ΣΤΑΣΙΜΟΝ ΔΕΥΤΕΡΟΝ ΧΟ. βασίλεια γύναι, πρέσβος Πέρσαις,
σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
625 ἡμεῖς θ᾽ ὕμνοις αἰτησόμεθα
φθιμένων πομποὺς
εὔφρονας εἶναι κατὰ γαίας.
ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ᾽ ἐνέρων,
630 πέμψατ᾽ ἔνερθεν ψυχὴν ἐς φῶς·
εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
μόνος ἂν θνητῶν πέρας εἴποι.
ἦ ῥ᾽ ἀίει μου μακαρίτας [στρ. α]
ἰσοδαίμων βασιλεὺς βάρ-
635 βαρα σαφηνῆ
ἱέντος τὰ παναίολ᾽ αἰανῆ δύσθροα βάγματα;
παντάλαν᾽ ἄχη
διαβοάσω;
νέρθεν ἆρα κλύει μου;
640 ἀλλὰ σύ μοι, Γᾶ τε καὶ ἄλλοι [ἀντ. α]
χθονίων ἁγεμόνες, δαί-
μονα μεγαυχῆ
ἰόντ᾽ αἰνέσατ᾽ ἐκ δόμων, Περσᾶν Σουσιγενῆ θεόν·
πέμπετε δ᾽ ἄνω
645 οἷον οὔπω
Περσὶς αἶ᾽ ἐκάλυψεν.
ἦ φίλος ἀνήρ, φίλος ὄχθος· [στρ. β]
φίλα γὰρ κέκευθεν ἤθη.
Ἀιδωνεὺς δ᾽ ἀναπομπὸς ἀνίει,
650 Ἀιδωνεύς,
οἶον ἀνάκτορα Δαριᾶνα. ἠέ.
οὐδὲ γὰρ ἄνδρας ποτ᾽ ἀπώλλυ [ἀντ. β]
πολεμοφθόροισιν ἄταις,
θεομήστωρ δ᾽ ἐκικλῄσκετο Πέρσαις,
655 θεομήστωρ δ᾽
ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.
|