Τὸν μὲν ἔπειτ᾽ εἴασε Διὸς ταλακάρδιος υἱός,
425αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,
δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,
ὅς τε μάλ᾽ ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι
σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα·
ἐμ μένεος δ᾽ ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ·
430γλαυκιόων δ᾽ ὄσσοις δεινὸν πλευράς τε καὶ ὤμους
οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐδέ τις αὐτὸν
ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐδὲ μάχεσθαι·
τοῖος ἄρ᾽ Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,
ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,
435ἐσσυμένως· ὃ δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ.
[ἀμφότεροι δ᾽ ἰάχοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.]
ὡς δ᾽ ὅτ᾽ ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,
μακρὰ δ᾽ ἐπιθρώσκουσα κυλίνδεται, ἣ δέ τε ἠχῇ
ἔρχεται ἐμμεμαυῖα· πάγος δέ οἱ ἀντεβόλησεν
440ὑψηλός, τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει·
τὼς ‹ἄρ᾽› ὃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης
κεκληγὼς ἐπόρουσεν, ὃ δ᾽ ἐμμαπέως ὑπέδεκτο.
αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ᾽ ἔχουσα·
445δεινὰ δ᾽ ὑπόδρα ἰδοῦσ᾽ ἔπεα πτερόεντα προσηύδα·
«Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους·
οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι
Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν·
ἀλλ᾽ ἄγε παῦε μάχης, μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο.»
|