725ΙΦ. ἀπέλθεθ᾽ ὑμεῖς καὶ παρευτρεπίζετε
τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.
δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,
ξένοι, πάρεισιν· ἃ δ᾽ ἐπὶ τοῖσδε βούλομαι,
ἀκούσατ᾽· οὐδεὶς αὑτὸς ἐν πόνοις ‹τ᾽› ἀνὴρ
730ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ.
ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς
θῆται παρ᾽ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς
ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.
ΟΡ. τί δῆτα βούλει; τίνος ἀμηχανεῖς πέρι;
735ΙΦ. ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς
πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.
ΟΡ. ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;
ΙΦ. τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
ΟΡ. ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.
740ΙΦ. δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν;
ΟΡ. ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;
ΙΦ. ναί.
πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος.
ΟΡ. ὄμνυ· σὺ δ᾽ ἔξαρχ᾽ ὅρκον ὅστις εὐσεβής.
ΙΦ. δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.
745ΠΥ. τοῖς σοῖς φίλοισι γράμματ᾽ ἀποδώσω τάδε.
ΙΦ. κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.
ΠΥ. τίν᾽ οὖν ἐπόμνυς τοισίδ᾽ ὅρκιον θεῶν;
ΙΦ. Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.
ΠΥ. ἐγὼ δ᾽ ἄνακτά γ᾽ οὐρανοῦ, σεμνὸν Δία.
750ΙΦ. εἰ δ᾽ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ;
ΠΥ. ἄνοστος εἴην· τί δὲ σύ, μὴ σῴσασά με;
ΙΦ. μήποτε κατ᾽ Ἄργος ζῶσ᾽ ἴχνος θείην ποδός.
ΠΥ. ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.
ΙΦ. ἀλλ᾽ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ.
755ΠΥ. ἐξαίρετόν μοι δὸς τόδ᾽, ἤν τι ναῦς πάθῃ,
χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα
ἀφανὴς γένηται, σῶμα δ᾽ ἐκσῴσω μόνον,
τὸν ὅρκον εἶναι τόνδε μηκέτ᾽ ἔμπεδον.
ΙΦ. ἀλλ᾽ οἶσθ᾽ ὃ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ·
760τἀνόντα κἀγγεγραμμέν᾽ ἐν δέλτου πτυχαῖς
λόγῳ φράσω σοι πάντ᾽ ἀναγγεῖλαι φίλοις.
ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσῴσῃς γραφήν,
αὕτη φράσει σιγῶσα τἀγγεγραμμένα·
ἢν δ᾽ ἐν θαλάσσῃ γράμματ᾽ ἀφανισθῇ τάδε,
765τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί.
|