Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΗΡΟΔΟΤΟΣ

Ἱστορίαι (7.61.1-7.80.1)

[7.61.1] Οἱ δὲ στρατευόμενοι οἵδε ἦσαν, Πέρσαι μὲν ὧδε ἐσκευασμένοι· περὶ μὲν τῇσι κεφαλῇσι εἶχον τιάρας καλεομένους, πίλους ἀπαγέας, περὶ δὲ τὸ σῶμα κιθῶνας χειριδωτοὺς ποικίλους, ... λεπίδος σιδηρέης ὄψιν ἰχθυοειδέος, περὶ δὲ τὰ σκέλεα ἀναξυρίδας, ἀντὶ δὲ ἀσπίδων γέρρα· ὑπὸ δὲ φαρετρεῶνες ἐκρέμαντο· αἰχμὰς δὲ βραχέας εἶχον, τόξα δὲ μεγάλα, ὀϊστοὺς δὲ καλαμίνους, πρὸς δὲ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρὸν παραιωρεύμενα ἐκ τῆς ζώνης. [7.61.2] καὶ ἄρχοντα παρείχοντο Ὀτάνεα, τὸν Ἀμήστριος πατέρα τῆς Ξέρξεω γυναικός. ἐκαλέοντο δὲ πάλαι ὑπὸ μὲν Ἑλλήνων Κηφῆνες, ὑπὸ μέντοι σφέων αὐτῶν καὶ τῶν περιοίκων Ἀρταῖοι. [7.61.3] ἐπεὶ δὲ Περσεὺς ὁ Δανάης τε καὶ Διὸς ἀπίκετο παρὰ Κηφέα τὸν Βήλου καὶ ἔσχε αὐτοῦ τὴν θυγατέρα Ἀνδρομέδην, γίνεται αὐτῷ παῖς τῷ οὔνομα ἔθετο Πέρσην, τοῦτον δὲ αὐτοῦ καταλείπει· ἐτύγχανε γὰρ ἄπαις ἐὼν ὁ Κηφεὺς ἔρσενος γόνου. ἐπὶ τούτου δὴ τὴν ἐπωνυμίην ἔσχον. [7.62.1] Μῆδοι δὲ τὴν αὐτὴν ταύτην ἐσταλμένοι ἐστρατεύοντο· Μηδικὴ γὰρ αὕτη ἡ σκευή ἐστι καὶ οὐ Περσική. οἱ δὲ Μῆδοι ἄρχοντα μὲν παρείχοντο Τιγράνην ἄνδρα Ἀχαιμενίδην, ἐκαλέοντο δὲ πάλαι πρὸς πάντων Ἄριοι, ἀπικομένης δὲ Μηδείης τῆς Κολχίδος ἐξ Ἀθηνέων ἐς τοὺς Ἀρίους τούτους μετέβαλον καὶ οὗτοι τὸ οὔνομα. αὐτοὶ περὶ σφέων ὧδε λέγουσι Μῆδοι. [7.62.2] Κίσσιοι δὲ στρατευόμενοι τὰ μὲν ἄλλα κατά περ Πέρσαι ἐσκευάδατο, ἀντὶ δὲ τῶν πίλων μιτρηφόροι ἦσαν. Κισσίων δὲ ἦρχε Ἀνάφης ὁ Ὀτάνεω. Ὑρκάνιοι δὲ κατά περ Πέρσαι ἐσεσάχατο, ἡγεμόνα παρεχόμενοι Μεγάπανον τὸν Βαβυλῶνος ὕστερον τούτων ἐπιτροπεύσαντα. [7.63.1] Ἀσσύριοι δὲ στρατευόμενοι περὶ μὲν τῇσι κεφαλῇσι εἶχον χάλκεά τε κράνεα καὶ πεπλεγμένα τρόπον τινὰ βάρβαρον οὐκ εὐαπήγητον, ἀσπίδας δὲ καὶ αἰχμὰς καὶ ἐγχειρίδια παραπλήσια τοῖσι Αἰγυπτίοισι εἶχον, πρὸς δὲ ῥόπαλα ξύλων τετυλωμένα σιδήρῳ καὶ λινέους θώρηκας. οὗτοι δὲ ὑπὸ μὲν Ἑλλήνων ἐκαλέοντο Σύριοι, ὑπὸ δὲ τῶν βαρβάρων Ἀσσύριοι ἐκλήθησαν. [τούτων δὲ μεταξὺ Χαλδαῖοι.] ἦρχε δέ σφεων Ὀτάσπης ὁ Ἀρταχαίεω. [7.64.1] Βάκτριοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι ἀγχοτάτω τῶν Μηδικῶν ἔχοντες ἐστρατεύοντο, τόξα δὲ καλάμινα ἐπιχώρια καὶ αἰχμὰς βραχέας. [7.64.2] Σάκαι δὲ οἱ Σκύθαι περὶ μὲν τῇσι κεφαλῇσι κυρβασίας ἐς ὀξὺ ἀπηγμένας ὀρθὰς εἶχον πεπηγυίας, ἀναξυρίδας δὲ ἐνεδεδύκεσαν, τόξα δὲ ἐπιχώρια καὶ ἐγχειρίδια, πρὸς δὲ καὶ ἀξίνας σαγάρις εἶχον. τούτους δὲ ἐόντας Σκύθας Ἀμυργίους Σάκας ἐκάλεον· οἱ γὰρ Πέρσαι πάντας τοὺς Σκύθας καλέουσι Σάκας. Βακτρίων δὲ καὶ Σακέων ἦρχε Ὑστάσπης ὁ Δαρείου τε καὶ Ἀτόσσης τῆς Κύρου. [7.65.1] Ἰνδοὶ δὲ εἵματα μὲν ἐνδεδυκότες ἀπὸ ξύλων πεποιημένα, τόξα δὲ καλάμινα εἶχον καὶ ὀϊστοὺς καλαμίνους· ἐπὶ δὲ σίδηρος ἦν. ἐσταλμένοι μὲν δὴ ἦσαν οὕτω Ἰνδοί, προσετετάχατο δὲ συστρατευόμενοι Φαρναζάθρῃ τῷ Ἀρταβάτεω. [7.66.1] Ἄριοι δὲ τόξοισι μὲν ἐσκευασμένοι ἦσαν Μηδικοῖσι, τὰ δὲ ἄλλα κατά περ Βάκτριοι. Ἀρίων δὲ ἦρχε Σισάμνης ὁ Ὑδάρνεος. Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Γανδάριοι καὶ Δαδίκαι τὴν αὐτὴν σκευὴν ἔχοντες τὴν καὶ Βάκτριοι ἐστρατεύοντο. [7.66.2] τούτων δὲ ἦρχον οἵδε, Πάρθων μὲν καὶ Χορασμίων Ἀρτάβαζος ὁ Φαρνάκεος, Σόγδων δὲ Ἀζάνης ὁ Ἀρταίου, Γανδαρίων δὲ καὶ Δαδικέων Ἀρτύφιος ὁ Ἀρταβάνου. [7.67.1] Κάσπιοι δὲ σισύρνας τε ἐνδεδυκότες καὶ τόξα ἐπιχώρια καλάμινα ἔχοντες καὶ ἀκινάκεας ἐστρατεύοντο. οὗτοι μὲν οὕτω ἐσκευάδατο, ἡγεμόνα παρεχόμενοι Ἀριόμαρδον τὸν Ἀρτυφίου ἀδελφεόν, Σαράγγαι δὲ εἵματα μὲν βεβαμμένα ἔχοντες ἐνέπρεπον, πέδιλα δὲ ἐς γόνυ ἀνατείνοντα εἶχον, τόξα δὲ καὶ αἰχμὰς Μηδικάς. Σαραγγέων δὲ ἦρχε Φερενδάτης ὁ Μεγαβάζου. [7.67.2] Πάκτυες δὲ σισυρνοφόροι τε ἦσαν καὶ τόξα ἐπιχώρια εἶχον καὶ ἐγχειρίδια. Πάκτυες δὲ ἄρχοντα παρείχοντο Ἀρταΰντην τὸν Ἰθαμίτρεω. [7.68.1] Οὔτιοι δὲ καὶ Μύκοι τε καὶ Παρικάνιοι ἐσκευασμένοι ἦσαν κατά περ Πάκτυες. τούτων δὲ ἦρχον οἵδε, Οὐτίων μὲν καὶ Μύκων Ἀρσαμένης ὁ Δαρείου, Παρικανίων δὲ Σιρομίτρης ὁ Οἰοβάζου. [7.69.1] Ἀράβιοι δὲ ζειρὰς ὑπεζωμένοι ἦσαν, τόξα δὲ παλίντονα εἶχον πρὸς δεξιά, μακρά. Αἰθίοπες δὲ παρδαλέας τε καὶ λεοντέας ἐναμμένοι, τόξα δὲ εἶχον ἐκ φοίνικος σπάθης πεποιημένα, μακρά, τετραπήχεων οὐκ ἐλάσσω, ἐπὶ δὲ καλαμίνους ὀϊστοὺς σμικρούς, ἀντὶ δὲ σιδήρου ἐπῆν λίθος ὀξὺς πεποιημένος, τῷ καὶ τὰς σφρηγῖδας γλύφουσι· πρὸς δὲ αἰχμὰς εἶχον, ἐπὶ δὲ κέρας δορκάδος ἐπῆν ὀξὺ πεποιημένον τρόπον λόγχης· εἶχον δὲ καὶ ῥόπαλα τυλωτά. τοῦ δὲ σώματος τὸ μὲν ἥμισυ ἐξηλείφοντο γύψῳ ἰόντες ἐς μάχην, τὸ δὲ ἥμισυ μίλτῳ. [7.69.2] Ἀραβίων δὲ καὶ Αἰθιόπων τῶν ὑπὲρ Αἰγύπτου οἰκημένων ἦρχε Ἀρσάμης ὁ Δαρείου ‹τε› καὶ Ἀρτυστώνης τῆς Κύρου θυγατρός, τὴν μάλιστα στέρξας τῶν γυναικῶν Δαρεῖος εἰκὼ χρυσέην σφυρήλατον ἐποιήσατο. τῶν μὲν δὴ ὑπὲρ Αἰγύπτου Αἰθιόπων καὶ Ἀραβίων ἦρχε Ἀρσάμης, [7.70.1] οἱ δὲ ἀπὸ ἡλίου ἀνατολέων Αἰθίοπες (διξοὶ γὰρ δὴ ἐστρατεύοντο) προσετετάχατο τοῖσι Ἰνδοῖσι, διαλλάσσοντες εἶδος μὲν οὐδὲν τοῖσι ἑτέροισι, φωνὴν δὲ καὶ τρίχωμα μοῦνον· οἱ μὲν γὰρ ἀπὸ ἡλίου Αἰθίοπες ἰθύτριχές εἰσι, οἱ δ᾽ ἐκ τῆς Λιβύης οὐλότατον τρίχωμα ἔχουσι πάντων ἀνθρώπων. [7.70.2] οὗτοι δὲ οἱ ἐκ τῆς Ἀσίης Αἰθίοπες τὰ μὲν πλέω κατά περ Ἰνδοὶ ἐσεσάχατο, προμετωπίδια δὲ ἵππων εἶχον ἐπὶ τῇσι κεφαλῇσι σύν τε τοῖσι ὠσὶ ἐκδεδαρμένα καὶ τῇ λοφιῇ· καὶ ἀντὶ μὲν λόφου ἡ λοφιὴ κατέχρα, τὰ δὲ ὦτα τῶν ἵππων ὀρθὰ πεπηγότα εἶχον· προβλήματα δὲ ἀντ᾽ ἀσπίδων ἐποιεῦντο γεράνων δοράς. [7.71.1] Λίβυες δὲ σκευὴν μὲν σκυτίνην ἤισαν ἔχοντες, ἀκοντίοισι δὲ ἐπικαύτοισι χρεώμενοι. ἄρχοντα δὲ παρείχοντο Μασσάγην τὸν Ὀαρίζου. [7.72.1] Παφλαγόνες δὲ ἐστρατεύοντο ἐπὶ μὲν τῇσι κεφαλῇσι κράνεα πεπλεγμένα ἔχοντες, ἀσπίδας δὲ σμικρὰς αἰχμάς τε οὐ μεγάλας, πρὸς δὲ ἀκόντια καὶ ἐγχειρίδια, περὶ δὲ τοὺς πόδας πέδιλα ἐπιχώρια ἐς μέσην κνήμην ἀνατείνοντα. Λίγυες δὲ καὶ Ματιηνοὶ καὶ Μαριανδυνοί τε καὶ Σύριοι τὴν αὐτὴν ἔχοντες Παφλαγόσι ἐστρατεύοντο. οἱ δὲ Σύριοι οὗτοι ὑπὸ Περσέων Καππαδόκαι καλέονται. [7.72.2] Παφλαγόνων μέν νυν καὶ Ματιηνῶν Δῶτος ὁ Μεγασίδρου ἦρχε, Μαριανδυνῶν δὲ καὶ Λιγύων καὶ Συρίων Γωβρύης ὁ Δαρείου τε καὶ Ἀρτυστώνης. [7.73.1] Φρύγες δὲ ἀγχοτάτω τῆς Παφλαγονικῆς σκευὴν εἶχον, ὀλίγον παραλλάσσοντες. οἱ δὲ Φρύγες, ὡς Μακεδόνες λέγουσι, ἐκαλέοντο Βρίγες χρόνον ὅσον Εὐρωπήιοι ἐόντες σύνοικοι ἦσαν Μακεδόσι, μεταβάντες δὲ ἐς τὴν Ἀσίην ἅμα τῇ χώρῃ καὶ τὸ οὔνομα μετέβαλον [ἐς Φρύγας]. Ἀρμένιοι δὲ κατά περ Φρύγες ἐσεσάχατο, ἐόντες Φρυγῶν ἄποικοι. τούτων συναμφοτέρων ἦρχε Ἀρτόχμης, Δαρείου ἔχων θυγατέρα. [7.74.1] Λυδοὶ δὲ ἀγχοτάτω τῶν Ἑλληνικῶν εἶχον ὅπλα. οἱ δὲ Λυδοὶ Μηίονες ἐκαλέοντο τὸ πάλαι, ἐπὶ δὲ Λυδοῦ τοῦ Ἄτυος ἔσχον τὴν ἐπωνυμίην, μεταβαλόντες τὸ οὔνομα. Μυσοὶ δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι εἶχον κράνεα ἐπιχώρια, ἀσπίδας δὲ σμικράς, ἀκοντίοισι δὲ ἐχρέωντο ἐπικαύτοισι. [7.74.2] οὗτοι δέ εἰσι Λυδῶν ἄποικοι, ἀπ᾽ Ὀλύμπου δὲ ὄρεος καλέονται Ὀλυμπιηνοί. Λυδῶν δὲ καὶ Μυσῶν ἦρχε Ἀρταφρένης ὁ Ἀρταφρένεος, ὃς ἐς Μαραθῶνα ἐσέβαλε ἅμα Δάτι. [7.75.1] Θρήικες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι ἀλωπεκέας ἔχοντες ἐστρατεύοντο, περὶ δὲ τὸ σῶμα κιθῶνας, ἐπὶ δὲ ζειρὰς περιβεβλημένοι ποικίλας, περὶ δὲ τοὺς πόδας τε καὶ τὰς κνήμας πέδιλα νεβρῶν, πρὸς δὲ ἀκόντιά τε καὶ πέλτας καὶ ἐγχειρίδια σμικρά. [7.75.2] οὗτοι δὲ διαβάντες μὲν ἐς τὴν Ἀσίην ἐκλήθησαν Βιθυνοί, τὸ δὲ πρότερον ἐκαλέοντο, ὡς αὐτοὶ λέγουσι, Στρυμόνιοι, οἰκέοντες ἐπὶ Στρυμόνι· ἐξαναστῆναι δέ φασι ἐξ ἠθέων ὑπὸ Τευκρῶν τε καὶ Μυσῶν. Θρηίκων δὲ τῶν ἐν τῇ Ἀσίῃ ἦρχε Βασσάκης ὁ Ἀρταβάνου. [7.76.1] … ἀσπίδας δὲ ὠμοβοΐνας εἶχον σμικράς, καὶ προβόλους δύο λυκιοεργέας ἕκαστος εἶχε, ἐπὶ δὲ τῇσι κεφαλῇσι κράνεα χάλκεα· πρὸς δὲ τοῖσι κράνεσι ὦτά τε καὶ κέρεα προσῆν βοὸς χάλκεα, ἐπῆσαν δὲ καὶ λόφοι· τὰς δὲ κνήμας ῥάκεσι φοινικέοισι κατειλίχατο. ἐν τούτοισι τοῖσι ἀνδράσι Ἄρεός ἐστι χρηστήριον. [7.77.1] Καβηλέες δὲ οἱ Μηίονες, Λασόνιοι δὲ καλεύμενοι, τὴν αὐτὴν Κίλιξι εἶχον σκευήν, τὴν ἐγώ, ἐπεὰν κατὰ τὴν Κιλίκων τάξιν διεξιὼν γένωμαι, τότε σημανέω. Μιλύαι δὲ αἰχμάς τε βραχέας εἶχον καὶ εἵματα ἐνεπεπορπέατο· εἶχον δὲ αὐτῶν τόξα μετεξέτεροι Λύκια, περὶ δὲ τῇσι κεφαλῇσι ἐκ διφθερέων πεποιημένας κυνέας. τούτων πάντων ἦρχε Βάδρης ὁ Ὑστάνεος. [7.78.1] Μόσχοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι κυνέας ξυλίνας εἶχον, ἀσπίδας δὲ καὶ αἰχμὰς σμικράς· λόγχαι δὲ ἐπῆσαν μεγάλαι. Τιβαρηνοὶ δὲ καὶ Μάκρωνες καὶ Μοσσύνοικοι κατά περ Μόσχοι ἐσκευασμένοι ἐστρατεύοντο. τούτους δὲ συνέτασσον ἄρχοντες οἵδε, Μόσχους μὲν καὶ Τιβαρηνοὺς Ἀριόμαρδος ὁ Δαρείου τε παῖς καὶ Πάρμυος τῆς Σμέρδιος τοῦ Κύρου, Μάκρωνας δὲ καὶ Μοσσυνοίκους Ἀρταΰκτης ὁ Χεράσμιος, ὃς Σηστὸν τὴν ἐν Ἑλλησπόντῳ ἐπετρόπευε. [7.79.1] Μᾶρες δὲ ἐπὶ μὲν τῇσι κεφαλῇσι κράνεα ἐπιχώρια πλεκτὰ εἶχον, ἀσπίδας δὲ δερματίνας σμικρὰς καὶ ἀκόντια. Κόλχοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι κράνεα ξύλινα, ἀσπίδας δὲ ὠμοβοΐνας σμικρὰς αἰχμάς τε βραχέας, πρὸς δὲ μαχαίρας εἶχον. Μαρῶν δὲ καὶ Κόλχων ἦρχε Φαρανδάτης ὁ Τεάσπιος. Ἀλαρόδιοι δὲ καὶ Σάσπειρες κατά περ Κόλχοι ὡπλισμένοι ἐστρατεύοντο. τούτων δὲ Μασίστιος ὁ Σιρομίτρεω ἦρχε. [7.80.1] τὰ δὲ νησιωτικὰ ἔθνεα τὰ ἐκ τῆς Ἐρυθρῆς θαλάσσης ἑπόμενα, νήσων δὲ ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς, ἀγχοτάτω τῶν Μηδικῶν εἶχον ἐσθῆτά τε καὶ ὅπλα. τούτων δὲ τῶν νησιωτέων ἦρχε Μαρδόντης ὁ Βαγαίου, ὃς ἐν Μυκάλῃ στρατηγέων δευτέρῳ ἔτεϊ τούτων ἐτελεύτησε ἐν τῇ μάχῃ.

[7.61.1] Τα έθνη που πήραν μέρος στην εκστρατεία ήταν τα εξής: οι Πέρσες, με την ακόλουθη εξάρτυση: στο κεφάλι φορούσαν τις λεγόμενες τιάρες (σκουφιά μαλακά), κι ήταν ντυμένοι με χιτώνες πολύχρωμους, με μεγάλα μανίκια, και με θώρακες από σιδερένια λέπια, σαν ψαριού, και γύρω απ᾽ τα σκέλια τους αναξυρίδες· κι είχαν, αντί γι᾽ ασπίδες, τα γέρρα, που από το κάτω μέρος τους κρέμονταν οι φαρέτρες· κι είχαν δόρατα κοντά, αλλά τα τόξα τους ήταν μεγάλα και τα βέλη τους από καλάμι· κι ακόμα είχαν κοντομάχαιρα κρεμασμένα απ᾽ τη ζώνη τους δίπλα στο δεξί μερί. [7.61.2] Κι αρχηγό τους είχαν τον Οτάνη, πατέρα της Άμηστρης, της γυναίκας του Ξέρξη. Στα παλιά χρόνια οι Έλληνες τους ονόμαζαν Κηφήνες, οι ίδιοι όμως ονόμαζαν τον εαυτό τους Αρταίους (έτσι τους ονόμαζαν και οι γείτονές τους). [7.61.3] Αλλά όταν ο Περσέας, ο γιος της Δανάης και του Δία, πήγε στον Κηφέα, το γιο του Βήλου, και πήρε γυναίκα του τη θυγατέρα του, την Ανδρομέδα, απόχτησε γιο που τον ονόμασε Πέρση, κι ύστερα τον αφήνει εκεί· γιατί έτυχε να μην αποκτήσει ο Κηφέας αρσενικό παιδί. Απ᾽ αυτόν λοιπόν πήραν τ᾽ όνομά τους οι Πέρσες.
[7.62.1] Κι οι Μήδοι έπαιρναν μέρος στην εκστρατεία έχοντας την ίδια ακριβώς εξάρτυση· γιατί η εξάρτυση αυτή είναι μηδική κι όχι περσική. Οι Μήδοι λοιπόν είχαν αρχηγό τους τον Τιγράνη, από τους Αχαιμενίδες· τον παλιό καιρό όλος ο κόσμος τούς αποκαλούσε Αρίους, όταν όμως η Μήδεια, κολχικής καταγωγής, έφτασε από την Αθήνα στη χώρα των Αρίων, άλλαξαν κι αυτοί το όνομά τους. Αυτά λένε για τον εαυτό τους οι Μήδοι. [7.62.2] Κι οι Κίσσιοι έπαιρναν μέρος στην εκστρατεία με εξάρτυση εντελώς ίδια με την περσική, αντί όμως τιάρες φορούσαν μίτρες. Κι αρχηγός των Κισσίων ήταν ο Ανάφης, ο γιος του Οτάνη. Κι οι Υρκάνιοι ήταν οπλισμένοι όπως οι Πέρσες, κι είχαν αρχηγό τον Μεγάπανο, αυτόν που μετά απ᾽ αυτή την εκστρατεία έγινε διοικητής της Βαβυλώνας.
[7.63.1] Κι οι Ασσύριοι εκστράτευαν φορώντας στο κεφάλι χάλκινα κράνη, με μια πλέξη βαρβαρική που δεν είναι εύκολο να περιγραφεί, είχαν όμως ασπίδες και δόρατα και κοντομάχαιρα παρόμοια με των Αιγυπτίων κι ακόμη ξύλινα ρόπαλα ενισχυμένα με σιδερένια καρφιά και θώρακες από λινάρι. Αυτούς οι Έλληνες τους ονόμαζαν Συρίους, αλλά οι βάρβαροι τους αποκαλούσαν Ασσυρίους. [Ανάμεσα σ᾽ αυτούς ήταν κι οι Χαλδαίοι]. Κι αρχηγό τους είχαν τον Οτάσπη, το γιο του Αρταχαίου.
[7.64.1] Κι οι Βάκτριοι εκστράτευαν φορώντας κάλυμμα της κεφαλής παρόμοιο με των Μήδων, αλλά τα τόξα ήταν του τόπου τους, από μπαμπού, και τα δόρατά τους κοντά. [7.64.2] Και οι Σάκες, Σκύθες, φορούσαν στο κεφάλι κυρβασίες που κατέληγαν σε μύτη, κρατιούνταν όρθιες και στέρεες· ήταν ντυμένοι με αναξυρίδες· τόξα και κοντομάχαιρα είχαν του τόπου τους κι ακόμα κρατούσαν πολεμικό πελέκι, τη σάγαρη. Αυτούς λοιπόν, που ήταν Αμύργιοι Σκύθες, τους αποκαλούσαν Σάκες· γιατί οι Πέρσες όλους τους Σκύθες τούς αποκαλούν Σάκες. Αρχηγός των Βακτρίων και των Σακών ήταν ο Υστάσπης, γιος του Δαρείου και της Άτοσσας, της θυγατέρας του Κύρου.
[7.65.1] Οι Ινδοί πάλι, ντυμένοι με ρούχα καμωμένα από ξύλινο νήμα, είχαν τόξα από μπαμπού και βέλη από καλάμι με σιδερένια μύτη. Αυτή την εξάρτυση είχαν οι Ινδοί κι έπαιρναν μέρος στην εκστρατεία κάτω από τις διαταγές του Φαρναζάθρη, του γιου του Αρταβάτη.
[7.66.1] Οι Άριοι πάλι ήταν οπλισμένοι με τόξα μηδικά, σ᾽ όλα τ᾽ άλλα όμως είχαν την εξάρτυση των Βακτρίων. Κι αρχηγός των Αρίων ήταν ο Σισάμνης, ο γιος του Υδάρνη. Τώρα, οι Πάρθοι κι οι Χοράσμιοι και οι Σόγδοι και οι Γανδάριοι κι οι Δαδίκες έπαιρναν μέρος στην εκστρατεία έχοντας την ίδια εξάρτυση με τους Βακτρίους. [7.66.2] Νά κι οι αρχηγοί τους: των Πάρθων και των Χορασμίων ο Αρτάβαζος, ο γιος του Φαρνάκη, των Σόγδων ο Αζάνης, ο γιος του Αρταίου, των Γανδαρίων και των Δαδίκων ο Αρτύφιος, ο γιος του Αρταβάνου.
[7.67.1] Κι οι Κάσπιοι, ντυμένοι με προβιές ζώων, έπαιρναν μέρος στην εκστρατεία έχοντας τόξα του τόπου τους, από μπαμπού, και ακινάκες. Αυτή την εξάρτυση είχαν ετούτοι κι επικεφαλής τους ήταν ο Αριόμαρδος, ο αδερφός του Αρτυφίου· κι οι Σαράγγες, φορούσαν ρούχα που εντυπωσίαζαν με τα ζωηρά χρώματά τους, και υποδήματα ψηλά ώς το γόνατο, και τόξα και δόρατα μηδικά. Των Σαράγγων αρχηγός ήταν ο Φερενδάτης, ο γιος του Μεγαβάζου. [7.67.2] Οι Πάκτυες πάλι φορούσαν προβιές ζώων και κρατούσαν τόξα και κοντομάχαιρα του τόπου τους· οι Πάκτυες είχαν αρχηγό τον Αρταΰντη, το γιο του Ιθαμίτρη.
[7.68.1] Κι οι Ούτιοι κι οι Μύκοι κι οι Παρικάνιοι είχαν την εξάρτυση των Πακτύων, και αρχηγοί τους ήταν: των Ουτίων και των Μύκων ο Αρσαμένης, ο γιος του Δαρείου, και των Παρικανίων ο Σιρομίτρης, ο γιος του Οιοβάζου.
[7.69.1] Κι οι Αράβιοι φορούσαν κελεμπίες με ζώνη στη μέση, κι είχαν τόξα κυρτά, στο δεξί τους ώμο, με μεγάλο μήκος. Κι οι Αιθίοπες, φορώντας τομάρια πανθήρων και λιονταριών, είχαν τόξα καμωμένα από κλαριά φοινικιάς, με μεγάλο μήκος, όχι μικρότερα από τέσσερες πήχεις, που τα όπλιζαν με μικρά βέλη από καλάμι που η μύτη τους, αντί από σίδερο, ήταν από πέτρα που την έκαναν μυτερή· μ᾽ αυτή την πέτρα χαράζουν και τους σφραγιδολίθους τους· κι είχαν επίσης δόρατα που η αιχμή τους ήταν από κέρατο ελαφιού που το έκαναν μυτερό σαν ξίφος· κι είχαν και ρόπαλα ενισχυμένα με καρφιά. Μπαίνοντας στη μάχη έβαφαν το σώμα τους, το μισό με γύψο, το άλλο μισό με κοκκινόχωμα. [7.69.2] Λοιπόν, των Αραβίων και των Αιθιόπων που κατοικούσαν πάνω από την Αίγυπτο αρχηγός ήταν ο Αρσάμης, ο γιος του Δαρείου και της Αρτυστώνης, της θυγατέρας του Κύρου που ο Δαρείος την αγάπησε περισσότερο από κάθε άλλη γυναίκα του κι έβαλε να κάνουν το άγαλμά της από σφυρηλατημένο χρυσάφι.
Λοιπόν, αρχηγός των Αιθιόπων που κατοικούν πάνω από την Αίγυπτο και των Αραβίων ήταν ο Αρσάμης, [7.70.1] ενώ οι Αιθίοπες που κατοικούν προς την ανατολή του ήλιου (γιατί δυο διαφορετικές φυλές τους έπαιρναν μέρος στην εκστρατεία) αποτελούσαν ένα σώμα με τους Ινδούς· οι δυο φυλές τους δε διαφέρουν καθόλου στη μορφή η μια απ᾽ την άλλη παρά μονάχα στη γλώσσα και τα μαλλιά· γιατί οι Αιθίοπες που κατοικούν στην ανατολή του ήλιου έχουν μαλλιά ίσια, ενώ οι άλλοι, που κατοικούν στη Λιβύη, έχουν τα πιο κατσαρά μαλλιά απ᾽ όλους τους ανθρώπους. [7.70.2] Λοιπόν ετούτοι οι Αιθίοπες που κατοικούν στην Ασία έχουν εξάρτυση που στα περισσότερα είναι παρόμοια με των Ινδών, αλλά στο κεφάλι τους φορούν δέρματα γδαρμένα από το μέτωπο των αλόγων μαζί με τ᾽ αυτιά και τη χαίτη· και με τις χαίτες αντικαθιστούν τα λοφία, ενώ τ᾽ αυτιά των αλόγων τα κρατούν όρθια κι αλύγιστα· κι αντί μ᾽ ασπίδες, προστατεύονται με δέρματα γερανών.
[7.71.1] Οι Λίβυες πάλι βάδιζαν ντυμένοι με φορεσιές από προβιές κι οπλισμένοι με ακόντια που η αιχμή τους σκληρύνθηκε στη φωτιά. Κι αρχηγό τους είχαν τον Μασσάγη, το γιο του Οαρίζου.
[7.72.1] Κι οι Παφλαγόνες έπαιρναν μέρος στην εκστρατεία φορώντας στο κεφάλι κράνη πλεχτά· οι ασπίδες τους ήταν μικρές και τα δόρατά τους κοντά· κι είχαν ακόμη ακόντια και κοντομάχαιρα, ενώ στα πόδια τους φορούσαν υποδήματα του τόπου τους, που το ύψος τους έφτανε ώς τη μέση της κνήμης τους. Κι οι Λίγυες κι οι Ματιηνοί κι οι Μαριανδυνοί και οι Σύριοι έπαιρναν μέρος στην εκστρατεία έχοντας την ίδια εξάρτυση με τους Παφλαγόνες. Οι Σύριοι που αναφέραμε αποκαλούνται από τους Πέρσες Καππαδόκες. [7.72.2] Των Παφλαγόνων και των Ματιηνών αρχηγός ήταν ο Δώτος, ο γιος του Μεγασίδρου, ενώ των Μαριανδυνών και των Λιγύων και των Συρίων ο Γωβρύας, ο γιος του Δαρείου και της Αρτυστώνης.
[7.73.1] Κι οι Φρύγες είχαν εξάρτυση ολόιδια με τους Παφλαγόνες, με κάτι λίγες διαφορές μονάχα. Και, όπως λεν οι Μακεδόνες, αυτοί οι Φρύγες ονομάζονταν Βρύγες όσο καιρό ήταν στην Ευρώπη και κατοικούσαν στην ίδια περιοχή με τους Μακεδόνες· όταν όμως μετανάστευσαν στην Ασία, μαζί με τον τόπο άλλαξαν και τ᾽ όνομα. Οι Αρμένιοι πάλι είχαν εξάρτυση παρόμοια με τους Φρύγες, αφού ήταν άποικοι των Φρυγών. Αρχηγός και των δυο τους ήταν ο Αρτόχμης, που είχε γυναίκα θυγατέρα του Δαρείου.
[7.74.1] Κι οι Λυδοί είχαν όπλα ολόιδια με τα ελληνικά. Λοιπόν, τον παλιό καιρό οι Λυδοί ονομάζονταν Μαίονες, αλλά άλλαξαν όνομα και πήραν το σημερινό όνομά τους από τον Λυδό, το γιο του Άτυ. Κι οι Μυσοί φορούσαν στο κεφάλι κράνη του τόπου τους κι είχαν μικρές ασπίδες και ακόντια που την αιχμή τους την είχαν σκληρύνει με φωτιά· [7.74.2] είναι άποικοι των Λυδών και πήραν το όνομα Ολυμπιανοί από το όρος Όλυμπος. Αρχηγός των Λυδών και των Μυσών ήταν ο Αρταφρένης, ο γιος του Αρταφρένη, αυτού που είχε εκστρατεύσει στον Μαραθώνα συναρχηγός του Δάτη.
[7.75.1] Στην εκστρατεία έπαιρναν μέρος και οι Θράκες φορώντας στο κεφάλι σκούφους από δέρμα αλεπούς· κι ήταν ντυμένοι με χιτώνες κι από πάνω φορούσαν πολύχρωμες κελεμπίες, ενώ στα πέλματα και τις κνήμες τους είχαν υποδήματα από δέρμα μικρού ελαφιού· κρατούσαν ακόμη ακόντια και πέλτες και μικρά κοντομάχαιρα. [7.75.2] Κι αυτοί, με το που διάβηκαν στην Ασία, ονομάστηκαν Βιθυνοί, ενώ προηγουμένως, όπως λένε οι ίδιοι, ονομάζονταν Στρυμόνιοι, επειδή κατοικούσαν στις όχθες του Στρυμόνα· και ισχυρίζονται πως τους σήκωσαν με τη βία απ᾽ την πατρίδα τους οι Τευκροί και οι Μυσοί. Οι Θράκες αυτοί της Ασίας είχαν αρχηγό τον Βασσάκη, το γιο του Αρταβάνου.
[7.76.1] Κι οι Πισίδες είχαν μικρές ασπίδες από ακατέργαστο δέρμα βοδιών, κι ο καθένας τους κρατούσε δυο κυνηγετικά δόρατα από εργαστήρι της Λυδίας και φορούσε στο κεφάλι χάλκινο κράνος που επάνω του είχαν κολλήσει χάλκινα αυτιά και κέρατα βοδιών και το σκέπαζε λοφίο· τις κνήμες των ποδιών τους τις είχαν τυλιγμένες με λωρίδες κόκκινο ύφασμα. Στη χώρα τους βρίσκεται μαντείο του Άρη.
[7.77.1] Και οι Μαίονες Καβαλείς, που αποκαλούνται Λασόνιοι, είχαν την ίδια εξάρτυση με τους Κίλικες, που θα την περιγράψω όταν, στη σειρά της εξιστόρησής μου, φτάσω στο τάγμα των Κιλίκων. Κι οι Μιλύες κρατούσαν κοντά δόρατα και φορούσαν ρούχα που τα συγκρατούσαν πόρπες· μερικοί απ᾽ αυτούς είχαν τόξα της Λυκίας και φορούσαν στο κεφάλι καλύμματα από κατεργασμένο δέρμα. Αρχηγός όλων αυτών ήταν ο Βάδρης, ο γιος του Υστάνη.
[7.78.1] Οι Μόσχοι πάλι φορούσαν στο κεφάλι ξύλινα κράνη, κρατούσαν ασπίδες και δόρατα μικρά, αλλά με μεγάλη αιχμή. Οι Τιβαρηνοί, οι Μάκρωνες κι οι Μοσσύνοικοι εκστράτευσαν με εξάρτυση παρόμοια με τους Μόσχους. Κι αυτοί ήταν κάτω από τις διαταγές των εξής αρχόντων: οι Μόσχοι και οι Τιβαρηνοί, του Αριομάρδου, του γιου του Δαρείου και της Πάρμυος (της θυγατέρας του Σμέρδη, του γιου του Κύρου)· οι Μάκρωνες και οι Μοσσύνοικοι, του Αρταΰκτη, του γιου του Χερασμίου, που ήταν διοικητής της Σηστού του Ελλησπόντου.
[7.79.1] Κι οι Μάρες είχαν στο κεφάλι τους πλεχτά κράνη του τόπου τους και μικρές δερμάτινες ασπίδες και ακόντια. Κι οι Κόλχοι φορούσαν στο κεφάλι τους ξύλινα κράνη και κρατούσαν μικρές ασπίδες από ακατέργαστο δέρμα βοδιών και δόρατα κοντά, επίσης και μάχαιρες. Αρχηγός των Μαρών και των Κόλχων ήταν ο Φαρανδάτης, ο γιος του Τεάσπη. Οι Αλαρόδιοι και οι Σάσπειρες εκστράτευαν με οπλισμό παρόμοιο με των Κόλχων. Κι αρχηγός τους ήταν ο Μασίστιος, ο γιος του Σιρομίτρη.
[7.80.1] Κι από την Ερυθρά θάλασσα ακολουθούσαν το βασιλιά στην εκστρατεία, ντυμένοι κι οπλισμένοι ολόιδια με τους Μήδους, οι νησιώτικοι λαοί — των νησιών στα οποία ο βασιλιάς στέλνει να εγκατασταθούν αυτούς που τους αποκαλούν εκπατρισμένους. Αρχηγός αυτών των νησιωτών ήταν ο Μαρδόντης, ο γιος του Βαγαίου, που, τον επόμενο χρόνο, αρχηγός του στρατού στη Μυκάλη, σκοτώθηκε σ᾽ εκείνη τη μάχη.