ΚΟ. οὐ τήνα γ᾽, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
30 δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς,
κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.
αἰνέω τάν τε Κρότωνα—«Καλὰ πόλις ἅ τε Ζάκυνθος ...»—
καὶ τὸ ποταῷον τὸ Λακίνιον, ᾇπερ ὁ πύκτας
Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.
35 τηνεὶ καὶ τὸν ταῦρον ἀπ᾽ ὤρεος ἆγε πιάξας
τᾶς ὁπλᾶς κἤδωκ᾽ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες
μακρὸν ἀνάυσαν, χὠ βουκόλος ἐξεγέλασσεν.
ΒΑ. ὦ χαρίεσσ᾽ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας
λασεύμεσθ᾽· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.
40 αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος ὅς με λελόγχει.
ΚΟ. θαρσεῖν χρή, φίλε Βάττε· τάχ᾽ αὔριον ἔσσετ᾽ ἄμεινον.
ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες,
χὠ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δ᾽ ὕει.
ΒΑ. θαρσέω. βάλλε κάτωθε τὰ μοσχία· τᾶς γὰρ ἐλαίας
45 τὸν θαλλὸν τρώγοντι, τὰ δύσσοα. ΚΟ. σίτθ᾽, ὁ Λέπαργος,
σίτθ᾽, ἁ Κυμαίθα, ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;
ἡξῶ, ναὶ τὸν Πᾶνα, κακὸν τέλος αὐτίκα δωσῶν,
εἰ μὴ ἄπει τουτῶθεν. ἴδ᾽ αὖ πάλιν ἅδε ποθέρπει.
αἴθ᾽ ἦς μοι ῥοικόν τι λαγωβόλον, ὥς τυ πάταξα.
50 ΒΑ. θᾶσαί μ᾽, ὦ Κορύδων, ποττῶ Διός· ἁ γὰρ ἄκανθα
ἁρμοῖ μ᾽ ὧδ᾽ ἐπάταξ᾽ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι
τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο·
εἰς ταύταν ἐτύπην χασμεύμενος. ἦ ῥά γε λεύσσεις;
ΚΟ. ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά.
55 ΒΑ. ὁσσίχον ἐστὶ τὸ τύμμα, καὶ ἁλίκον ἄνδρα δαμάσδει.
ΚΟ. εἰς ὄρος ὅκχ᾽ ἕρπῃς, μὴ νήλιπος ἔρχεο, Βάττε·
ἐν γὰρ ὄρει ῥάμνοι τε καὶ ἀσπάλαθοι κομόωντι.
ΒΑ. εἴπ᾽ ἄγε μ᾽, ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥ᾽ ἔτι μύλλει
τήναν τὰν κυάνοφρυν ἐρωτίδα τᾶς ποκ᾽ ἐκνίσθη;
60 ΚΟ. ἀκμάν γ᾽, ὦ δείλαιε· πρόαν γε μὲν αὐτὸς ἐπενθών
καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει.
ΒΑ. εὖ γ᾽, ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις
ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδει.
|