πάραυτα δ᾽ ἐλθεῖν ἐς Ἰλίου πόλιν [στρ. γ]
λέγοιμ᾽ ἂν φρόνημα μὲν
740 νηνέμου γαλάνας,
ἀκασκαῖον ‹τ᾽› ἄγαλμα πλούτου,
μαλθακὸν ὀμμάτων βέλος,
δηξίθυμον ἔρωτος ἄνθος.
παρακλίνασ᾽ ἐπέκρανεν
745 δὲ γάμου πικρὰς τελευτάς,
δύσεδρος καὶ δυσόμιλος
συμένα Πριαμίδαισιν,
πομπᾷ Διὸς ξενίου,
νυμφόκλαυτος Ἐρινύς.
παλαίφατος δ᾽ ἐν βροτοῖς γέρων λόγος [ἀντ. γ] 750
τέτυκται, μέγαν τελε-
σθέντα φωτὸς ὄλβον
τεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνῄσκειν,
755 ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει
βλαστάνειν ἀκόρεστον οἰζύν.
δίχα δ᾽ ἄλλων μονόφρων εἰ-
μί. τὸ δυσσεβὲς γὰρ ἔργον
μετὰ μὲν πλείονα τίκτει,
760 σφετέρᾳ δ᾽ εἰκότα γέννᾳ.
οἴκων γὰρ εὐθυδίκων
καλλίπαις πότμος ἀεί.
φιλεῖ δὲ τίκτειν Ὕβρις [στρ. δ]
μὲν παλαιὰ νεά-
765 ζουσαν ἐν κακοῖς βροτῶν
Ὕβριν τότ᾽ ἢ τόθ᾽, ὅτε τὸ κύριον μόλῃ
φάος τόκου, δαίμονά τ᾽ ἔταν,
ἄμαχον ἀπόλεμον ἀνίερον,
770 Θράσος, μελαίνα μελάθροισιν Ἄτα,
εἰδομένα τοκεῦσιν.
Δίκα δὲ λάμπει μὲν ἐν [ἀντ. δ]
δυσκάπνοις δώμασιν,
775 τόν τ᾽ ἐναίσιμον τίει [βίον].
τὰ χρυσόπαστα δ᾽ ἔδεθλα σὺν πίνῳ χερῶν
παλιντρόποις ὄμμασι λιποῦσ᾽,
ὅσια προσέβατο δύναμιν οὐ
780 σέβουσα πλούτου παράσημον αἴνῳ·
πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾷ.
|