Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΗΡΟΔΟΤΟΣ
Ἱστορίαι (6.137.1-6.140.2)
[6.137.1] Λῆμνον δὲ Μιλτιάδης ὁ Κίμωνος ὧδε ἔσχε· Πελασγοὶ ἐπείτε ἐκ τῆς Ἀττικῆς ὑπὸ Ἀθηναίων ἐξεβλήθησαν, εἴτε ὦν δὴ δικαίως εἴτε ἀδίκως· τοῦτο γὰρ οὐκ ἔχω φράσαι, πλὴν τὰ λεγόμενα, ὅτι Ἑκαταῖος μὲν ὁ Ἡγησάνδρου ἔφησε ἐν τοῖσι λόγοισι λέγων ἀδίκως· [6.137.2] ἐπείτε γὰρ ἰδεῖν τοὺς Ἀθηναίους τὴν χώρην, τήν σφι αὐτοὶ ὑπὸ τὸν Ὑμησσὸν ἐοῦσαν ἔδοσαν οἰκῆσαι μισθὸν τοῦ τείχεος τοῦ περὶ τὴν ἀκρόπολίν κοτε ἐληλαμένου, ταύτην ὡς ἰδεῖν τοὺς Ἀθηναίους ἐξεργασμένην εὖ, τὴν πρότερον εἶναι κακήν τε καὶ τοῦ μηδενὸς ἀξίην, λαβεῖν φθόνον τε καὶ ἵμερον τῆς γῆς, καὶ οὕτως ἐξελαύνειν αὐτοὺς οὐδεμίαν ἄλλην πρόφασιν προϊσχομένους τοὺς Ἀθηναίους. [6.137.3] ὡς δὲ αὐτοὶ Ἀθηναῖοι λέγουσι, δικαίως ἐξελάσαι. κατοικημένους γὰρ τοὺς Πελασγοὺς ὑπὸ τῷ Ὑμησσῷ ἐνθεῦτεν ὁρμωμένους ἀδικέειν τάδε· φοιτᾶν γὰρ δὴ τὰς σφετέρας θυγατέρας [τε καὶ τοὺς παῖδας] ἐπ᾽ ὕδωρ ἐπὶ τὴν Ἐννεάκρουνον· οὐ γὰρ εἶναι τοῦτον τὸν χρόνον σφίσι κω οὐδὲ τοῖσι ἄλλοισι Ἕλλησι οἰκέτας· ὅκως δὲ ἔλθοιεν αὗται, τοὺς Πελασγοὺς ὑπὸ ὕβριός τε καὶ ὀλιγωρίης βιᾶσθαι σφέας. καὶ ταῦτα μέντοι σφι οὐκ ἀποχρᾶν ποιέειν, ἀλλὰ τέλος καὶ ἐπιβουλεύοντας ἐπιχειρήσειν φανῆναι ἐπ᾽ αὐτοφώρῳ. [6.137.4] ἑωυτοὺς δὲ γενέσθαι τοσούτῳ ἐκείνων ἄνδρας ἀμείνονας, ὅσῳ παρεὸν αὐτοῖσι ἀποκτεῖναι τοὺς Πελασγούς, ἐπεί σφεας ἔλαβον ἐπιβουλεύοντας, οὐκ ἐθελῆσαι, ἀλλά σφι προειπεῖν ἐκ τῆς γῆς ἐξιέναι. τοὺς δὲ οὕτω δὴ ἐκχωρήσαντας ἄλλα τε σχεῖν χωρία καὶ δὴ καὶ Λῆμνον. ἐκεῖνα μὲν δὴ Ἑκαταῖος ἔλεξε, ταῦτα δὲ Ἀθηναῖοι λέγουσι. [6.138.1] οἱ δὲ Πελασγοὶ οὗτοι Λῆμνον τότε νεμόμενοι, καὶ βουλόμενοι τοὺς Ἀθηναίους τιμωρήσασθαι, εὖ τε ἐξεπιστάμενοι τὰς Ἀθηναίων ὁρτάς, πεντηκοντέρους κτησάμενοι ἐλόχησαν Ἀρτέμιδι ἐν Βραυρῶνι ἀγούσας ὁρτὴν τὰς τῶν Ἀθηναίων γυναῖκας, ἐνθεῦτεν δὲ ἁρπάσαντες τουτέων πολλὰς οἵχοντο ἀποπλέοντες καί σφεας ἐς Λῆμνον ἀγαγόντες παλλακὰς εἶχον. [6.138.2] ὡς δὲ τέκνων αὗται αἱ γυναῖκες ὑπεπλήσθησαν, γλῶσσάν τε τὴν Ἀττικὴν καὶ τρόπους τοὺς Ἀθηναίων ἐδίδασκον τοὺς παῖδας. οἱ δὲ οὔτε συμμίσγεσθαι τοῖσι ἐκ τῶν Πελασγίδων γυναικῶν παισὶ ἤθελον, εἴ τε τύπτοιτό τις αὐτῶν ὑπ᾽ ἐκείνων τινός, ἐβοήθεόν τε πάντες καὶ ἐτιμώρεον ἀλλήλοισι· καὶ δὴ καὶ ἄρχειν τε τῶν παίδων οἱ παῖδες ἐδικαίευν καὶ πολλῷ ἐπεκράτεον. [6.138.3] μαθόντες δὲ ταῦτα οἱ Πελασγοὶ ἑωυτοῖσι λόγους ἐδίδοσαν· καί σφι βουλευομένοισι δεινόν τι ἐσέδυνε, εἰ δὴ διαγινώσκοιεν σφίσι τε βοηθέειν οἱ παῖδες πρὸς τῶν κουριδιέων γυναικῶν τοὺς παῖδας καὶ τούτων αὐτίκα ἄρχειν πειρῴατο, τί δὴ ἀνδρωθέντες δῆθεν ποιήσουσι. [6.138.4] ἐνθαῦτα ἔδοξέ σφι κτείνειν τοὺς παῖδας τοὺς ἐκ τῶν Ἀττικέων γυναικῶν. ποιεῦσι δὴ ταῦτα, προσαπολλύουσι δέ σφεων καὶ τὰς μητέρας. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ τοῦ προτέρου τούτων, τὸ ἐργάσαντο αἱ γυναῖκες τοὺς ἅμα Θόαντι ἄνδρας σφετέρους ἀποκτείνασαι, νενόμισται ἀνὰ τὴν Ἑλλάδα τὰ σχέτλια ἔργα πάντα Λήμνια καλέεσθαι. [6.139.1] ἀποκτείνασι δὲ τοῖσι Πελασγοῖσι τοὺς σφετέρους παῖδάς τε καὶ γυναῖκας οὔτε γῆ καρπὸν ἔφερε οὔτε γυναῖκές τε καὶ ποῖμναι ὁμοίως ἔτικτον καὶ πρὸ τοῦ. πιεζόμενοι δὲ λιμῷ καὶ ἀπαιδίῃ ἐς Δελφοὺς ἔπεμπον λύσιν τινὰ αἰτησόμενοι τῶν παρεόντων κακῶν. [6.139.2] ἡ δὲ Πυθίη σφέας ἐκέλευε Ἀθηναίοισι δίκας διδόναι ταύτας τὰς ἂν αὐτοὶ Ἀθηναῖοι δικάσωσι. ἦλθόν τε δὴ ἐς τὰς Ἀθήνας οἱ Πελασγοὶ καὶ δίκας ἐπαγγέλλοντο βουλόμενοι διδόναι παντὸς τοῦ ἀδικήματος. [6.139.3] Ἀθηναῖοι δὲ ἐν τῷ πρυτανηίῳ κλίνην στρώσαντες ὡς εἶχον κάλλιστα καὶ τράπεζαν ἐπιπλέην ἀγαθῶν πάντων παραθέντες ἐκέλευον τοὺς Πελασγοὺς τὴν χώρην σφίσι παραδιδόναι οὕτως ἔχουσαν. [6.139.4] οἱ δὲ Πελασγοὶ ὑπολαβόντες εἶπαν· Ἐπεὰν βορέῃ ἀνέμῳ αὐτημερὸν ἐξανύσῃ νηῦς ἐκ τῆς ὑμετέρης ἐς τὴν ἡμετέρην, τότε παραδώσομεν, ἐπιστάμενοι τοῦτο εἶναι ἀδύνατον γενέσθαι· ἡ γὰρ Ἀττικὴ πρὸς νότον κεῖται πολλὸν τῆς Λήμνου. [6.140.1] τότε μὲν τοσαῦτα· ἔτεσι δὲ κάρτα πολλοῖσι ὕστερον τούτων, ὡς ἡ Χερσόνησος ἡ ἐπ᾽ Ἑλλησόντῳ ἐγένετο ὑπὸ Ἀθηναίοισι, Μιλτιάδης ὁ Κίμωνος ἐτησιέων ἀνέμων κατεστηκότων νηὶ κατανύσας ἐξ Ἐλαιοῦντος τοῦ ἐν Χερσονήσῳ ἐς Λῆμνον προηγόρευε ἐξιέναι ἐκ τῆς νήσου τοῖσι Πελασγοῖσι, ἀναμιμνήσκων σφέας τὸ χρηστήριον, τὸ οὐδαμὰ ἤλπισαν σφίσι οἱ Πελασγοὶ ἐπιτελέεσθαι. [6.140.2] Ἡφαιστιέες μέν νυν ἐπείθοντο, Μυριναῖοι δὲ οὐ συγγινωσκόμενοι εἶναι τὴν Χερσόνησον Ἀττικὴν ἐπολιορκέοντο, ἐς ὃ καὶ οὗτοι παρέστησαν. οὕτω δὴ τὴν Λῆμνον ἔσχον Ἀθηναῖοί τε καὶ Μιλτιάδης. |
[6.137.1] Τώρα, νά πώς ο Μιλτιάδης, ο γιος του Κίμωνος, κυρίεψε τη Λήμνο: όταν οι Πελασγοί διώχτηκαν από την Αττική, μπορεί δίκαια μπορεί και άδικα· γιατί πάνω σ᾽ αυτό δεν μπορώ να πω τίποτε, εκτός απ᾽ όσα λέγονται· δηλαδή ο Εκαταίος, ο γιος του Ηγησάνδρου, απ᾽ τη μεριά του αποφάνθηκε στην ιστορία του, «άδικα»· [6.137.2] λέει δηλαδή πως οι Αθηναίοι από μόνοι τους έδωσαν την περιοχή που βρίσκεται στους πρόποδες του Υμηττού στους Πελασγούς για να εγκατασταθούν, ως αμοιβή για το χτίσιμο του τείχους το οποίο κάποτε έζωνε την Ακρόπολη· όταν λοιπόν είδαν αυτή την περιοχή, από άγονη που ήταν και δεν άξιζε τίποτε, να ᾽χει γίνει περιβόλι, ένιωσαν φθόνο και λαχτάρα για τη γη, κι έτσι απόδιωξαν τους Πελασγούς, χωρίς να έχουν να παρουσιάσουν καμιά άλλη δικαιολογία. [6.137.3] Όμως, κατά τα λεγόμενα των ίδιων των Αθηναίων, τους απόδιωξαν δίκαια. Δηλαδή, λένε, οι Πελασγοί, εγκατεστημένοι στους πρόποδες του Υμηττού, εξορμώντας αποκεί έκαναν τα εξής εγκλήματα: οι θυγατέρες τους, των Αθηναίων, καθώς εκείνη την εποχή δεν είχαν ούτε αυτοί ούτε οι άλλοι Έλληνες δούλους, πήγαιναν συχνά για νερό στην Εννεάκρουνο· και πως, κάθε φορά που πήγαιναν αυτές, οι Πελασγοί, αλαζονικοί και ξετσίπωτοι, τις βίαζαν. Και σα να μην έφταναν αυτά τους τα καμώματα, στο τέλος πιάστηκαν επ᾽ αυτοφώρω να ᾽χουν σχεδιάσει να κυριέψουν την Αθήνα. [6.137.4] Και λένε οι Αθηναίοι πως οι ίδιοι έδειξαν την ανωτερότητά τους, αφού, ενώ ήταν στο χέρι τους να σκοτώσουν τους Πελασγούς (δεν τους έπιασαν να μελετούν το κακό τους;), δεν το επιδίωξαν, μόνο τους παράγγειλαν να σηκωθούν και να φύγουν απ᾽ τη χώρα τους. Και πως μ᾽ αυτό τον τρόπο εκδιώχθηκαν οι Πελασγοί κι εγκαταστάθηκαν και σε διάφορες άλλες περιοχές, αλλά κυρίως στη Λήμνο. Λοιπόν, εκείνα είπε ο Εκαταίος, αυτά λεν οι Αθηναίοι. |