[108] Ἐν ὅσῳ δὲ τὸν νόμον, ὦ ἄνδρες Ἀθηναῖοι, λαμβάνει, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν, δεηθεὶς ὑμῶν ἁπάντων πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες δικασταί· περὶ πάντων ὧν ἂν ἀκούητε, τοῦθ᾽ ὑποθέντες ἀκούετε τῇ γνώμῃ, τί ἄν, εἴ τις ἔπασχε ταῦθ᾽ ὑμῶν, ἐποίει, καὶ τίν᾽ ἂν εἶχεν ὀργὴν ὑπὲρ αὑτοῦ πρὸς τὸν ποιοῦντα. ἐγὼ γὰρ ἐνηνοχὼς χαλεπῶς ἐφ᾽ οἷς περὶ τὴν λῃτουργίαν ὑβρίσθην, ἔτι πολλῷ χαλεπώτερον, ὦ ἄνδρες Ἀθηναῖοι, τούτοις τοῖς μετὰ ταῦτ᾽ ἐνήνοχα καὶ μᾶλλον ἠγανάκτηκα. [109] τί γὰρ ὡς ἀληθῶς πέρας ἂν φήσειέ τις εἶναι κακίας καὶ τίν᾽ ὑπερβολὴν ἀναιδείας καὶ ὠμότητος καὶ ὕβρεως, ἄνθρωπος εἰ ποιήσας δεινὰ νὴ Δία καὶ πόλλ᾽ ἀδίκως τινά, ἀντὶ τοῦ ταῦτ᾽ ἀναλαμβάνειν καὶ μεταγιγνώσκειν, πολλῷ δεινότερ᾽ ὕστερον ἄλλα προσεξεργάζοιτο, καὶ χρῷτο τῷ πλουτεῖν μὴ ἐπὶ ταῦτ᾽ ἐν οἷς μηδένα βλάπτων αὐτὸς ἄμεινόν τι τῶν ἰδίων θήσεται, ἀλλ᾽ ἐπὶ τἀναντία, ἐν οἷς ἀδίκως ἐκβάλλων τινὰ καὶ προπηλακίσας αὑτὸν εὐδαιμονιεῖ τῆς περιουσίας; [110] ταῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα τούτῳ πέπρακται κατ᾽ ἐμοῦ. καὶ γὰρ αἰτίαν ἐπήγαγέ μοι φόνου ψευδῆ καὶ οὐδὲν ἐμοὶ προσήκουσαν, ὡς τὸ πρᾶγμ᾽ αὔτ᾽ ἐδήλωσεν, καὶ γραφὴν λιποταξίου μ᾽ ἐγράψατο τρεῖς αὐτὸς τάξεις λελοιπώς, καὶ τῶν ἐν Εὐβοίᾳ πραγμάτων (τουτὶ γὰρ αὖ μικροῦ παρῆλθέ μ᾽ εἰπεῖν), ἃ Πλούταρχος ὁ τούτου ξένος καὶ φίλος διεπράξατο, ὡς ἐγὼ αἴτιός εἰμι, κατεσκεύαζε πρὸ τοῦ τὸ πρᾶγμα γενέσθαι πᾶσιν φανερὸν διὰ Πλουτάρχου γεγονός. [111] καὶ τελευτῶν βουλεύειν μου λαχόντος δοκιμαζομένου κατηγόρει, καὶ τὸ πρᾶγμ᾽ εἰς ὑπέρδεινόν μοι περιέστη· ἀντὶ γὰρ τοῦ δίκην ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν, δοῦναι πραγμάτων ὧν οὐδὲν ἐμοὶ προσῆκεν ἐκινδύνευον. καὶ ταῦτα πάσχων ἐγὼ καὶ τοῦτον τὸν τρόπον ὃν διεξέρχομαι νυνὶ πρὸς ὑμᾶς ἐλαυνόμενος, οὐκ ὢν οὔτε τῶν ἐρημοτάτων οὔτε τῶν ἀπόρων κομιδῇ, οὐκ ἔχω, ὦ ἄνδρες Ἀθηναῖοι, τί χρὴ ποιῆσαι. [112] εἰ γὰρ εἰπεῖν τι καὶ περὶ τούτων ἤδη δεῖ, οὐ μέτεστι τῶν ἴσων οὐδὲ τῶν ὁμοίων, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τοὺς πλουσίους τοῖς λοιποῖς ἡμῖν, οὐ μέτεστιν, οὔ· ἀλλὰ καὶ χρόνοι τούτοις τοῦ τὴν δίκην ὑποσχεῖν, οὓς ἂν αὐτοὶ βούλωνται, δίδονται, καὶ τἀδικήμαθ᾽ ἕωλα τὰ τούτων ὡς ὑμᾶς καὶ ψύχρ᾽ ἀφικνεῖται, τῶν δ᾽ ἄλλων ἡμῶν ἕκαστος, ἄν τι συμβῇ, πρόσφατος κρίνεται. καὶ μάρτυρές εἰσιν ἕτοιμοι τούτοις καὶ συνήγοροι πάντες καθ᾽ ἡμῶν εὐτρεπεῖς· ἐμοὶ δ᾽ οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλοντας ὁρᾶτ᾽ ἐνίους. [113] ταῦτα μὲν οὖν ἀπείποι τις ἄν, οἶμαι, θρηνῶν. τὸν δὲ νόμον μοι λέγ᾽ ἐφεξῆς, ὥσπερ ἠρξάμην. λέγε. ΝΟΜΟΣ. Ἐάν τις Ἀθηναίων λαμβάνῃ παρά τινος, ἢ αὐτὸς διδῷ ἑτέρῳ, ἢ διαφθείρῃ τινὰς ἐπαγγελλόμενος, ἐπὶ βλάβῃ τοῦ δήμου ἢ ἰδίᾳ τινὸς τῶν πολιτῶν, τρόπῳ ἢ μηχανῇ ᾑτινιοῦν, ἄτιμος ἔστω καὶ παῖδες καὶ τὰ ἐκείνου. [114] Οὕτω τοίνυν οὗτός ἐστ᾽ ἀσεβὴς καὶ μιαρὸς καὶ πᾶν ἂν ὑποστὰς εἰπεῖν καὶ πρᾶξαι, εἰ δ᾽ ἀληθὲς ἢ ψεῦδος ἢ πρὸς ἐχθρὸν ἢ φίλον ἢ τὰ τοιαῦτα, ἀλλ᾽ οὐδ᾽ ὁτιοῦν διορίζων, ὥστ᾽ ἐπαιτιασάμενός με φόνου καὶ τοιοῦτο πρᾶγμ᾽ ἐπαγαγών, εἴασε μέν μ᾽ εἰσιτητήρι᾽ ὑπὲρ τῆς βουλῆς ἱεροποιῆσαι καὶ θῦσαι καὶ κατάρξασθαι τῶν ἱερῶν ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως, [115] εἴασε δ᾽ ἀρχεθεωροῦντ᾽ ἀγαγεῖν τῷ Διὶ τῷ Νεμείῳ τὴν κοινὴν ὑπὲρ τῆς πόλεως θεωρίαν, περιεῖδε δὲ ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντ᾽ ἐξ Ἀθηναίων ἁπάντων τρίτον αὐτὸν καὶ καταρξάμενον τῶν ἱερῶν. ἆρ᾽ ἄν, εἴ γ᾽ εἶχε στιγμὴν ἢ σκιὰν τούτων ὧν κατεσκεύαζεν κατ᾽ ἐμοῦ, ταῦτ᾽ ἂν εἴασεν; ἐγὼ μὲν οὐκ οἶμαι. οὐκοῦν ἐξελέγχεται τούτοις ἐναργῶς ὕβρει ζητῶν μ᾽ ἐκβάλλειν ἐκ τῆς πατρίδος.
|