ΘΕ. τί δῆτα βούληι τῶν πεπραγμένων μαθεῖν;
ΙΟ. πόσον τι πλῆθος συμμάχων πάρεστ᾽ ἔχων;
ΘΕ. πολλούς· ἀριθμὸν δ᾽ ἄλλον οὐκ ἔχω φράσαι.
670ΙΟ. ἴσασιν, οἶμαι, ταῦτ᾽ Ἀθηναίων πρόμοι.
ΘΕ. ἴσασι, καὶ δὴ λαιὸν ἕστηκεν κέρας.
ΙΟ. ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;
ΘΕ. καὶ δὴ παρῆκται σφάγια τάξεων ἕκας.
ΙΟ. πόσον τι δ᾽ ἔστ᾽ ἄπωθεν Ἀργεῖον δόρυ;
675ΘΕ. ὥστ᾽ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.
ΙΟ. τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;
ΘΕ. ἠικάζομεν ταῦτ᾽· οὐ γὰρ ἐξηκούομεν.
ἀλλ᾽ εἶμ᾽· ἐρήμους δεσπότας τοὐμὸν μέρος
οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.
680ΙΟ. κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν,
φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.
ΘΕ. ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.
ΙΟ. καὶ μὴ μετασχεῖν γ᾽ ἀλκίμου μάχης φίλοις.
ΘΕ. οὐκ ἔστ᾽ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.
685ΙΟ. τί δ᾽; οὐ θένοιμι κἂν ἐγὼ δι᾽ ἀσπίδος;
ΘΕ. θένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.
ΙΟ. οὐδεὶς ἔμ᾽ ἐχθρῶν προσβλέπων ἀνέξεται.
ΘΕ. οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτ᾽ ἦν ῥώμη σέθεν.
ΙΟ. ἀλλ᾽ οὖν μαχοῦμαί γ᾽ ἀριθμὸν οὐκ ἐλάσσοσιν.
590ΘΕ. σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.
ΙΟ. μή τοί μ᾽ ἔρυκε δρᾶν παρεσκευασμένον.
ΘΕ. δρᾶν μὲν σύ γ᾽ οὐχ οἷός τε, βούλεσθαι δ᾽ ἴσως.
ΙΟ. ὡς μὴ μενοῦντι τἄλλα σοι λέγειν πάρα.
ΘΕ. πῶς οὖν ὁπλίτης τευχέων ἄτερ φανῆι;
695ΙΟ. ἔστ᾽ ἐν δόμοισιν ἔνδον αἰχμάλωθ᾽ ὅπλα
τοῖσδ᾽, οἷσι χρησόμεσθα· κἀποδώσομεν
ζῶντες, θανόντας δ᾽ οὐκ ἀπαιτήσει θεός.
ἀλλ᾽ εἴσιθ᾽ εἴσω κἀπὸ πασσάλων ἑλὼν
ἔνεγχ᾽ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.
700αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,
τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίαι μένειν.
ΧΟ. λῆμα μὲν οὔπω στόρνυσι χρόνος
τὸ σόν, ἀλλ᾽ ἡβᾶι, σῶμα δὲ φροῦδον.
τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,
705σμικρὰ δ᾽ ὀνήσει πόλιν ἡμετέραν;
χρὴ γνωσιμαχεῖν σὴν ἡλικίαν,
τὰ δ᾽ ἀμήχαν᾽ ἐᾶν· οὐκ ἔστιν ὅπως
ἥβην κτήσηι πάλιν αὖθις.
|