρνοντας λοιπόν αυτό το μονοπάτι, που είναι όπως το περιέγραψα, οι Πέρσες διάβηκαν τον Ασωπό και συνέχισαν να πορεύονται όλη τη νύχτα, έχοντας στο δεξί τους χέρι τα βουνά της Οίτης και στ᾽ αριστερό τα βουνά της Τραχίνας. Γλυκοχάραζε πια η αυγή κι έφτασαν στην κορυφή του βουνού. [7.217.2] Σ᾽ αυτό το σημείο του βουνού, όπως και προηγουμένως έχω αναφέρει, ήταν φρουρά χίλιοι βαριά οπλισμένοι Φωκείς, για να σώζουν τη χώρα τους και να φρουρούν το μονοπάτι. Γιατί το πέρασμα που βρίσκεται χαμηλά το φρουρούσαν εκείνοι για τους οποίους έκανα λόγο, αλλά το μονοπάτι που διέσχιζε το βουνό το φρουρούσαν οι Φωκείς, κατά το λόγο που από μόνοι τους είχαν δώσει στον Λεωνίδα.
[7.218.1] Και νά πώς οι Φωκείς αντιλήφθηκαν ότι οι Πέρσες είχαν ανεβεί στο βουνό· η ανάβαση των εχθρών δε γινόταν αντιληπτή, επειδή το βουνό ήταν πέρα ώς πέρα πυκνά δασωμένο με βαλανιδιές. Καθώς όμως βασίλευε γαλήνη, ακούστηκε μεγάλος θόρυβος, όπως ήταν φυσικό με το φύλλωμα που ήταν χυμένο κάτω απ᾽ τα πόδια τους. Οι Φωκείς τότε πετάχτηκαν όρθιοι και ντύνονταν τις πανοπλίες τους, κι εκείνη τη στιγμή νά τοι κι οι βάρβαροι, που, [7.218.2] όταν αντίκρισαν άντρες να ντύνονται με τις πανοπλίες τους, σάστισαν· γιατί, ενώ έλπιζαν πως δε θα συναντήσουν καμιά αντίσταση, έπεσαν πάνω σε στρατό. Τότε ο Υδάρνης κυριεύτηκε από μεγάλο φόβο, μήπως οι Φωκείς ήταν Λακεδαιμόνιοι, και ρωτούσε τον Εφιάλτη ποιάς πόλης ήταν ο στρατός· κι όταν έμαθε την αλήθεια, παρέταξε τους Πέρσες για μάχη. [7.218.3] Κι οι Φωκείς, καθώς έπεφταν πάνω τους πολλά και πυκνά βέλη, πήραν να φεύγουν βιαστικά προς την κορυφή του βουνού, με την ιδέα πως αυτοί ήταν ο αρχικός στόχος του εχθρού κι ετοιμάζονταν ν᾽ αγωνιστούν για ζωή ή για θάνατο. Αυτοί λοιπόν αυτά έβαζαν με το νου τους, οι Πέρσες όμως που ακολουθούσαν τον Εφιάλτη και τον Υδάρνη αδιαφορούσαν ολότελα για τους Φωκείς, και πήραν να κατηφορίζουν βιαστικά απ᾽ το βουνό.
[7.219.1] Πρώτος ο μάντης Μεγιστίας ειδοποίησε τους Έλληνες που βρίσκονταν στις Θερμοπύλες για το θάνατο που τους περίμενε με το γλυκοχάραμα, αφού παρατήρησε τα σπλάχνα των σφαγίων της θυσίας· ύστερα ήταν κι οι αυτόμολοι απ᾽ τον εχθρό που ανάγγειλαν ότι οι Πέρσες τους περικύκλωναν. Αυτοί λοιπόν έδωσαν το μήνυμα όσο ακόμα κρατούσε η νύχτα· τρίτοι έφτασαν οι σκοποί που ροβολώντας κατέβηκαν απ᾽ τις βουνοκορφές καθώς πήρε να φωτίζει η μέρα. [7.219.2] Τότε οι Έλληνες έκαναν σύσκεψη κι οι γνώμες τους χωρίστηκαν στα δυο· δηλαδή άλλοι δε δέχονταν να εγκαταλείψουν τις θέσεις τους, ενώ άλλοι πρότειναν το αντίθετο. Κι ύστερ᾽ απ᾽ αυτά χώρισαν, κι άλλοι σηκώθηκαν κι έφυγαν, σκόρπισαν κι ο καθένας πήρε το δρόμο για τη δική του πόλη, όμως άλλοι πήραν την απόφαση να μείνουν εκεί μαζί με τον Λεωνίδα.
[7.220.1] Υπάρχει όμως κι άλλη εκδοχή· πως τους έστειλε στο καλό ο ίδιος ο Λεωνίδας, μεριμνώντας να μη πάνε χαμένοι, ενώ για τον ίδιο και τους Σπαρτιάτες που ήταν μαζί του θα ᾿ταν άπρεπο να εγκαταλείψουν τη θέση που είχαν αποστολή να φυλάξουν. [7.220.2] Εγώ συντάσσομαι απόλυτα μ᾽ αυτή τη γνώμη, δηλαδή ο Λεωνίδας, επειδή αντιλήφτηκε πως οι σύμμαχοι δεν είχαν καρδιά να μείνουν και να ριψοκινδυνεύσουν μαζί του εθελοντικά, τους πρόσταξε ν᾽ αποσυρθούν, όμως, είπε, για τον ίδιο δεν ήταν όμορφο να φύγει· μένοντας όμως εκεί, θ᾽ άφηνε πίσω του μεγάλη δόξα και δε θα έπαυε να είναι ευτυχισμένη η Σπάρτη. [7.220.3] Γιατί η Πυθία είχε δώσει χρησμό στους Σπαρτιάτες, όταν πήγαν και ρωτούσαν γι᾽ αυτό τον πόλεμο, την πρώτη κιόλας στιγμή που ξεσηκώθηκε, πως ή οι βάρβαροι θα κάνουν άνω κάτω τη Λακωνία ή θα σκοτωθεί ο βασιλιάς τους. Και τους δίνει χρησμούς σε δακτυλικούς εξαμέτρους που έλεγαν τα εξής:
[7.220.4] Εσάς, της Σπάρτης κάτοικοι, της όμορφα χτισμένης,
νά τί σας περιμένει:
ή τη μεγάλη πόλη σας, την ξακουστή, κουρσεύουν
τα εγγόνια του Περσέα
ή ετούτη ζει, μα θα πενθεί και ο λαός κι η χώρα
του ήρωα Λακεδαίμονα
τον σκοτωμένο βασιλιά, απ᾽ του Ηρακλή τη ρίζα.
Κι αυτόν των ταύρων η ορμή
να τον κρατήσει δεν μπορεί ούτε και των λεόντων·
του Δία έχει τη δύναμη ο Πέρσης· και κανένας
δεν τονε σταματά, προτού
την πόλη είτε το ρήγα της κάνει χίλια κομμάτια.
Λοιπόν, λέω πως αυτά έχοντας στο νου του και θέλοντας να θησαυρίσει δόξα μονάχα για τους Σπαρτιάτες ο Λεωνίδας έστειλε στο καλό τους συμμάχους, κι όχι πως ήρθαν σε διχογνωμία αυτοί που έφυγαν, κι έφυγαν καταλύοντας την πειθαρχία.
[7.221.1] Και θεωρώ ισχυρή απόδειξη γι᾽ αυτή τη γνώμη μου το εξής: και τον μάντη που συνόδευε αυτό το εκστρατευτικό σώμα, τον Μεγιστία τον Ακαρνάνα (αυτόν που παρατηρώντας τα σφάγια είπε ποιά έκβαση θα έχουν τα πράματα γι᾽ αυτούς), που έλεγαν ότι η καταγωγή του κρατούσε από τον Μελάμποδα, ολοφάνερα τον έστελνε πίσω ο Λεωνίδας, για να μη χαθεί μαζί τους. Κι αυτός, κι ας τον έστελνε πίσω, δε δέχτηκε να τους εγκαταλείψει, αλλά έστειλε πίσω το γιο του, που έπαιρνε μαζί του μέρος στην εκστρατεία και που του ήταν μονάκριβος.
[7.222.1] Οι σύμμαχοι λοιπόν, που τους έστελνε στο καλό ο Λεωνίδας, υπακούοντάς τον έφυγαν βιαστικά, οι Θεσπιείς όμως κι οι Θηβαίοι έμειναν ώς το τέλος, μονάχα αυτοί, κοντά στους Λακεδαιμονίους. Απ᾽ αυτούς οι Θηβαίοι έμειναν άθελά τους κι αντίθετα με την επιθυμία τους (γιατί τους κρατούσε ο Λεωνίδας θεωρώντας τους ομήρους), ενώ οι Θεσπιείς το ήθελαν μ᾽ όλη τους την καρδιά· αρνήθηκαν να εγκαταλείψουν τον Λεωνίδα και τους άντρες του και να σηκωθούν να φύγουν, αλλά έμειναν ώς το τέλος και πέθαναν μαζί τους. Στρατηγός τους ήταν ο Δημόφιλος, ο γιος του Διαδρόμου.