ΣΤΑΣΙΜΟΝ ΠΡΩΤΟΝ ΧΟ. λόγῳ μὲν ἐξήκουσ᾽, ὄπωπα δ᾽ οὐ μάλα, [στρ. α]
τὸν πελάταν λέκτρων ποτὲ ‹τῶν› Διὸς
κατὰ δρομάδ᾽ ἄμπυκα δέσμιον ὡς ἔλαβεν
παγκρατὴς Κρόνου παῖς·
680ἄλλον δ᾽ οὔτιν᾽ ἔγω-
γ᾽ οἶδα κλύων οὐδ᾽ ἐσιδὼν μοίρᾳ
τοῦδ᾽ ἐχθίονι συντυχόντα θνατῶν,
ὃς οὔτ᾽ ἔρξας τιν᾽, οὔτι νοσφίσας,
ἀλλ᾽ ἴσος ὢν ἴσοις ἀνήρ,
685ὤλλυθ᾽ ὧδ᾽ ἀναξίως.
τόδε ‹τοι› θαῦμά μ᾽ ἔχει,
πῶς ποτε πῶς ποτ᾽ ἀμφιπλά-
κτων ῥοθίων μόνος κλύων,
πῶς ἄρα πανδάκρυτον οὕ-
690τω βιοτὰν κατέσχεν·
ἵν᾽ αὐτὸς ἦν πρόσουρον οὐκ ἔχων βάσιν, [ἀντ. α]
οὐδέ τιν᾽ ἐγχώρων κακογείτονα,
παρ᾽ ᾧ στόνον ἀντίτυπον βαρυβρῶτ᾽ ἀποκλαύ-
695σειεν αἱματηρόν·
οὐδ᾽ ὃς θερμοτάταν
αἱμάδα κηκιομέναν ἑλκέων
ἐνθήρου ποδὸς ἠπίοισι φύλλοις
κατευνάσειεν, εἴ τις ἐμπέσοι,
700φορβάδος ἐκ γαίας ἑλών·
εἷρπε δ᾽ ἄλλοτ᾽ ἀλλ‹αχ›ᾷ
τότ᾽ ἂν εἰλυόμενος,
παῖς ἄτερ ὡς φίλας τιθή-
νας, ὅθεν εὐμάρει᾽ ὑπάρ-
705χοι πόρου, ἁνίκ᾽ ἐξανεί-
η δακέθυμος ἄτα·
οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων [στρ. β]
αἴρων τῶν νεμόμεσθ᾽ ἀνέρες ἀλφησταί,
710πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων
πτανοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν.
ὦ μελέα ψυχά,
ὃς μηδ᾽ οἰνοχύτου
715πώματος ἥσθη δεκέτη χρόνον,
λεύσσων δ᾽ ὅπου γνοίη στατὸν εἰς ὕδωρ,
αἰεὶ προσενώμα.
νῦν δ᾽ ἀνδρῶν ἀγαθῶν παιδὶ συναντήσας [ἀντ. β]
720εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων·
ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει
πολλῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν
725Μαλιάδων νυμφᾶν,
Σπερχειοῦ τε παρ᾽ ὄ-
χθαις, ἵν᾽ ὁ χάλκασπις ἀνὴρ θεοῖς
πλάθει πᾶσιν θείῳ πυρὶ παμφαής,
Οἴτας ὑπὲρ ὄχθων.
|