Μοῦσα λοχμαία, [στρ.]
τιοτιοτιοτιοτιοτιγξ,
ποικίλη, μεθ᾽ ἧς ἐγὼ
740νάπαισί ‹τε καὶ› κορυφαῖς ἐν ὀρείαις,
τιοτιοτιοτιγξ,
ἑζόμενος μελίας ἔπι φυλλοκόμου,
τιοτιοτιοτιγξ,
δι᾽ ἐμῆς γένυος ξουθῆς μελέων
745Πανὶ νόμους ἱεροὺς ἀναφαίνω
σεμνά τε Μητρὶ χορεύματ᾽ ὀρείᾳ,
τοτοτοτοτοτοτοτοτοτιγξ,
ἔνθεν ὡσπερεὶ μέλιττα
Φρύνιχος ἀμβροσίων μελέων ἀπε-
βόσκετο καρπὸν ἀεὶ φέ-
750ρων γλυκεῖαν ᾠδάν,
τιοτιοτιοτιγξ.
εἰ μετ᾽ ὀρνίθων τις ὑμῶν, ὦ θεαταί, βούλεται
διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.
755ὅσα γὰρ ἐνθάδ᾽ ἐστὶν αἰσχρὰ τῷ νόμῳ κρατούμενα,
ταῦτα πάντ᾽ ἐστὶν παρ᾽ ἡμῖν τοῖσιν ὄρνισιν καλά.
εἰ γὰρ ἐνθάδ᾽ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ,
τοῦτ᾽ ἐκεῖ καλὸν παρ᾽ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ
προσδραμὼν εἴπῃ πατάξας· «αἶρε πλῆκτρον, εἰ μάχει.»
760εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος,
ἀτταγᾶς οὗτος παρ᾽ ἡμῖν ποικίλος κεκλήσεται.
εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἧττον Σπινθάρου,
φρυγίλος ὄρνις οὗτος ἔσται, τοῦ Φιλήμονος γένους.
εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης,
765φυσάτω πάππους παρ᾽ ἡμῖν, καὶ φανοῦνται φράτερες.
εἰ δ᾽ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας
βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεόττιον·
ὡς παρ᾽ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.
|