ΕΠΕΙΣΟΔΙΟΝ ΤΡΙΤΟΝ ΤΡ. (ἔσωθεν)
ἰοὺ ἰού·
βοηδρομεῖτε πάντες οἱ πέλας δόμων·
ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ.
ΧΟ. φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ᾽ ἔστι δὴ
γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη.
780 ΤΡ. οὐ σπεύσετ᾽; οὐκ οἴσει τις ἀμφιδέξιον
σίδηρον, ὧι τόδ᾽ ἅμμα λύσομεν δέρης;
ΧΟ. φίλαι, τί δρῶμεν; ἦ δοκεῖ περᾶν δόμους
λῦσαί τ᾽ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων;
— τί δ᾽; οὐ πάρεισι πρόσπολοι νεανίαι;
785 τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου.
ΤΡ. ὀρθώσατ᾽ ἐκτείναντες ἄθλιον νέκυν·
πικρὸν τόδ᾽ οἰκούρημα δεσπόταις ἐμοῖς.
ΧΟ. ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή·
ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή.
ΘΗΣΕΥΣ
790 γυναῖκες, ἴστε τίς ποτ᾽ ἐν δόμοις βοὴ
†ἠχὼ βαρεῖα προσπόλων† ἀφίκετο;
οὐ γάρ τί μ᾽ ὡς θεωρὸν ἀξιοῖ δόμος
πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν.
μῶν Πιτθέως τι γῆρας εἴργασται νέον;
795 πρόσω μὲν ἤδη βίοτος, ἀλλ᾽ ὅμως ἔτ᾽ ἂν
λυπηρὸς ἡμῖν τούσδ᾽ ἂν ἐκλίποι δόμους.
ΧΟ. οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη,
Θησεῦ· νέοι θανόντες ἀλγύνουσί σε.
ΘΗ. οἴμοι, τέκνων μοι μή τι συλᾶται βίος;
800 ΧΟ. ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι.
ΘΗ. τί φήις; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης;
ΧΟ. βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο.
ΘΗ. λύπηι παχνωθεῖσ᾽ ἢ ἀπὸ συμφορᾶς τίνος;
ΧΟ. τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμους,
805 Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια.
ΘΗ. αἰαῖ, τί δῆτα τοῖσδ᾽ ἀνέστεμμαι κάρα
πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν;
χαλᾶτε κλῆιθρα, πρόσπολοι, πυλωμάτων,
ἐκλύεθ᾽ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν
810 γυναικός, ἥ με κατθανοῦσ᾽ ἀπώλεσεν.
|