(ΣΩ.) ὅστις ἀπορεῖ κακῶν, ἐπὶ Φυλὴν ἐλθέτω
κυνηγέτης. ὢ τρισκακοδαίμων, ὡς ἔχω
ὀσφῦν, μετάφρενον, τὸν τράχηλον, ἑνὶ λόγῳ
525 ὅλον τὸ σῶμ᾽· εὐθὺς γὰρ ἐμπεσὼν πολύς,
νεανίας ἐγώ τις, ἐξαίρων ἄνω
σφόδρα τὴν δίκελλαν, ὡς ἂν ἐργάτης, βαθὺ
ἔπαιον. ἐπεκείμην φιλοπόνως, οὐ πολὺν
χρόνον. εἶτα καὶ μετεστρεφόμην τι, πηνίκα
530 ὁ γέρων πρόσεισι τὴν κόρην ἄγων ἅμα
σκοπούμενος. καὶ νὴ Δί᾽ ἐλαβόμην τότε
τῆς ὀσφύος, λάθρᾳ τὸ πρῶτον· ὡς μακρὸν
ἦν παντελῶς δὲ τοῦτο, λορδοῦν ἠρχόμην,
ἀπεξυλούμην ἀτρέμα δ᾽. οὐδεὶς ἤρχετο.
535 ὁ δ᾽ ἥλιος κατέκα᾽, ἑώρα τ᾽ ἐμβλέπων
ὁ Γοργίας ὥσπερ τὰ κηλώνειά με
μόλις ἀνακύπτοντ᾽ εἶθ᾽ ὅλῳ τῷ σώματι
πάλιν κατακύπτοντ᾽. «οὐ δοκεῖ μοι νῦν», ἔφη,
«ἥξειν ἐκεῖνος, μειράκιον.» «τί οὖν,» ἐγὼ
540 εὐθύς, «ποῶμεν;» «αὔριον τηρήσομεν
αὐτόν, τὸ δὲ νῦν ἐῶμεν;» ὅ τε Δᾶος παρῆν
ἐπὶ τὴν σκαπάνην διάδοχος. ἡ πρώτη μὲν οὖν
ἔφο]δος τοιαύτη γέγονεν. ἥκω δ᾽ ἐνθάδε,
διὰ τί μὲν οὐκ ἔχω λέγειν μὰ τοὺς θεούς,
545 ἕλκ]ει δέ μ᾽ αὐτόματον τὸ πρᾶγμ᾽ εἰς τὸν τόπον.
|