8. ΒΟΥΚΟΛΙΑΣΤΑΙ ‹β›: ΔΑΦΝΙΣ ΚΑΙ ΜΕΝΑΛΚΑΣ Δάφνιδι τῷ χαρίεντι συνάντετο βουκολέοντι
μῆλα νέμων, ὡς φαντί, κατ᾽ ὤρεα μακρὰ Μενάλκας.
ἄμφω τώγ᾽ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω,
ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.
5 πρᾶτος δ᾽ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας·
«μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;
φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων.»
τὸν δ᾽ ἄρα χὠ Δάφνις τοιῷδ᾽ ἀπαμείβετο μύθῳ·
«ποιμὴν εἰροπόκων ὀίων, συρικτὰ Μενάλκα,
10 οὔποκα νικασεῖς μ᾽, οὐδ᾽ εἴ τι πάθοις τύγ᾽ ἀείδων.»
ΜΕΝΑΛΚΑΣ
χρῄσδεις ὦν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον;
ΔΑΦΝΙΣ
χρῄσδω τοῦτ᾽ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον.
ΜΕ. καὶ τί νυ θησεύμεσθ᾽ ὅ κεν ἁμῖν ἄρκιον εἴη;
ΔΑ. μόσχον ἐγὼ θησῶ, τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν.
15 ΜΕ. οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ
χἀ μάτηρ, τὰ δὲ μῆλα ποθέσπερα πάντ᾽ ἀριθμεῦντι.
ΔΑ. ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν;
ΜΕ. σύριγγ᾽ ἃν ἐπόησα καλὰν ἔχω ἐννεάφωνον,
λευκὸν κηρὸν ἔχοισαν ἴσον κάτω ἶσον ἄνωθεν·
20 ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ.
ΔΑ. ἦ μάν τοι κἠγὼ σύριγγ᾽ ἔχω ἐννεάφωνον,
λευκὸν κηρὸν ἔχοισαν ἴσον κάτω ἶσον ἄνωθεν.
πρώαν νιν συνέπαξ᾽· ἔτι καὶ τὸν δάκτυλον ἀλγῶ
τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν.
25 ΜΕ. ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων;
ΔΑ. τῆνόν πως ἐνταῦθα τὸν αἰπόλον, ἤν, καλέσωμες,
ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ.
Χοἰ μὲν παῖδες ἄυσαν, ὁ δ᾽ αἰπόλος ἦνθ᾽ ὑπακούσας·
χοἰ μὲν παῖδες ἀείδεν, ὁ δ᾽ αἰπόλος ἤθελε κρίνειν.
30 πρᾶτος δ᾽ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας,
εἶτα δ᾽ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν
βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος.
|