ΟΡ. ἔσται· πυθέσθαι δ᾽ οὐδέν ἐστ᾽ ἔξω δρόμου,
515 πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου
μεθύστερον τιμῶσ᾽ ἀνήκεστον πάθος;
θανόντι δ᾽ οὐ φρονοῦντι δειλαία χάρις
ἐπέμπετ᾽· οὐκ ἔχοιμ᾽ ἂν εἰκάσαι τάδε
τὰ δῶρα, μείω δ᾽ ἐστὶ τῆς ἁμαρτίας.
520 τὰ πάντα γάρ τις ἐκχέας ἀνθ᾽ αἵματος
ἑνός—μάτην ὁ μόχθος· ὧδ᾽ ἔχει λόγος.
θέλοντι δ᾽, εἴπερ οἶσθ᾽, ἐμοὶ φράσον τάδε.
ΧΟ. οἶδ᾽, ὦ τέκνον, παρῆ γάρ· ἔκ τ᾽ ὀνειράτων
καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη
525 χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.
ΟΡ. ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ᾽ ὀρθῶς φράσαι;
ΧΟ. τεκεῖν δράκοντ᾽ ἔδοξεν, ὡς αὐτὴ λέγει.
ΟΡ. καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;
ΧΟ. ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.
530 ΟΡ. τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος;
ΧΟ. αὐτὴ προσέσχε μαστὸν ἐν τὠνείρατι.
ΟΡ. καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους;
ΧΟ. ὥστ᾽ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.
ΟΡ. οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.
535 ΧΟ. ἡ δ᾽ ἐξ ὕπνου κέκλαγεν ἐπτοημένη.
πολλοὶ δ᾽ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,
λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·
πέμπει δ᾽ ἔπειτα τάσδε κηδείους χοάς,
ἄκος τομαῖον ἐλπίσασα πημάτων.
540 ΟΡ. ἀλλ᾽ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ
τοὔνειρον εἶναι τοῦτ᾽ ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν.
εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ
οὕφις ἐπ᾽ ἀμὰ σπάργαν᾽ † ἠπλείζετο,
545 καὶ μαστὸν ἀμφέχασκ᾽ ἐμὸν θρεπτήριον,
θρόμβῳ τ᾽ ἔμειξεν αἵματος φίλον γάλα,
ἡ δ᾽ ἀμφὶ τάρβει τῷδ᾽ ἐπῴμωξεν πάθει,
δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,
θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δ᾽ ἐγὼ
550 κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.
ΧΟ. τερασκόπον δὴ τῶνδέ σ᾽ αἱροῦμαι πέρι,
γένοιτο δ᾽ οὕτως. τἄλλα δ᾽ ἐξηγοῦ φίλοις,
τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.
|