ΕΠΕΙΣΟΔΙΟΝ ΤΡΙΤΟΝ ΧΟ. ἔα ἔα·
φίλαι, βοῆς ἠκούσατ᾽, ἢ δοκὼ κενὴ
ὑπῆλθέ μ᾽, ὥστε νερτέρας βροντῆς Διός;
ἰδού, τάδ᾽ οὐκ ἄσημα πνεύματ᾽ αἴρεται.
750 δέσποιν᾽, ἄμειψον δώματ᾽, Ἠλέκτρα, τάδε.
ΗΛ. φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;
ΧΟ. οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.
ΗΛ. ἤκουσα κἀγώ, τηλόθεν μὲν ἀλλ᾽ ὅμως.
ΧΟ. μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.
755 ΗΛ. Ἀργεῖος ὁ στεναγμὸς ἢ φίλων ἐμῶν;
ΧΟ. οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.
ΗΛ. σφαγὴν ἀυτεῖς τῆιδέ μοι· τί μέλλομεν;
ΧΟ. ἔπισχε, τρανῶς ὡς μάθηις τύχας σέθεν.
ΗΛ. οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;
760 ΧΟ. ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.
ΑΓΓΕΛΟΣ
ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,
νικῶντ᾽ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,
Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδωι
Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.
765 ΗΛ. τίς δ᾽ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;
ΑΓ. οὐκ οἶσθ᾽ ἀδελφοῦ μ᾽ εἰσορῶσα πρόσπολον;
ΗΛ. ὦ φίλτατ᾽, ἔκ τοι δείματος δυσγνωσίαν
εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.
τί φήις; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;
770 ΑΓ. τέθνηκε· δίς σοι ταὔθ᾽, ἃ γοῦν βούληι, λέγω.
ΗΛ. ὦ θεοί, Δίκη τε πάνθ᾽ ὁρῶσ᾽, ἦλθές ποτε.
ποίωι τρόπωι δὲ καὶ τίνι ῥυθμῶι φόνου
κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.
|