670ΣΩ. ἰδοὺ μάλ᾽ αὖθις τοῦθ᾽ ἕτερον· τὴν κάρδοπον
ἄρρενα καλεῖς θήλειαν οὖσαν. ΣΤ. τῷ τρόπῳ;
ἄρρενα καλῶ ᾽γὼ κάρδοπον; ΣΩ. μάλιστά γε,
ὥσπερ γε καὶ Κλεώνυμον. ΣΤ. πῶς δή; φράσον.
ΣΩ. ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
675ΣΤ. ἀλλ᾽, ὦγάθ᾽, οὐδ᾽ ἦν κάρδοπος Κλεωνύμῳ,
ἀλλ᾽ ἐν θυείᾳ στρογγύλῃ γ᾽ ἀνεμάττετο.
ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν; ΣΩ. ὅπως;
τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
ΣΤ. τὴν καρδόπην; θήλειαν; ΣΩ. ὀρθῶς γὰρ λέγεις.
680ΣΤ. ἐκεῖνο δ᾽ ἦν ἄν, καρδόπη, Κλεωνύμη.
ΣΩ. ἔτι δέ γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
ἅττ᾽ ἄρρεν᾽ ἐστίν, ἅττα δ᾽ αὐτῶν θήλεα.
ΣΤ. ἀλλ᾽ οἶδ᾽ ἔγωγ᾽ ἃ θήλε᾽ ἐστίν. ΣΩ. εἰπὲ δή.
ΣΤ. Λύσιλλα, Φίλιννα, Κλειταγόρα, Δημητρία.
685ΣΩ. ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων; ΣΤ. μυρία·
Φιλόξενος, Μελησίας, Ἀμυνίας.
ΣΩ. ἀλλ᾽, ὦ πόνηρε, ταῦτά γ᾽ ἔστ᾽ οὐκ ἄρρενα.
ΣΤ. οὐκ ἄρρεν᾽ ὑμῖν ἐστίν; ΣΩ. οὐδαμῶς γ᾽, ἐπεὶ
πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;
690ΣΤ. ὅπως ἄν; ὡδί· «δεῦρο, δεῦρ᾽, Ἀμυνία.»
ΣΩ. ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.
ΣΤ. οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;
ἀτὰρ τί ταῦθ᾽ ἃ πάντες ἴσμεν μανθάνω;
ΣΩ. οὐδέν, μὰ Δί᾽, ἀλλὰ κατακλινεὶς δευρί— ΣΤ. τί δρῶ;
695ΣΩ. ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.
ΣΤ. μὴ δῆθ᾽, ἱκετεύω, ᾽νταῦθά γ᾽· ἀλλ᾽ εἴπερ γε χρή,
χαμαί μ᾽ ἔασον αὐτὰ ταῦτ᾽ ἐκφροντίσαι.
ΣΩ. οὐκ ἔστι παρὰ ταῦτ᾽ ἄλλα. ΣΤ. κακοδαίμων ἐγώ,
οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
|