ΟΡ. πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών,
480 αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.
ΗΛ. κἀγώ, πάτερ, τοιάδε· σοῦ χρεία μ᾽ ἔχει
†φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ† . . .
ΟΡ. οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν
κτιζοίατ᾽· εἰ δὲ μή, παρ᾽ εὐδείπνοις ἔσῃ
485 ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός.
ΗΛ. κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας
οἴσω πατρῴων ἐκ δόμων γαμηλίους·
πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον.
ΟΡ. ὦ γαῖ᾽, ἄνες μοι πατέρ᾽ ἐποπτεῦσαι μάχην.
490 ΗΛ. ὦ Περσέφασσα, δὸς δέ γ᾽ εὔμορφον κράτος.
ΟΡ. μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ.
ΗΛ. μέμνησο δ᾽ ἀμφίβληστρον ὡς ἐκαίνισαν—
ΟΡ. πέδαις δ᾽ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ—
ΗΛ. αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν.
495 ΟΡ. ἆρ᾽ ἐξεγείρῃ τοῖσδ᾽ ὀνείδεσιν, πάτερ;
ΗΛ. ἆρ᾽ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα;
ΟΡ. ἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις,
ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν,
εἴπερ κρατηθείς γ᾽ ἀντινικῆσαι θέλεις.
500 ΗΛ. καὶ τῆσδ᾽ ἄκουσον λοισθίου βοῆς, πάτερ·
ἰδὼν νεοσσοὺς τούσδ᾽ ἐφημένους τάφῳ,
οἴκτιρε θῆλυν ἄρσενός θ᾽ ὁμοῦ γόον.
ΟΡ. καὶ μὴ ᾽ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε,
οὕτω γὰρ οὐ τέθνηκας οὐδέ περ θανών.
505 [παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι
θανόντι· φελλοὶ δ᾽ ὣς ἄγουσι δίκτυον,
τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου.]
ΗΛ. ἄκου᾽, ὑπὲρ σοῦ τοιάδ᾽ ἔστ᾽ ὀδύρματα,
αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
510 ΧΟ. καὶ μὴν ἀμεμφῆ τόνδ᾽ ἐτείνατον λόγον,
τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δ᾽ ἄλλ᾽, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,
ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.
|