ΕΠΕΙΣΟΔΙΟΝ ΤΡΙΤΟΝ ΔΗ. γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω
πεπραγμέν᾽ ᾖ μοι πάνθ᾽ ὅσ᾽ ἀρτίως ἔδρων.
665ΧΟ. τί δ᾽ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως;
ΔΗ. οὐκ οἶδ᾽· ἀθυμῶ δ᾽ εἰ φανήσομαι τάχα
κακὸν μέγ᾽ ἐκπράξασ᾽ ἀπ᾽ ἐλπίδος καλῆς.
ΧΟ. οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;
ΔΗ. μάλιστά γ᾽· ὥστε μήποτ᾽ ἂν προθυμίαν
670ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν.
ΧΟ. δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβῇ.
ΔΗ. τοιοῦτον ἐκβέβηκεν, οἷον, ἢν φράσω,
γυναῖκες, ὑμῖν θαῦμ᾽ ἀνέλπιστον μαθεῖν.
ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως
675ἔχριον, ἀργῆς οἰὸς εὐείρῳ πόκῳ,
τοῦτ᾽ ἠφάνισται διάβορον πρὸς οὐδενὸς
τῶν ἔνδον, ἀλλ᾽ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,
καὶ ψῇ κατ᾽ ἄκρας σπιλάδος. ὡς δ᾽ εἰδῇς ἅπαν,
ᾗ τοῦτ᾽ ἐπράχθη, μείζον᾽ ἐκτενῶ λόγον.
680ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶν
πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο
παρῆκα θεσμῶν οὐδέν᾽, ἀλλ᾽ ἐσῳζόμην,
χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν·
καί μοι τάδ᾽ ἦν πρόρρητα καὶ τοιαῦτ᾽ ἔδρων·
685τὸ φάρμακον τοῦτ᾽ ἄπυρον ἀκτῖνός τ᾽ ἀεὶ
θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,
ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.
κἄδρων τοιαῦτα. νῦν δ᾽, ὅτ᾽ ἦν ἐργαστέον,
ἔχρισα μὲν κατ᾽ οἶκον ἐν δόμοις κρυφῇ
690μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,
κἄθηκα συμπτύξασ᾽ ἀλαμπὲς ἡλίου
κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.
εἴσω δ᾽ ἀποστείχουσα δέρκομαι φάτιν
ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.
695τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως
τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα,
ἀκτῖν᾽ ἐς ἡλιῶτιν· ὡς δ᾽ ἐθάλπετο,
ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,
μορφῇ μάλιστ᾽ εἰκαστὸν ὥστε πρίονος
700ἐκβρώματ᾽ ἂν βλέψειας ἐν τομῇ ξύλου.
τοιόνδε κεῖται προπετές. ἐκ δὲ γῆς, ὅθεν
προύκειτ᾽, ἀναζέουσι θρομβώδεις ἀφροί,
γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ
χυθέντος ἐς γῆν Βακχίας ἀπ᾽ ἀμπέλου.
705ὥστ᾽ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω·
ὁρῶ δέ μ᾽ ἔργον δεινὸν ἐξειργασμένην.
πόθεν γὰρ ἄν ποτ᾽, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ
ἐμοὶ παρέσχ᾽ εὔνοιαν, ἧς ἔθνῃσχ᾽ ὕπερ;
οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντ᾽ ἀποφθίσαι
710χρῄζων ἔθελγέ μ᾽· ὧν ἐγὼ μεθύστερον,
ὅτ᾽ οὐκέτ᾽ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.
μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι
γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·
τὸν γὰρ βαλόντ᾽ ἄτρακτον οἶδα καὶ θεὸν
715Χείρωνα πημήναντα, χὧνπερ ἂν θίγῃ,
φθείρει τὰ πάντα κνώδαλ᾽· ἐκ δὲ τοῦδ᾽ ὅδε
σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας
πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.
καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,
720ταὐτῇ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα.
ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,
ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.
|