[116] Ἐπειδὴ τοίνυν τοῦτο τὸ πρᾶγμ᾽ οὐδὲ καθ᾽ ἕν, πανταχῇ στρέφων, οἷός τ᾽ ἦν ἀγαγεῖν ἐπ᾽ ἐμέ, φανερῶς ἤδη δι᾽ ἐμὲ τὸν Ἀρίσταρχον ἐσυκοφάντει. καὶ τὰ μὲν ἄλλα σιωπῶ· τῆς δὲ βουλῆς περὶ τούτων καθημένης καὶ σκοπουμένης, παρελθὼν οὗτος «ἀγνοεῖτ᾽» ἔφη «ὦ βουλή, τὸ πρᾶγμα; καὶ τὸν αὐτόχειρ᾽ ἔχοντες» λέγων τὸν Ἀρίσταρχον «μέλλετε καὶ ζητεῖτε καὶ τετύφωσθε; οὐκ ἀποκτενεῖτε; οὐκ ἐπὶ τὴν οἰκίαν βαδιεῖσθε; οὐχὶ συλλήψεσθε;» [117] καὶ ταῦτ᾽ ἔλεγ᾽ ἡ μιαρὰ καὶ ἀναιδὴς αὕτη κεφαλή, ἐξεληλυθὼς τῇ προτεραίᾳ παρ᾽ Ἀριστάρχου, καὶ χρώμενος ὥσπερ ἂν ἄλλος τις τὰ πρὸ τούτου, καί, ὅτ᾽ ηὐτύχει, πλεῖστα παρεσχηκότος ἐκείνου πράγματά μοι περὶ τῶν πρὸς τοῦτον ἀπαλλαγῶν. εἰ μὲν οὖν εἰργάσθαι τι τούτων ἐφ᾽ οἷς ἀπόλωλεν ἡγούμενος τὸν Ἀρίσταρχον καὶ πεπιστευκὼς τοῖς τῶν αἰτιασαμένων λόγοις ταῦτ᾽ ἔλεγεν, [118] χρῆν μὲν οὐδ᾽ οὕτω (μετρία γὰρ δίκη παρὰ τῶν φίλων ἐστίν, ἄν τι δοκῶσι πεποιηκέναι δεινόν, μηκέτι τῆς λοιπῆς φιλίας κοινωνεῖν, τὸ δὲ τιμωρεῖσθαι καὶ ἐπεξιέναι τοῖς πεπονθόσι καὶ τοῖς ἐχθροῖς παραλείπεται)· ὅμως δ᾽ ἔστω τούτῳ γε συγγνώμη. εἰ δὲ λαλῶν μὲν καὶ ὁμωρόφιος γιγνόμενος ὡς οὐδὲν εἰργασμένῳ φανήσεται, λέγων δὲ καὶ καταιτιώμενος ταῦθ᾽ εἵνεκα τοῦ συκοφαντεῖν ἐμέ, πῶς οὐ δεκάκις, μᾶλλον δὲ μυριάκις δίκαιός ἐστ᾽ ἀπολωλέναι; [119] ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ τῇ μὲν προτεραίᾳ ὅτε ταῦτ᾽ ἔλεγεν, εἰσεληλύθει καὶ διείλεκτ᾽ ἐκείνῳ, τῇ δ᾽ ὑστεραίᾳ πάλιν (τοῦτο γάρ, τοῦτ᾽ οὐκ ἔχον ἐστὶν ὑπερβολὴν ἀκαθαρσίας, ἄνδρες Ἀθηναῖοι) εἰσελθὼν οἴκαδ᾽ ὡς ἐκεῖνον καὶ ἐφεξῆς οὑτωσὶ καθεζόμενος, τὴν δεξιὰν ἐμβαλών, παρόντων πολλῶν, μετὰ τοὺς ἐν τῇ βουλῇ τούτους λόγους, ἐν οἷς αὐτόχειρα καὶ τὰ δεινότατ᾽ εἰρήκει τὸν Ἀρίσταρχον, ὤμνυε μὲν κατ᾽ ἐξωλείας μηδὲν εἰρηκέναι κατ᾽ αὐτοῦ φλαῦρον, καὶ οὐδὲν ἐφρόντιζ᾽ ἐπιορκῶν, καὶ ταῦτα παρόντων τῶν συνειδότων, ἠξίου δὲ καὶ πρὸς ἔμ᾽ αὑτῷ δι᾽ ἐκείνου γίγνεσθαι τὰς διαλύσεις, τούτων τοὺς παρόντας ὑμῖν καλῶ μάρτυρας. [120] καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλον δ᾽ ἀσεβές, λέγειν ὡς φονεύς, καὶ πάλιν ὡς οὐκ εἴρηκε ταῦτ᾽ ἀπομνύναι, καὶ φόνον μὲν ὀνειδίζειν, τούτῳ δ᾽ ὁμωρόφιον γίγνεσθαι; κἂν μὲν ἀφῶ τοῦτον ἐγὼ καὶ προδῶ τὴν ὑμετέραν καταχειροτονίαν, οὐδέν, ὡς ἔοικ᾽, ἀδικῶ· ἂν δ᾽ ἐπεξίω, λέλοιπα τὴν τάξιν, φόνον κοινωνῶ, δεῖ μ᾽ ἀνηρπάσθαι. ἐγὼ δ᾽ αὐτὸ τοὐναντίον οἶμαι, εἰ τοῦτον ἀφῆκα, λελοιπέναι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν τοῦ δικαίου τάξιν, φόνου δ᾽ ἂν εἰκότως ἐμαυτῷ λαχεῖν· οὐ γὰρ ἦν μοι δήπου βιωτὸν τοῦτο ποιήσαντι. [121] ὅτι τοίνυν καὶ ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ. [Λυσίμαχος Ἀλωπεκῆθεν, Δημέας Σουνιεύς, Χάρης Θορίκιος, Φιλήμων Σφήττιος, Μόσχος Παιανιεύς, καθ᾽ οὓς καιροὺς ἡ εἰσαγγελία ἐδόθη εἰς τὴν βουλὴν ὑπὲρ Ἀριστάρχου τοῦ Μόσχου, ὅτι εἴη Νικόδημον ἀπεκτονώς, οἴδαμεν Μειδίαν τὸν κρινόμενον ὑπὸ Δημοσθένους, ᾧ μαρτυροῦμεν, ἐλθόντα πρὸς τὴν βουλὴν καὶ λέγοντα μηδένα ἕτερον εἶναι τὸν Νικοδήμου φονέα, ἀλλ᾽ Ἀρίσταρχον, καὶ τοῦτον αὐτοῦ γεγονέναι αὐτόχειρα, καὶ συμβουλεύοντα τῇ βουλῇ βαδίζειν ἐπὶ τὴν οἰκίαν τὴν Ἀριστάρχου καὶ συλλαμβάνειν αὐτόν. ταῦτα δ᾽ ἔλεγε πρὸς τὴν βουλὴν τῇ προτεραίᾳ μετ᾽ Ἀριστάρχου καὶ μεθ᾽ ἡμῶν συνδεδειπνηκώς. οἴδαμεν δὲ καὶ Μειδίαν, ὡς ἀπῆλθεν ἀπὸ τῆς βουλῆς τούτους τοὺς λόγους εἰρηκώς, εἰσεληλυθότα πάλιν ὡς Ἀρίσταρχον καὶ τὴν δεξιὰν [ὡς] ἐμβεβληκότα καὶ ὀμνύοντα κατ᾽ ἐξωλείας μηδὲν κατ᾽ αὐτοῦ πρὸς τὴν βουλὴν εἰρηκέναι φαῦλον, καὶ ἀξιοῦντα Ἀρίσταρχον ὅπως ἂν διαλλάξῃ αὐτῷ Δημοσθένην.]
|