Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΗΡΟΔΟΤΟΣ

Ἱστορίαι (6.71.1-6.82.2)

[6.71.1] Λευτυχίδης δὲ ὁ Μενάρεος Δημαρήτου καταπαυσθέντος διεδέξατο τὴν βασιληίην, καί οἱ γίνεται παῖς Ζευξίδημος, τὸν δὴ Κυνίσκον μετεξέτεροι Σπαρτιητέων ἐκάλεον. οὗτος ὁ Ζευξίδημος οὐκ ἐβασίλευσε Σπάρτης· πρὸ Λευτυχίδεω γὰρ τελευτᾷ, λιπὼν παῖδα Ἀρχίδημον. [6.71.2] Λευτυχίδης δὲ στερηθεὶς Ζευξιδήμου γαμέει δευτέρην γυναῖκα Εὐρυδάμην, ἐοῦσαν [τὴν] Μενίου [μὲν] ἀδελφεήν, Διακτορίδεω δὲ θυγατέρα, ἐκ τῆς οἱ ἔρσεν μὲν γίνεται οὐδέν, θυγάτηρ δὲ Λαμπιτώ, τὴν Ἀρχίδημος ὁ Ζευξιδήμου γαμέει δόντος αὐτῷ Λευτυχίδεω. [6.72.1] οὐ μὲν οὐδὲ Λευτυχίδης κατεγήρα ἐν Σπάρτῃ, ἀλλὰ τίσιν τοιήνδε τινὰ Δημαρήτῳ ἐξέτεισε· ἐστρατήγησε Λακεδαιμονίοισι ἐς Θεσσαλίην, παρεὸν δέ οἱ πάντα ὑποχείρια ποιήσασθαι ἐδωροδόκησε ἀργύριον πολλόν. [6.72.2] ἐπ᾽ αὐτοφώρῳ δὲ ἁλοὺς αὐτοῦ ἐν τῷ στρατοπέδῳ ἐπικατήμενος χειρίδι πλέῃ ἀργυρίου, ἔφυγε ἐκ Σπάρτης ὑπὸ δικαστήριον ὑπαχθείς, καὶ τὰ οἰκία οἱ κατεσκάφη· ἔφυγε δὲ ἐς Τεγέην καὶ ἐτελεύτησε ἐν ταύτῃ. [6.73.1] ταῦτα μὲν δὴ ἐγένετο χρόνῳ ὕστερον· τότε δὲ ὡς τῷ Κλεομένεϊ ὠδώθη τὸ ἐς τὸν Δημάρητον πρῆγμα, αὐτίκα παραλαβὼν Λευτυχίδεα ἤιε ἐπὶ τοὺς Αἰγινήτας, δεινόν τινά σφι ἔγκοτον διὰ τὸν προπηλακισμὸν ἔχων. [6.73.2] οὕτω δὴ οὔτε οἱ Αἰγινῆται, ἀμφοτέρων τῶν βασιλέων ἡκόντων ἐπ᾽ αὐτούς, ἐδικαίευν ἔτι ἀντιβαίνειν, ἐκεῖνοί τε ἐπιλεξάμενοι ἄνδρας δέκα Αἰγινητέων τοὺς πλείστου ἀξίους καὶ πλούτῳ καὶ γένεϊ ἦγον, καὶ ἄλλους καὶ δὴ καὶ Κριόν τε τὸν Πολυκρίτου καὶ Κάσαμβον τὸν Ἀριστοκράτεος, οἵ περ εἶχον μέγιστον κράτος· ἀγαγόντες δέ σφεας ἐς γῆν τὴν Ἀττικὴν παραθήκην κατατίθενται ἐς τοὺς ἐχθίστους Αἰγινήτῃσι Ἀθηναίους.
[6.74.1] Μετὰ δὲ ταῦτα Κλεομένεα ἐπάϊστον γενόμενον κακοτεχνήσαντα ἐς Δημάρητον δεῖμα ἔλαβε Σπαρτιητέων καὶ ὑπεξέσχε ἐς Θεσσαλίην. ἐνθεῦτεν δὲ ἀπικόμενος ἐς τὴν Ἀρκαδίην νεώτερα ἔπρησσε πρήγματα, συνιστὰς τοὺς Ἀρκάδας ἐπὶ τῇ Σπάρτῃ, ἄλλους τε ὅρκους προσάγων σφι ἦ μὲν ἕψεσθαί σφεας αὐτῷ τῇ ἂν ἐξηγῆται, καὶ δὴ καὶ ἐς Νώνακριν πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστεῶτας ἀγινέων ἐξορκοῦν τὸ Στυγὸς ὕδωρ. [6.74.2] ἐν δὲ ταύτῃ τῇ πόλι λέγεται εἶναι ὑπ᾽ Ἀρκάδων τὸ Στυγὸς ὕδωρ, καὶ δὴ καὶ ἔστι τοιόνδε τι· ὕδωρ ὀλίγον φαινόμενον ἐκ πέτρης στάζει ἐς ἄγκος, τὸ δὲ ἄγκος αἱμασιῆς τις περιθέει κύκλος. ἡ δὲ Νώνακρις, ἐν τῇ ἡ πηγὴ αὕτη τυγχάνει ἐοῦσα, πόλις ἐστὶ τῆς Ἀρκαδίης πρὸς Φενεῷ. [6.75.1] μαθόντες δὲ Κλεομένεα Λακεδαιμόνιοι ταῦτα πρήσσοντα κατῆγον αὐτὸν δείσαντες ἐπὶ τοῖσι αὐτοῖσι [ἐς Σπάρτην] τοῖσι καὶ πρότερον ἦρχε. κατελθόντα δὲ [αὐτὸν] αὐτίκα ὑπέλαβε μανίη νοῦσος, ἐόντα καὶ πρότερον ὑπομαργότερον· ὅκως γάρ τεῳ ἐντύχοι Σπαρτιητέων, ἐνέχραυε ἐς τὸ πρόσωπον τὸ σκῆπτρον. [6.75.2] ποιέοντα δὲ αὐτὸν ταῦτα καὶ παραφρονήσαντα ἔδησαν οἱ προσήκοντες ἐν ξύλῳ· ὁ δὲ δεθεὶς τὸν φύλακον μουνωθέντα ἰδὼν τῶν ἄλλων αἰτέει μάχαιραν· οὐ βουλομένου δὲ τὰ πρῶτα [τοῦ φυλάκου] διδόναι ἀπείλεε τά μιν λυθεὶς ποιήσει, ἐς ὃ δείσας τὰς ἀπειλὰς ὁ φύλακος (ἦν γὰρ τῶν τις εἱλωτέων) διδοῖ οἱ μάχαιραν. [6.75.3] Κλεομένης δὲ παραλαβὼν τὸν σίδηρον ἄρχετο ἐκ τῶν κνημέων ἑωυτὸν λωβώμενος· ἐπιτάμνων γὰρ κατὰ μῆκος τὰς σάρκας προέβαινε ἐκ τῶν κνημέων ἐς τοὺς μηρούς, ἐκ δὲ τῶν μηρῶν ἔς τε τὰ ἰσχία καὶ τὰς λαπάρας, ἐς ὃ ἐς τὴν γαστέρα ἀπίκετο καὶ ταύτην καταχορδεύων ἀπέθανε τρόπῳ τοιούτῳ, ὡς μὲν οἱ πολλοὶ λέγουσι Ἑλλήνων, ὅτι τὴν Πυθίην ἀνέγνωσε τὰ περὶ Δημαρήτου [γενόμενα] λέγειν, ὡς δὲ Ἀθηναῖοι [μοῦνοι] λέγουσι, διότι ἐς Ἐλευσῖνα ἐσβαλὼν ἔκειρε τὸ τέμενος τῶν θεῶν, ὡς δὲ Ἀργεῖοι, ὅτι ἐξ ἱροῦ αὐτῶν τοῦ Ἄργου Ἀργείων τοὺς καταφυγόντας ἐκ τῆς μάχης καταγινέων κατέκοπτε καὶ αὐτὸ τὸ ἄλσος ἐν ἀλογίῃ ἔχων ἐνέπρησε. [6.76.1] Κλεομένεϊ γὰρ μαντευομένῳ ἐν Δελφοῖσι ἐχρήσθη Ἄργος αἱρήσειν. ἐπείτε δὲ Σπαρτιήτας ἄγων ἀπίκετο ἐπὶ ποταμὸν Ἐρασῖνον, ὃς λέγεται ῥέειν ἐκ τῆς Στυμφηλίδος λίμνης (τὴν γὰρ δὴ λίμνην ταύτην ἐς χάσμα ἀφανὲς ἐκδιδοῦσαν ἀναφαίνεσθαι ἐν Ἄργεϊ, τὸ ἐνθεῦτεν δὲ τὸ ὕδωρ ἤδη τοῦτο ὑπ᾽ Ἀργείων Ἐρασῖνον καλέεσθαι), ἀπικόμενος ὦν ὁ Κλεομένης ἐπὶ τὸν ποταμὸν τοῦτον ἐσφαγιάζετο αὐτῷ. [6.76.2] καί οὐ γὰρ ἐκαλλιέρεε οὐδαμῶς διαβαίνειν μιν, ἄγασθαι μὲν ἔφη τοῦ Ἐρασίνου οὐ προδιδόντος τοὺς πολιήτας, Ἀργείους μέντοι οὐδ᾽ ὣς χαιρήσειν. μετὰ δὲ [ταῦτα] ἐξαναχωρήσας τὴν στρατιὴν κατήγαγε ἐς Θυρέην, σφαγιασάμενος δὲ τῇ θαλάσσῃ ταῦρον πλοίοισί σφεας ἤγαγε ἔς τε τὴν Τιρυνθίην χώρην καὶ Ναυπλίην. [6.77.1] Ἀργεῖοι δὲ ἐβοήθεον πυνθανόμενοι ταῦτα ἐπὶ θάλασσαν. ὡς δὲ ἀγχοῦ μὲν ἐγίνοντο τῆς Τίρυνθος, χώρῳ δὲ ἐν τούτῳ τῷ κεῖται Σήπεια οὔνομα, μεταίχμιον οὐ μέγα ἀπολιπόντες ἵζοντο ἀντίοι τοῖσι Λακεδαιμονίοισι. ἐνθαῦτα δὴ οἱ Ἀργεῖοι τὴν μὲν ἐκ τοῦ φανεροῦ μάχην οὐκ ἐφοβέοντο, ἀλλὰ μὴ δόλῳ αἱρεθέωσι. [6.77.2] καὶ γὰρ δή σφι ἐς τοῦτο τὸ πρῆγμα εἶχε τὸ χρηστήριον, τὸ ἐπίκοινα ἔχρησε ἡ Πυθίη τούτοισί τε καὶ Μιλησίοισι λέγον ὧδε·
ἀλλ᾽ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα
ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,
πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.
ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων·
δεινὸς ὄφις τριέλικτος ἀπώλετο δουρὶ δαμασθείς.
[6.77.3] ταῦτα δὴ πάντα συνελθόντα τοῖσι Ἀργείοισι φόβον παρεῖχε. καὶ δή σφι πρὸς ταῦτα ἔδοξε τῷ κήρυκι τῶν πολεμίων χρᾶσθαι, δόξαν δέ σφι ἐποίευν τοιόνδε· ὅκως ὁ Σπαρτιήτης κῆρυξ προσημαίνοι τι Λακεδαιμονίοισι, ἐποίευν καὶ οἱ Ἀργεῖοι τὠυτὸ τοῦτο. [6.78.1] μαθὼν δὲ ὁ Κλεομένης ποιεῦντας τοὺς Ἀργείους ὁκοῖόν τι ὁ σφέτερος κῆρυξ σημήνειε, παραγγέλλει σφι, ὅταν σημήνῃ ὁ κῆρυξ ποιέεσθαι ἄριστον, τότε ἀναλαβόντας τὰ ὅπλα χωρέειν ἐς τοὺς Ἀργείους. [6.78.2] ταῦτα καὶ ἐγένετο ἐπιτελέα ἐκ τῶν Λακεδαιμονίων· ἄριστον γὰρ ποιευμένοισι τοῖσι Ἀργείοισι ἐκ τοῦ κηρύγματος ἐπεκέατο, καὶ πολλοὺς μὲν ἐφόνευσαν αὐτῶν, πολλῷ δέ τι πλεῦνας ἐς τὸ ἄλσος τοῦ Ἄργου καταφυγόντας περιιζόμενοι ἐφύλασσον. [6.79.1] ἐνθεῦτεν δὲ ὁ Κλεομένης ἐποίεε τοιόνδε· ἔχων αὐτομόλους ἄνδρας καὶ πυνθανόμενος τούτων ἐξεκάλεε πέμπων κήρυκα, ὀνομαστὶ λέγων τῶν Ἀργείων τοὺς ἐν τῷ ἱρῷ ἀπεργμένους, ἐξεκάλεε δὲ φὰς αὐτῶν ἔχειν τὰ ἄποινα· ἄποινα δέ ἐστι Πελοποννησίοισι δύο μνέαι τεταγμέναι κατ᾽ ἄνδρα αἰχμάλωτον ἐκτίνειν. κατὰ πεντήκοντα δὴ ὦν τῶν Ἀργείων ὡς ἑκάστους ἐκκαλεύμενος ὁ Κλεομένης ἔκτεινε. [6.79.2] ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς λοιποὺς τοὺς ἐν τῷ τεμένεϊ· ἅτε γὰρ πυκνοῦ ἐόντος τοῦ ἄλσεος οὐκ ὥρων οἱ ἐντὸς τοὺς ἐκτὸς ὅ τι ἔπρησσον, πρίν γε δὴ αὐτῶν τις ἀναβὰς ἐπὶ δένδρος κατεῖδε τὸ ποιεύμενον. οὐκ ὦν δὴ ἔτι καλεόμενοι ἐξήισαν. [6.80.1] ἐνθαῦτα δὴ ὁ Κλεομένης ἐκέλευε πάντα τινὰ τῶν εἱλωτέων περινέειν ὕλῃ τὸ ἄλσος, τῶν δὲ πιθομένων ἐνέπρησε τὸ ἄλσος. καιομένου δὲ ἤδη ἐπείρετο τῶν τινα αὐτομόλων τίνος εἴη θεῶν τὸ ἄλσος· ὁ δὲ ἔφη Ἄργου εἶναι. ὁ δὲ ὡς ἤκουσε, ἀναστενάξας μέγα εἶπε· Ὦ Ἄπολλον χρηστήριε, ἦ μεγάλως με ἠπάτηκας φάμενος Ἄργος αἱρήσειν· συμβάλλομαι δ᾽ ἐξήκειν μοι τὸ χρηστήριον. [6.81.1] μετὰ δὲ ταῦτα ὁ Κλεομένης τὴν μὲν πλέω στρατιὴν ἀπῆκε ἀπιέναι ἐς Σπάρτην, χιλίους δὲ αὐτὸς λαβὼν τοὺς ἀριστέας ἤιε ἐς τὸ Ἥραιον θύσων. βουλόμενόν δὲ αὐτὸν θύειν ἐπὶ τοῦ βωμοῦ ὁ ἱρεὺς ἀπηγόρευε, φὰς οὐκ ὅσιον εἶναι ξείνῳ αὐτόθι θύειν. ὁ δὲ Κλεομένης τὸν ἱρέα ἐκέλευε τοὺς εἵλωτας ἀπὸ τοῦ βωμοῦ ἀπαγαγόντας μαστιγῶσαι καὶ αὐτὸς ἔθυσε. ποιήσας δὲ ταῦτα ἀπήιε ἐς τὴν Σπάρτην. [6.82.1] νοστήσαντα δέ μιν ὑπῆγον οἱ ἐχθροὶ ὑπὸ τοὺς ἐφόρους, φάμενοί μιν δωροδοκήσαντα οὐκ ἑλεῖν τὸ Ἄργος, παρεὸν εὐπετέως μιν ἑλεῖν. ὁ δέ σφι ἔλεξε, οὔτε εἰ ψευδόμενος οὔτε εἰ ἀληθέα λέγων, ἔχω σαφηνέως εἶπαι, ἔλεξε δ᾽ ὦν φάμενος, ἐπείτε δὴ τὸ τοῦ Ἄργου ἱερὸν εἷλε, δοκέειν οἱ ἐξεληλυθέναι τὸν τοῦ θεοῦ χρησμόν· πρὸς ὦν ταῦτα οὐ δικαιοῦν πειρᾶν τῆς πόλιος, πρίν γε δὴ ἱροῖσι χρήσηται καὶ μάθῃ εἴτε οἱ ὁ θεὸς παραδιδοῖ εἴτε [οἱ] ἐμποδὼν ἕστηκε· [6.82.2] καλλιερευμένῳ δὲ ἐν τῷ Ἡραίῳ ἐκ τοῦ ἀγάλματος τῶν στηθέων φλόγα πυρὸς ἐκλάμψαι, μαθεῖν δὲ αὐτὸς οὕτω τὴν ἀτρεκείην, ὅτι οὐκ αἱρέει τὸ Ἄργος· εἰ μὲν γὰρ ἐκ τῆς κεφαλῆς τοῦ ἀγάλματος ἐξέλαμψε, αἱρέειν ἂν κατ᾽ ἄκρης τὴν πόλιν, ἐκ τῶν στηθέων δὲ ἐκλάμψαντος πᾶν οἱ πεποιῆσθαι ὅσον ὁ θεὸς ἐβούλετο γενέσθαι. ταῦτα λέγων πιστά τε καὶ οἰκότα ἐδόκεε Σπαρτιήτῃσι λέγειν καὶ ἀπέφυγε πολλὸν τοὺς διώκοντας.

[6.71.1] Ύστερ᾽ από την εκθρόνιση του Δημαράτου τον διαδέχτηκε στον βασιλικό θρόνο ο Λεωτυχίδας, ο γιος του Μενάρου· κι αποχτά γιο, τον Ζευξίδαμο, αυτόν δα που μερικοί Σπαρτιάτες τον αποκαλούσαν Κυνίσκο. Ο Ζευξίδαμος αυτός δεν έγινε βασιλιάς της Σπάρτης, γιατί πεθαίνει πριν απ᾽ τον Λεωτυχίδα, αφήνοντας ένα γιο, τον Αρχίδαμο. [6.71.2] Κι ο Λεωτυχίδας, όταν έχασε τον Ζευξίδαμο, παντρεύεται δεύτερη γυναίκα, την Ευρυδάμη, που ήταν αδερφή του Μενία και θυγατέρα του Διακτορίδη, που δεν του χάρισε κανένα αρσενικό παιδί, αλλά μια κόρη, τη Λαμπιτώ, που ο Λεωτυχίδας την έδωσε γυναίκα στον Αρχίδαμο, το γιο του Ζευξιδάμου.
[6.72.1] Αλλά ούτε βέβαια κι ο Λεωτυχίδας χάρηκε τα γεράματά του στη Σπάρτη, αλλά πλήρωσε το κακό που έκανε στο Δημάρατο με μια τέτοια τιμωρία: οδήγησε ως στρατηγός τους Λακεδαιμονίους στη Θεσσαλία, κι ενώ μπορούσε να την υποτάξει ολοκληρωτικά, δωροδοκήθηκε με πολύ μεγάλο ποσό. [6.72.2] Τον έπιασαν όμως εκεί, μες στο στρατόπεδο, επ᾽ αυτοφώρω να κάθεται πάνω σ᾽ ένα φαρδύ μανίκι γεμάτο νομίσματα· τον έσυραν σε δίκη κι εξορίστηκε από τη Σπάρτη και το σπίτι του το γκρέμισαν συθέμελο· και πέθανε εξόριστος στην Τεγέα.
[6.73.1] Αλλά αυτά έγιναν αργότερα· τότε λοιπόν, καθώς ευοδώθηκε η επιχείρηση του Κλεομένη εναντίον του Δημαράτου, πήρε μαζί του αμέσως τον Λεωτυχίδα και κατευθύνθηκε εναντίον των Αιγινητών, έχοντας φοβερή μνησικακία για τη λάσπη που του έριξαν. [6.73.2] Κι έτσι οι Αιγινήτες απ᾽ τη μεριά τους, μια και ήρθαν στο νησί τους και οι δυο βασιλιάδες, δεν είχαν πια δικαιολογία να προβάλουν αντίσταση· οι Λακεδαιμόνιοι πάλι διάλεξαν δέκα απ᾽ τους Αιγινήτες, τους πιο σημαντικούς και στον πλούτο και στην καταγωγή, και τους πήραν μαζί τους, κι ανάμεσα στους άλλους πρώτο τον Κριό, το γιο του Πολυκρίτου, και τον Κάσαμβο, το γιο του Αριστοκράτη, που είχαν τη μεγαλύτερη πολιτική δύναμη· τους οδήγησαν στην Αττική και τους άφησαν για φρούρηση στα χέρια των χειρότερων εχθρών των Αιγινητών, των Αθηναίων.
[6.74.1] Ο Κλεομένης αργότερα, όταν αποκαλύφτηκε πως έκανε παλιοδουλειά στον Δημάρατο, φοβήθηκε τους Σπαρτιάτες κι έφυγε κρυφά στη Θεσσαλία. Κι αποκεί φτάνοντας στην Αρκαδία προκαλούσε πολιτική αναστάτωση, οργανώνοντας συνασπισμό των Αρκάδων εναντίον της Σπάρτης και δεσμεύοντάς τους και με άλλους όρκους πως θα τον ακολουθήσουν όπου κι αν τους οδηγήσει και μάλιστα πάσχιζε να κουβαλήσει τους ηγεμόνες των Αρκάδων στην πόλη Νώνακρη να τους βάλει να ορκιστούν στο νερό της Στυγός. [6.74.2] Κι οι Αρκάδες λένε πως σ᾽ αυτή την πόλη είναι το νερό της Στυγός, και νά τί πράγματι συμβαίνει: λιγοστό νερό αναβλύζει από βράχο και πέφτει στάλα στάλα σε γούβα, και γύρω γύρω τη γούβα τη ζώνει ξερολιθιά. Κι η Νώνακρη, όπου τυχαίνει να βρίσκεται αυτή η πηγή, είναι πόλη αρκαδική κοντά στον Φενεό.
[6.75.1] Όταν οι Λακεδαιμόνιοι πληροφορήθηκαν τις ενέργειες αυτές του Κλεομένη, φοβήθηκαν και τον ανακάλεσαν από την εξορία δίνοντάς του όλα τα αξιώματα που είχε προηγουμένως. Κι αμέσως μόλις γύρισε απ᾽ την εξορία προσβλήθηκε από βαριά ψυχοπάθεια, αφού και πριν δεν ήταν στα καλά του· δηλαδή όποιον Σπαρτιάτη συναντούσε στο δρόμο του τού έδινε μια στο πρόσωπο με το σκήπτρο του. [6.75.2] Οι συγγενείς του, καθώς έκανε αυτά τα καμώματα και παραφρόνησε, τον έδεσαν σε φάλαγγα· κι αυτός δεμένος, βλέποντας πως οι άλλοι έφυγαν κι έμεινε μόνος ο φρουρός του, του ζητά μια μάχαιρα· ο άλλος στην αρχή δεν ήθελε να του δώσει, κι αυτός τον φοβέριζε, πως θα του κάνει τούτα κι εκείνα, όταν λυθεί απ᾽ τα δεσμά του, ώσπου ο φρουρός φοβήθηκε από τις απειλές (ο άνθρωπος ήταν κάποιος είλωτας) και του δίνει τη μάχαιρα. [6.75.3] Κι ο Κλεομένης παίρνοντας στο χέρι του το όπλο βάλθηκε να ρημάζει το σώμα του αρχίζοντας από τις κνήμες· δηλαδή σχίζοντας πέρα πέρα τις σάρκες του ανέβαινε από τις κνήμες στα μεριά κι από τα μεριά στους γοφούς και τα λαγόνια, ώσπου έφτασε στην κοιλιά και κατακρεουργώντας τη βρήκε το θάνατο, επειδή, όπως λένε οι περισσότεροι Έλληνες, έπεισε την Πυθία να πει τα όσα είπε για τον Δημάρατο, όπως όμως λένε οι Αθηναίοι, επειδή κάνοντας εισβολή στην Ελευσίνα δεν άφησε δέντρο για δέντρο στο τέμενος των θεών, και τέλος, όπως λένε οι Αργείοι, επειδή κατέσφαξε τους Αργείους που ζήτησαν άσυλο μετά τη μάχη σέρνοντάς τους έξω από το ναό του Άργου, και, πάνω στην παραφορά, έβαλε φωτιά στο ιερό δάσος.
[6.76.1] Γιατί, όταν ο Κλεομένης ζητούσε τη συμβουλή του μαντείου των Δελφών, του δόθηκε χρησμός πως θα κυριέψει το Άργος. Ύστερ᾽ απ᾽ αυτό επικεφαλής των Σπαρτιατών έφτασε στις όχθες του ποταμού Ερασίνου, που λένε ότι πηγάζει από τη λίμνη Στυμφαλίδα (καθώς τα νερά της λίμνης αυτής χύνονται σε καταβόθρα που δε φαίνεται και ξαναβγαίνουν στην επιφάνεια στο Άργος, απ᾽ το σημείο εκείνο και μετά τη νεροσυρμή οι Αργείοι την ονομάζουν Ερασίνο)· φτάνοντας λοιπόν ο Κλεομένης στις όχθες αυτού του ποταμού τού πρόσφερε θυσίες· [6.76.2] κι όπως δεν έπαιρνε με κανένα τρόπο από τις θυσίες αίσιο χρησμό για να τον διαβεί, γι᾽ αυτό είπε πως εκφράζει το θαυμασμό του για τον Ερασίνο που δεν προδίνει τους συμπολίτες του, όμως, πως ούτε έτσι οι Αργείοι θα γελάσουν τελευταίοι. Ύστερ᾽ απ᾽ αυτά απέσυρε το στρατό του και τον οδήγησε πίσω στη Θυρέα και, αφού θυσίασε ταύρο στη χάρη της θάλασσας, μετέφερε με καράβια τον στρατό στη χώρα της Τίρυνθας και του Ναυπλίου.
[6.77.1] Και οι Αργείοι μόλις τα έμαθαν αυτά κίνησαν προς την παραλία για να σώσουν τη χώρα τους. Κι όταν βρέθηκαν κοντά στην Τίρυνθα, σ᾽ εκείνη την τοποθεσία που ονομάζεται Σήπεια, στρατοπέδευσαν αντικριστά απ᾽ τους Λακεδαιμονίους αφήνοντας μικρή απόσταση απ᾽ τον εχθρό. Οι Αργείοι τότε δε φοβόνταν την ανοιχτή μάχη, αλλά μήπως πέσουν στα χέρια των εχθρών με δόλο. [6.77.2] Γιατί σ᾽ αυτή την περίσταση αναφερόταν ο κοινός χρησμός που έδωσε η Πυθία σ᾽ αυτούς και στους Μιλησίους, μ᾽ αυτά τα λόγια:
Όταν θα δεις τη θηλυκιά να διώχνει από τη χώρα
τον σερνικό, νικώντας
ν᾽ αδράχνει δόξα ζηλευτή στο Άργος πολεμώντας,
τότε πολλές Αργίτισσες
το ᾽να και τ᾽ άλλο μάγουλο με νύχια θα σπαράζουν.
Κι οι γενιές που θά ᾽ρθουν
θα ᾽χουν να λεν πως χάθηκε, τον τσάκισε το δόρυ,
οφιός, του κόσμου φόβητρο,
ως μάχονταν, κουλουριαστό τρεις γύρες το κορμί του.
[6.77.3] Λοιπόν, συσχετίζοντας όλα όσα τους βρήκαν, οι Αργείοι κυριεύτηκαν από φόβο. Έτσι, για ν᾽ αντιμετωπίσουν την κατάσταση, αποφάσισαν να έχουν τ᾽ αυτί τους στα παραγγέλματα του κήρυκα των εχθρών· κι ύστερ᾽ απ᾽ αυτήν την απόφαση ενεργούσαν μ᾽ αυτό τον τρόπο: μόλις ο κήρυκας έδινε κάποιο παράγγελμα στους Λακεδαιμονίους, το εκτελούσαν και οι Αργείοι.
[6.78.1] Ο Κλεομένης αντιλήφτηκε πως οι Αργείοι εκτελούν κάθε παράγγελμα που δίνει ο δικός του κήρυκας και διατάζει τους δικούς του, μόλις ο κήρυκας δώσει παράγγελμα να καθίσουν να φάνε, τότε να πάρουν τα όπλα στα χέρια τους και να επιτεθούν στους Αργείους. [6.78.2] Κι αυτά τα εκτέλεσαν κατά γράμμα οι Λακεδαιμόνιοι· δηλαδή, ενώ οι Αργείοι ύστερ᾽ απ᾽ το παράγγελμα του κήρυκα κάθισαν να φάνε, αυτοί ρίχτηκαν απάνω τους και πολλούς απ᾽ αυτούς σκότωσαν και πολύ περισσότερους, που κατέφυγαν ζητώντας άσυλο στο άλσος του Άργου, τους είχαν ζωσμένους και δεν τους έχαναν απ᾽ τα μάτια τους.
[6.79.1] Στη συνέχεια νά τί έκανε ο Κλεομένης· κρατώντας Αργείους λιποτάκτες κατατοπιζόταν απ᾽ αυτούς και στέλνοντας κήρυκα καλούσε να βγουν έξω τους Αργείους που είχαν αποκλειστεί στο άλσος, φωνάζοντάς τους έναν έναν με τ᾽ όνομά τους· τους καλούσε έξω λέγοντας πως έχουν καταβληθεί τα λύτρα τους (οι Πελοποννήσιοι έχουν καθορίσει τα λύτρα για κάθε αιχμάλωτο σε δυο μνες). Λοιπόν ο Κλεομένης σκότωσε καμιά πενηνταριά Αργείους, καθώς ο καθένας τους ακούοντας τ᾽ όνομά του έβγαινε έξω. [6.79.2] Κι έγιναν αυτά με τρόπο που δεν το πήραν μυρουδιά οι υπόλοιποι που ήταν μέσα στο τέμενος· γιατί, καθώς το άλσος ήταν πυκνό, αυτοί που έμεναν μέσα δεν έβλεπαν τί συνέβαινε μ᾽ αυτούς που έβγαιναν, ώσπου λοιπόν κάποιος απ᾽ αυτούς ανέβηκε πάνω σε δέντρο και είδε καλά τί γινόταν. Σταμάτησαν λοιπόν να βγαίνουν έξω, όσο κι αν τους καλούσαν.
[6.80.1] Τότε λοιπόν ο Κλεομένης πρόσταξε όλους τους είλωτες να σωρέψουν ξύλα γύρω απ᾽ το άλσος· κι όταν εκτέλεσαν τη διαταγή του, έβαλε φωτιά στο άλσος. Κι ενώ πια το έζωσαν οι φλόγες, ρώτησε ο Κλεομένης έναν από τους λιποτάκτες σε ποιό θεό ανήκει το άλσος. Κι ο άλλος αποκρίθηκε, στον Άργο. Κι εκείνος, μόλις το άκουσε, βγάζοντας μεγάλο αναστεναγμό είπε: «Απόλλωνα χρησμοδότη, στ᾽ αλήθεια μ᾽ εξαπάτησες φοβερά λέγοντάς μου πως θα κυριέψω το Άργος· τώρα καταλαβαίνω πως, ό,τι είχε να μου δώσει, μου το έδωσε κιόλας ο χρησμός».
[6.81.1] Κατόπιν ο Κλεομένης έδωσε άδεια στο μεγαλύτερο μέρος του στρατού να γυρίσει στη Σπάρτη και, παίρνοντας μαζί του χίλιους, τους επιλέκτους, κατευθύνθηκε στο Ηραίο για να προσφέρει θυσία. Κι ήθελε ο ίδιος να κάνει τη θυσία πάνω στο βωμό, όμως ο ιερέας δεν του το επέτρεπε, λέγοντας πως είναι ασέβεια να θυσιάζει εκεί ένας ξένος. Κι ο Κλεομένης πρόσταξε τους είλωτες να πάρουν τον ιερέα από το βωμό και να τον μαστιγώσουν κι έκανε τη θυσία μόνος του· ύστερ᾽ απ᾽ αυτή του την πράξη πήρε το δρόμο του γυρισμού για τη Σπάρτη.
[6.82.1] Κι όταν γύρισε, οι εχθροί του τον έσυραν στο δικαστήριο των εφόρων με τον ισχυρισμό ότι, ενώ μπορούσε εύκολα να κυριέψει το Άργος, δεν το κυρίεψε, επειδή δωροδοκήθηκε. Κι αυτός απολογήθηκε (τώρα, ψέματα είπε, την αλήθεια είπε, δεν μπορώ να διατυπώσω ξεκάθαρη άποψη), είπε λοιπόν στην απολογία του πως από την ώρα που κυρίεψε το ναό του Άργου πίστεψε πως ό,τι είχε να του δώσει, του το έδωσε ο χρησμός του θεού· πως μ᾽ αυτό το δεδομένο δε θεωρούσε φρόνιμο να δοκιμάσει να κυριέψει την πόλη, πριν κάνει θυσίες για να ξεκαθαρίσει αν ο θεός τού την παραδίνει ή αν του φράζει το δρόμο· [6.82.2] και πως, την ώρα που με θυσίες πάσχιζε να πάρει καλό χρησμό στο Ηραίο, από τα στήθη του αγάλματος έλαμψε φλόγα φωτιάς κι έτσι αντιλήφτηκε την αλήθεια, ότι δε θα κυριέψει το Άργος· δηλαδή, είπε, αν η λάμψη της φλόγας έβγαινε από το κεφάλι του αγάλματος, θα κυρίευε κατά κράτος την πόλη· με το να βγει όμως η φλόγα από τα στήθη, φάνηκε πως ό,τι ήταν να επιτύχει με το θέλημα του θεού είχε κιόλας συντελεστεί. Οι Σπαρτιάτες θεώρησαν αυτή του την απολογία πειστική και λογική και με μεγάλη πλειοψηφία τον απάλλαξαν απ᾽ την κατηγορία.