[24.1] Μικροῦ δὲ πάντων ἀφέμενος τῶν ἄλλων, ἔθυε καὶ διεμαντεύετο καθήμενος, ἕως ἐπῆλθον αὐτοῖς οἱ πολέμιοι, τῷ μὲν πεζῷ τὰ τείχη καὶ τὸ στρατόπεδον αὐτῶν πολιορκοῦντες, ταῖς δὲ ναυσὶ κύκλῳ τὸν λιμένα περιλαμβάνοντες, οὐκ αὐτοὶ μόνον ταῖς τριήρεσιν, ἀλλὰ καὶ τὰ παιδάρια παντοχόθεν ἐπιβαίνοντα τῶν ἁλιάδων καὶ ταῖς σκάφαις προσπλέοντα προὐκαλεῖτο τοὺς Ἀθηναίους καὶ προὐπηλάκιζεν. [24.2] ὧν ἕνα, παῖδα γνωρίμων γονέων Ἡρακλείδην, προεξελάσαντα τῷ πλοίῳ ναῦς Ἀττικὴ διώκουσα κατελάμβανε. δείσας δὲ περὶ αὐτοῦ Πόλλιχος ὁ θεῖος ἀντελαύνει δέκα τριήρεσιν ὧν ἦρχεν· οἱ δ᾽ ἄλλοι περὶ τοῦ Πολλίχου φοβηθέντες ὡσαύτως ἀνήγοντο, [24.3] καὶ ναυμαχίας ἰσχυρᾶς γενομένης ἐνίκησαν οἱ Συρακούσιοι, καὶ τὸν Εὐρυμέδοντα πολλῶν μετ᾽ ἄλλων διέφθειραν. [24.4] ἦν οὖν οὐκέτι μένειν ἀνασχετὸν τοῖς Ἀθηναίοις, ἀλλὰ τῶν στρατηγῶν κατεβόων, πεζῇ κελεύοντες ἀναχωρεῖν. καὶ γὰρ οἱ Συρακούσιοι νικήσαντες εὐθὺς ἐνέφραξαν καὶ ἀπέκλεισαν τὸν διέκπλουν τοῦ λιμένος. [24.5] οἱ δὲ περὶ τὸν Νικίαν τοῦτο μὲν οὐκ ἐπείθοντο· δεινὸν γὰρ ἦν ἀπολιπεῖν ὁλκάδας τε πολλὰς καὶ τριήρεις ὀλίγον ἀριθμῷ διακοσίων ἀποδεούσας· ἐμβιβάσαντες δὲ τῶν πεζῶν τοὺς ἀρίστους καὶ τῶν ἀκοντιστῶν τοὺς ἀλκιμωτάτους, ἐπλήρωσαν ἑκατὸν καὶ δέκα τριήρεις· αἱ γὰρ ἄλλαι ταρσῶν ἐνδεεῖς ἦσαν. [24.6] τὸν δὲ λοιπὸν ὄχλον ἔστησε παρὰ θάλασσαν ὁ Νικίας, ἐκλιπὼν τὸ μέγα στρατόπεδον καὶ τὰ τείχη τὰ συνάπτοντα πρὸς τὸ Ἡράκλειον, ὥστε μὴ τεθυκότων τὴν εἰθισμένην θυσίαν τῷ Ἡρακλεῖ τῶν Συρακουσίων, θῦσαι τότε τοὺς ἱερεῖς καὶ στρατηγοὺς ἀναβάντας, ἤδη [δὲ] πληρουμένων τῶν τριήρων. [25.1] Ἐπεὶ δ᾽ οἱ μάντεις τοῖς Συρακουσίοις ἀπήγγειλαν ἐκ τῶν ἱερῶν λαμπρότητα καὶ νίκην μὴ καταρχομένοις μάχης ἀλλ᾽ ἀμυνομένοις —καὶ γὰρ τὸν Ἡρακλέα πάντων κρατεῖν ἀμυνόμενον καὶ προεπιχειρούμενον— ἀνήχθησαν. [25.2] ἡ δὲ ναυμαχία πολὺ μεγίστη καὶ καρτερωτάτη γενομένη, καὶ μηδὲν ἐλάττονα πάθη καὶ θορύβους παρασχοῦσα τοῖς θεωμένοις ἢ τοῖς ἀγωνιζομένοις διὰ τὴν παντὸς ἐπίβλεψιν τοῦ ἔργου, ποικίλας μεταβολὰς καὶ ἀπροσδοκήτους ἐν ὀλίγῳ λαμβάνοντος, ἔβλαπτε ταῖς αὐτῶν παρασκευαῖς οὐχ ἧττον τῶν πολεμίων τοὺς Ἀθηναίους. [25.3] ἀθρόαις γὰρ ἐμάχοντο ταῖς ναυσὶ καὶ βαρείαις πρὸς κούφας ἀλλαχόθεν ἄλλας ἐπιφερομένας, καὶ βαλλόμενοι λίθοις ὁμοίαν ἔχουσι τὴν πληγὴν πανταχόθεν, ἀντέβαλλον ἀκοντίοις καὶ τοξεύμασιν, ὧν ὁ σάλος τὴν εὐθυβολίαν διέστρεφεν, ὥστε μὴ πάντα κατ᾽ αἰχμὴν προσφέρεσθαι. [25.4] ταῦτα δ᾽ Ἀρίστων ὁ Κορίνθιος κυβερνήτης ἐδίδαξε τοὺς Συρακουσίους, καὶ παρὰ τὴν μάχην αὐτὴν ἀγωνιζόμενος προθύμως ἔπεσεν, ἤδη κρατούντων τῶν Συρακουσίων. [25.5] γενομένης δὲ μεγάλης τροπῆς καὶ φθορᾶς, ἡ μὲν κατὰ θάλασσαν φυγὴ τοῖς Ἀθηναίοις ἀπεκέκοπτο· χαλεπὴν δὲ καὶ τὴν διὰ γῆς σωτηρίαν ὁρῶντες, οὔτε ναῦς ἀφέλκοντας ἐγγύθεν ἔτι τοὺς πολεμίους ἐκώλυον, οὔτε νεκρῶν ᾔτησαν ἀναίρεσιν, ἅτε δὴ τῆς ἐκείνων ἀταφίας τὴν τῶν νοσούντων καὶ τετρωμένων ἀπόλειψιν οἰκτροτέραν οὖσαν ἤδη πρὸ ὀφθαλμῶν ἔχοντες, αὑτοὺς δὲ κἀκείνων ἐπιπονωτέρους ἡγούμενοι, μετὰ πλειόνων κακῶν ἐπὶ τὸ αὐτὸ πάντως ἀφιξομένους τέλος.
|