ΟΡ. ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω,
555 αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,
ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον
δόλῳ γε καὶ ληφθῶσιν, ἐν ταὐτῷ βρόχῳ
θανόντες, ᾗ καὶ Λοξίας ἐφήμισεν,
ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.
560 ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,
ἥξω σὺν ἀνδρὶ τῷδ᾽ ἐφ᾽ ἑρκείους πύλας
Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησίδα,
γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.
565 καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ
δέξαιτ᾽, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·
μενοῦμεν οὕτως ὥστ᾽ ἐπεικάζειν τινὰ
δόμοις παραστείχοντα καὶ τάδ᾽ ἐννέπειν·
«τί δὴ πύλῃσι τὸν ἱκέτην ἀπείργεται
570 Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;»
εἰ δ᾽ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν
κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός,
ἢ καὶ μολὼν ἔπειτά μ᾽ οἱ κατὰ στόμα
ἐρεῖ, σάφ᾽ ἴσθι, καὶ κατ᾽ ὀφθαλμοὺς καλεῖν,
575 πρὶν αὐτὸν εἰπεῖν «ποδαπὸς ὁ ξένος;» νεκρὸν
θήσω, ποδώκει περιβαλὼν χαλκεύματι.
φόνου δ᾽ Ἐρινὺς οὐχ ὑπεσπανισμένη
ἄκρατον αἷμα πίεται τρίτην πόσιν.
νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς,
580 ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε·
ὑμῖν δ᾽ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν,
σιγᾶν θ᾽ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
τὰ δ᾽ ἄλλα τούτῳ δεῦρ᾽ ἐποπτεῦσαι λέγω,
ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
|