Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΗΡΟΔΟΤΟΣ

Ἱστορίαι (1.84.1-1.90.4)

[1.84.1] Σάρδιες δὲ ἥλωσαν ὧδε· ἐπειδὴ τεσσερεσκαιδεκάτη ἐγένετο ἡμέρη πολιορκεομένῳ Κροίσῳ, Κῦρος τῇ στρατιῇ τῇ ἑωυτοῦ διαπέμψας ἱππέας προεῖπε τῷ πρώτῳ ἐπιβάντι τοῦ τείχεος δῶρα δώσειν. [1.84.2] μετὰ δὲ τοῦτο πειρησαμένης τῆς στρατιῆς, ὡς οὐ προεχώρεε, ἐνθαῦτα τῶν ἄλλων πεπαυμένων ἀνὴρ Μάρδος ἐπειρᾶτο προσβαίνων, τῷ οὔνομα ἦν Ὑροιάδης, κατὰ τοῦτο τῆς ἀκροπόλιος τῇ οὐδεὶς ἐτέτακτο φύλακος· οὐ γὰρ ἦν δεινὸν κατὰ τοῦτο μὴ ἁλῷ κοτε· [1.84.3] ἀπότομός τε γάρ ἐστι ταύτῃ ἡ ἀκρόπολις καὶ ἄμαχος· τῇ οὐδὲ Μήλης ὁ πρότερον βασιλεὺς Σαρδίων μούνῃ οὐ περιήνεικε τὸν λέοντα τόν οἱ ἡ παλλακὴ ἔτεκε, Τελμησσέων δικασάντων ὡς περιενειχθέντος τοῦ λέοντος τὸ τεῖχος ἔσονται Σάρδιες ἀνάλωτοι. ὁ δὲ Μήλης κατὰ τὸ ἄλλο τεῖχος περιενείκας, τῇ ἦν ἐπίμαχον [τὸ χωρίον] τῆς ἀκροπόλιος, κατηλόγησε τοῦτο ὡς ἐὸν ἄμαχόν τε καὶ ἀπότομον· ἔστι δὲ πρὸς τοῦ Τμώλου τετραμμένον τῆς πόλιος. [1.84.4] ὁ ὦν δὴ Ὑροιάδης οὗτος ὁ Μάρδος ἰδὼν τῇ προτεραίῃ τῶν τινα Λυδῶν κατὰ τοῦτο τῆς ἀκροπόλιος καταβάντα ἐπὶ κυνέην ἄνωθεν κατακυλισθεῖσαν καὶ ἀνελόμενον, ἐφράσθη καὶ ἐς θυμὸν ἐβάλετο. [1.84.5] τότε δὲ δὴ αὐτός τε ἀνεβεβήκεε καὶ κατ᾽ αὐτὸν ἄλλοι Περσέων ἀνέβαινον· προσβάντων δὲ συχνῶν οὕτω δὴ Σάρδιές τε ἡλώκεσαν καὶ πᾶν τὸ ἄστυ ἐπορθέετο. κατ᾽ αὐτὸν δὲ Κροῖσον τάδε ἐγίνετο. [1.85.1] ἦν οἱ παῖς, τοῦ καὶ πρότερον ἐπεμνήσθην, τὰ μὲν ἄλλα ἐπιεικής, ἄφωνος δέ. ἐν τῇ ὦν παρελθούσῃ εὐεστοῖ ὁ Κροῖσος τὸ πᾶν ἐς αὐτὸν ἐπεποιήκεε ἄλλα τε ἐπιφραζόμενος καὶ δὴ καὶ ἐς Δελφοὺς περὶ αὐτοῦ ἐπεπόμφεε χρησομένους. [1.85.2] ἡ δὲ Πυθίη οἱ εἶπε τάδε·
Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε,
μὴ βούλευ πολύευκτον ἰὴν ἀνὰ δώματ᾽ ἀκούειν
παιδὸς φθεγγομένου. τὸ δέ σοι πολὺ λώιον ἀμφὶς
ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.
[1.85.3] ἁλισκομένου δὴ τοῦ τείχεος, ἤιε γὰρ τῶν τις Περσέων ἀλλογνώσας Κροῖσον ὡς ἀποκτενέων, Κροῖσος μέν νυν ὁρέων ἐπιόντα ὑπὸ τῆς παρεούσης συμφορῆς παρημελήκεε, οὐδέ τί οἱ διέφερε πληγέντι ἀποθανεῖν· [1.85.4] ὁ δὲ παῖς οὗτος ὁ ἄφωνος, ὡς εἶδε ἐπιόντα τὸν Πέρσην, ὑπὸ δέους τε καὶ κακοῦ ἔρρηξε φωνήν, εἶπε δέ· Ὤνθρωπε, μὴ κτεῖνε Κροῖσον. οὗτος μὲν δὴ τοῦτο πρῶτον ἐφθέγξατο, μετὰ δὲ τοῦτο ἤδη ἐφώνεε τὸν πάντα χρόνον τῆς ζόης.
[1.86.1] Οἱ δὲ Πέρσαι τάς τε δὴ Σάρδις ἔσχον καὶ αὐτὸν Κροῖσον ἐζώγρησαν, ἄρξαντα ἔτεα τεσσερεσκαίδεκα καὶ τεσσερεσκαίδεκα ἡμέρας πολιορκηθέντα, κατὰ τὸ χρηστήριόν τε καταπαύσαντα τὴν ἑωυτοῦ μεγάλην ἀρχήν. λαβόντες δὲ αὐτὸν οἱ Πέρσαι ἤγαγον παρὰ Κῦρον. [1.86.2] ὁ δὲ συννήσας πυρὴν μεγάλην ἀνεβίβασε ἐπ᾽ αὐτὴν τὸν Κροῖσόν τε ἐν πέδῃσι δεδεμένον καὶ δὶς ἑπτὰ Λυδῶν παρ᾽ αὐτὸν παῖδας, ἐν νόῳ ἔχων εἴτε δὴ ἀκροθίνια ταῦτα καταγιεῖν θεῶν ὅτεῳ δή, εἴτε καὶ εὐχὴν ἐπιτελέσαι θέλων, εἴτε καὶ πυθόμενος τὸν Κροῖσον εἶναι θεοσεβέα τοῦδε εἵνεκεν ἀνεβίβασε ἐπὶ τὴν πυρήν, βουλόμενος εἰδέναι εἴ τίς μιν δαιμόνων ῥύσεται τοῦ μὴ ζῶντα κατακαυθῆναι. [1.86.3] τὸν μὲν δὴ ποιέειν ταῦτα. τῷ δὲ Κροίσῳ ἑστεῶτι ἐπὶ τῆς πυρῆς ἐσελθεῖν, καίπερ ἐν κακῷ ἐόντι τοσούτῳ, τὸ τοῦ Σόλωνος, ὥς οἱ εἴη σὺν θεῷ εἰρημένον, τὸ μηδένα εἶναι τῶν ζωόντων ὄλβιον. ὡς δὲ ἄρα μιν προσστῆναι τοῦτο, ἀνενεικάμενόν τε καὶ ἀναστενάξαντα ἐκ πολλῆς ἡσυχίης ἐς τρὶς ὀνομάσαι «Σόλων». [1.86.4] καὶ τὸν Κῦρον ἀκούσαντα κελεῦσαι τοὺς ἑρμηνέας ἐπειρέσθαι τὸν Κροῖσον τίνα τοῦτον ἐπικαλέοιτο, καὶ τοὺς προσελθόντας ἐπειρωτᾶν. Κροῖσον δὲ ἕως μὲν σιγὴν ἔχειν εἰρωτώμενον, μετὰ δέ, ὡς ἠναγκάζετο, εἰπεῖν· Τὸν ἂν ἐγὼ πᾶσι τυράννοισι προετίμησα μεγάλων χρημάτων ἐς λόγους ἐλθεῖν. ὡς δέ σφι ἄσημα ἔφραζε, πάλιν ἐπειρώτων τὰ λεγόμενα. [1.86.5] λιπαρεόντων δὲ αὐτῶν καὶ ὄχλον παρεχόντων, ἔλεγε δὴ ὡς ἦλθε ἀρχὴν ὁ Σόλων ἐὼν Ἀθηναῖος, καὶ θεησάμενος πάντα τὸν ἑωυτοῦ ὄλβον ἀποφλαυρίσειε (οἷα δὴ εἴπας), ὥς τε αὐτῷ πάντα ἀποβεβήκοι τῇ περ ἐκεῖνος εἶπε, οὐδέν τι μᾶλλον ἐς ἑωυτὸν λέγων ἢ ‹οὐκ› ἐς ἅπαν τὸ ἀνθρώπινον καὶ μάλιστα τοὺς παρὰ σφίσι αὐτοῖσι ὀλβίους δοκέοντας εἶναι. τὸν μὲν Κροῖσον ταῦτα ἀπηγέεσθαι, τῆς δὲ πυρῆς ἤδη ἁμμένης καίεσθαι τὰ περιέσχατα. [1.86.6] καὶ τὸν Κῦρον ἀκούσαντα τῶν ἑρμηνέων τὰ Κροῖσος εἶπε, μεταγνόντα τε καὶ ἐννώσαντα ὅτι καὶ αὐτὸς ἄνθρωπος ἐὼν ἄλλον ἄνθρωπον, γενόμενον ἑωυτοῦ εὐδαιμονίῃ οὐκ ἐλάσσω, ζῶντα πυρὶ διδοίη, πρός τε τούτοισι δείσαντα τὴν τίσιν καὶ ἐπιλεξάμενον ὡς οὐδὲν εἴη τῶν ἐν ἀνθρώποισι ἀσφαλέως ἔχον, κελεύειν σβεννύναι τὴν ταχίστην τὸ καιόμενον πῦρ καὶ καταβιβάζειν Κροῖσόν τε καὶ τοὺς μετὰ Κροίσου. καὶ τοὺς πειρωμένους οὐ δύνασθαι ἔτι τοῦ πυρὸς ἐπικρατῆσαι. [1.87.1] ἐνθαῦτα λέγεται ὑπὸ Λυδῶν Κροῖσον μαθόντα τὴν Κύρου μετάγνωσιν, ὡς ὥρα πάντα μὲν ἄνδρα σβεννύντα τὸ πῦρ, δυναμένους δὲ οὐκέτι καταλαβεῖν, ἐπιβώσασθαι τὸν Ἀπόλλωνα ἐπικαλεόμενον, εἴ τί οἱ κεχαρισμένον ἐξ αὐτοῦ ἐδωρήθη, παραστῆναι καὶ ῥύσασθαί μιν ἐκ τοῦ παρεόντος κακοῦ. [1.87.2] τὸν μὲν δακρύοντα ἐπικαλέεσθαι τὸν θεόν, ἐκ δὲ αἰθρίης τε καὶ νηνεμίης συνδραμεῖν ἐξαπίνης νέφεα καὶ χειμῶνά τε καταρραγῆναι καὶ ὗσαι ὕδατι λαβροτάτῳ, κατασβεσθῆναί τε τὴν πυρήν. οὕτω δὴ μαθόντα τὸν Κῦρον ὡς εἴη ὁ Κροῖσος καὶ θεοφιλὴς καὶ ἀνὴρ ἀγαθός, καταβιβάσαντα αὐτὸν ἀπὸ τῆς πυρῆς εἰρέσθαι τάδε· [1.87.3] Κροῖσε, τίς σε ἀνθρώπων ἀνέγνωσε ἐπὶ γῆν τὴν ἐμὴν στρατευσάμενον πολέμιον ἀντὶ φίλου ἐμοὶ καταστῆναι; ὁ δὲ εἶπε· Ὦ βασιλεῦ, ἐγὼ ταῦτα ἔπρηξα τῇ σῇ μὲν εὐδαιμονίῃ, τῇ ἐμεωυτοῦ δὲ κακοδαιμονίῃ· αἴτιος δὲ τούτων ἐγένετο ὁ Ἑλλήνων θεὸς ἐπάρας ἐμὲ στρατεύεσθαι. [1.87.4] οὐδεὶς γὰρ οὕτω ἀνόητός ἐστι ὅστις πόλεμον πρὸ εἰρήνης αἱρέεται· ἐν μὲν γὰρ τῇ οἱ παῖδες τοὺς πατέρας θάπτουσι, ἐν δὲ τῷ οἱ πατέρες τοὺς παῖδας. ἀλλὰ ταῦτα δαίμονί κου φίλον ἦν οὕτω γενέσθαι. [1.88.1] ὁ μὲν ταῦτα ἔλεγε, Κῦρος δὲ αὐτὸν λύσας κατεῖσέ τε ἐγγὺς ἑωυτοῦ καὶ κάρτα ἐν πολλῇ προμηθίῃ εἶχε, ἀπεθώμαζέ τε ὁρέων καὶ αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἐόντες πάντες. ὁ δὲ συννοίῃ ἐχόμενος ἥσυχος ἦν. [1.88.2] μετὰ δὲ ἐπιστραφείς τε καὶ ἰδόμενος τοὺς Πέρσας τὸ τῶν Λυδῶν ἄστυ κεραΐζοντας εἶπε· Ὦ βασιλεῦ, κότερον λέγειν πρὸς σὲ τὰ νοέων τυγχάνω ἢ σιγᾶν ἐν τῷ παρεόντι χρή; Κῦρος δέ μιν θαρσέοντα ἐκέλευε λέγειν ὅ τι βούλοιτο. ὁ δὲ αὐτὸν εἰρώτα λέγων· [1.88.3] Οὗτος ὁ πολλὸς ὅμιλος τί ταῦτα πολλῇ σπουδῇ ἐργάζεται; ὁ δὲ εἶπε· Πόλιν τε τὴν σὴν διαρπάζει καὶ χρήματα τὰ σὰ διαφορέει. Κροῖσος δὲ ἀμείβετο· Οὔτε πόλιν τὴν ἐμὴν οὔτε χρήματα τὰ ἐμὰ διαρπάζει· οὐδὲν γὰρ ἐμοὶ ἔτι τούτων μέτα· ἀλλὰ φέρουσί τε καὶ ἄγουσι τὰ σά. [1.89.1] Κύρῳ δὲ ἐπιμελὲς ἐγένετο τὰ Κροῖσος εἶπε, μεταστησάμενος δὲ τοὺς ἄλλους εἴρετο Κροῖσον ὅ τι οἱ ἐνορῴη ἐν τοῖσι ποιευμένοισι. ὁ δὲ εἶπε· Ἐπείτε με θεοὶ ἔδωκαν δοῦλον σοί, δικαιῶ, εἴ τι ἐνορέω πλέον, σημαίνειν σοί. [1.89.2] Πέρσαι, φύσιν ἐόντες ὑβρισταί, εἰσὶ ἀχρήματοι· ἢν ὦν σὺ τούτους περιίδῃς διαρπάσαντας καὶ κατασχόντας χρήματα μεγάλα, τάδε τοι ἐξ αὐτῶν ἐπίδοξα γενέσθαι· ὃς ἂν αὐτῶν πλεῖστα κατάσχῃ, τοῦτον προσδέκεσθαί τοι ἐπαναστησόμενον. νῦν ὦν ποίησον ὧδε, εἴ τοι ἀρέσκει τὰ ἐγὼ λέγω. [1.89.3] κάτισον τῶν δορυφόρων ἐπὶ πάσῃσι τῇσι πύλῃσι φυλάκους, οἳ λεγόντων πρὸς τοὺς ἐκφέροντας τὰ χρήματα ἀπαιρεόμενοι ὥς σφεα ἀναγκαίως ἔχει δεκατευθῆναι τῷ Διί. καὶ σύ τέ σφι οὐκ ἀπεχθήσεαι βίῃ ἀπαιρεόμενος τὰ χρήματα, καὶ ἐκεῖνοι συγγνόντες ποιέειν σε δίκαια ἑκόντες προήσουσι. [1.90.1] ταῦτα ἀκούων ὁ Κῦρος ὑπερήδετο, ὥς οἱ ἐδόκεε εὖ ὑποτίθεσθαι· αἰνέσας δὲ πολλὰ καὶ ἐντειλάμενος τοῖσι δορυφόροισι τὰ Κροῖσος ὑπεθήκατο ἐπιτελέειν, εἶπε πρὸς Κροῖσον τάδε· Κροῖσε, ἀναρτημένου σεῦ ἀνδρὸς βασιλέος χρηστὰ ἔργα καὶ ἔπεα ποιέειν, αἰτέο δόσιν ἥντινα βούλεαί τοι γενέσθαι παραυτίκα. [1.90.2] ὁ δὲ εἶπε· Ὦ δέσποτα, ἐάσας με χαριῆ μάλιστα τὸν θεὸν τῶν Ἑλλήνων, τὸν ἐγὼ ἐτίμησα θεῶν μάλιστα, ἐπειρέσθαι, πέμψαντα τάσδε τὰς πέδας, εἰ ἐξαπατᾶν τοὺς εὖ ποιεῦντας νόμος ἐστί οἱ. Κῦρος δὲ εἴρετο ὅ τι οἱ τοῦτο ἐπηγορέων παραιτέοιτο. [1.90.3] Κροῖσος δέ οἱ ἐπαλιλλόγησε πᾶσαν τὴν ἑωυτοῦ διάνοιαν καὶ τῶν χρηστηρίων τὰς ὑποκρίσις καὶ μάλιστα τὰ ἀναθήματα καὶ ὡς ἐπαρθεὶς τῷ μαντηίῳ ἐστρατεύσατο ἐπὶ Πέρσας. λέγων δὲ ταῦτα κατέβαινε αὖτις παραιτεόμενος ἐπεῖναί οἱ τῷ θεῷ τοῦτο ὀνειδίσαι. Κῦρος δὲ γελάσας εἶπε· Καὶ τούτου τεύξεαι παρ᾽ ἐμεῦ, Κροῖσε, καὶ ἄλλου παντὸς τοῦ ἂν ἑκάστοτε δέῃ. [1.90.4] ὡς δὲ ταῦτα ἤκουσε ὁ Κροῖσος, πέμπων τῶν Λυδῶν ἐς Δελφοὺς ἐνετέλλετο τιθέντας τὰς πέδας ἐπὶ τοῦ νηοῦ τὸν οὐδὸν εἰρωτᾶν εἰ οὔ τι ἐπαισχύνεται τοῖσι μαντηίοισι ἐπάρας Κροῖσον στρατεύεσθαι ἐπὶ Πέρσας ὡς καταπαύσοντα τὴν Κύρου δύναμιν, ἀπ᾽ ἧς οἱ ἀκροθίνια τοιαῦτα γενέσθαι, δεικνύντας τὰς πέδας· ταῦτά τε ἐπειρωτᾶν καὶ εἰ ἀχαρίστοισι νόμος εἶναι τοῖσι Ἑλληνικοῖσι θεοῖσι.

[1.84.1] Νά πώς έπεσαν οι Σάρδεις: Ήταν η δεκάτη τέταρτη μέρα αφότου άρχισε η πολιορκία του Κροίσου, όταν ο Κύρος στέλνοντας καβαλάρηδες στο στρατό του μήνυσε ότι στον πρώτο που θα πατούσε το τείχος θα δώσει δώρα. [1.84.2] Ύστερα ο στρατός έκανε επίθεση· όμως καθώς το πράγμα δε πήγαινε μπροστά, τότε, ενώ οι άλλοι είχαν πια παραιτηθεί, ένας στρατιώτης Μάρδος δοκίμαζε να σκαρφαλώσει (το όνομά του ήταν Υροιάδης) σε κείνο το σημείο της ακρόπολης, που ήταν ολότελα αφύλακτο, αφού κανέναν φόβο δεν είχαν οι Λυδοί μήπως ποτέ από εκεί κυριευτεί το κάστρο. [1.84.3] Γιατί είναι απότομη σ᾽ αυτό το μέρος η ακρόπολη και άπαρτη. Από εκεί ούτε ο Μήλης, ο παλιός βασιλιάς των Σαρδίων, μόνον από εκεί δεν πέρασε το λιοντάρι που του γέννησε η παλλακίδα του, όταν οι Τελμησσείς έκριναν πως, αν το λιοντάρι γυροφέρει τα τείχη, οι Σάρδεις δε θα κυριευτούν ποτέ. Όμως ο Μήλης σ᾽ όλο το άλλο τείχος που ήταν επίφοβο γύρισε το λιοντάρι· το μέρος αυτό ωστόσο είπε πως είναι απόρθητο, καθότι απότομο. Πρόκειται για τη μεριά της ακρόπολης που βλέπει κατά τον Τμώλο. [1.84.4] Λοιπόν ο Μάρδος Υροιάδης που είπαμε είδε την προηγούμενη ημέρα κάποιον από τους Λυδούς να κατεβαίνει από αυτό το μέρος της ακρόπολης, για να πάρει το κράνος του, που του είχε κυλίσει κάτω, κι ύστερα πάλι να ανεβαίνει· πρόσεξε το πράγμα και το ετύπωσε στο νου του. Έτσι και ο ίδιος τότε ανέβηκε από εκεί και ξοπίσω του ανέβαιναν και άλλοι Πέρσες· όταν σκαρφάλωσαν πολλοί, τότε πια οι Σάρδεις κυριεύτηκαν και η πόλη ολόκληρη παραδόθηκε.
[1.85.1] Με τον Κροίσο τον ίδιο συνέβη το εξής: είχε ένα παιδί, που γι᾽ αυτό μίλησα και πρωτύτερα, στα άλλα όλα καλό, όμως άλαλο. Στα περασμένα καλά του χρόνια ο Κροίσος έκανε τα πάντα για χάρη του, αφού ανάμεσα στα άλλα που σκέφτηκε είχε στείλει και στους Δελφούς ανθρώπους του να ζητήσουν χρησμό επί τούτου. [1.85.2] Και η Πυθία τού είπε τα εξής:
Λυδέ κατά το γένος, βασιλεύ πολλών, πολλά μωρέ Κροίσε,
μη θέλεις ν᾽ ακούσεις εις την οικίαν σου την πολύευκτον φωνήν
του υιού σου λαλούντος. Συμφερότερόν σε είναι να λείψει
αυτό· διότι θα λαλήσει πρώτην φοράν εις ημέραν δυστυχή.
[1.85.3] Όταν λοιπόν κυριεύοντας το κάστρο όρμησε κάποιος Πέρσης να σκοτώσει τον Κροίσο παίρνοντάς τον για άλλον, ο Κροίσος που τον έβλεπε να έρχεται καταπάνω του, μέσα στη συμφορά του, έμεινε αδιάφορος, γιατί διόλου δεν τον έμελε να τον χτυπήσουν και να σκοτωθεί. [1.85.4] Μα το παιδί αυτό το άλαλο, σαν είδε τον Πέρση να ορμά πάνω στον πατέρα του, από φόβο και πόνο έβγαλε φωνή και είπε: «Άνθρωπέ μου, μη σκοτώσεις τον Κροίσο». Αυτές ήταν οι πρώτες λέξεις που πρόφερε· ύστερα πια μιλούσε όλα τα χρόνια της ζωής του.
[1.86.1] Έτσι οι Πέρσες πήραν τις Σάρδεις κι έπιασαν αιχμάλωτο τον Κροίσο, που βασίλευσε δεκατέσσερα χρόνια, πολιορκήθηκε δεκατέσσερις μέρες και σύμφωνα με το χρησμό κατέλυσε ένα μεγάλο βασίλειο — το δικό του. Όταν τον έπιασαν οι Πέρσες, τον οδήγησαν μπροστά στον Κύρο. [1.86.2] Κι αυτός έστησε μια πυρά μεγάλη και ανέβασε πάνω της τον Κροίσο δεμένο με αλυσίδες και πλάι του δεκατέσσερα νέα παλικάρια από τους Λυδούς, με σκοπό είτε να τον προσφέρει θυσία σε κάποιον από τους θεούς ως απαρχές της λείας του, είτε γιατί ήθελε να ξεπληρώσει κάποιο τάμα του, είτε γιατί έμαθε ότι ο Κροίσος είναι θεοφοβούμενος και γι᾽ αυτό ακριβώς τον ανέβασε στην πυρά, επειδή ήθελε να δει αν κάποιος από τους θεούς θα τον γλίτωνε, ώστε να μην καεί ζωντανός. [1.86.3] Ο Κύρος αυτά έκανε· κι ο Κροίσος στημένος πάνω στην πυρά, θυμήθηκε, παρά το μέγεθος της συμφοράς του, το λόγο του Σόλωνα, πως ήταν ειπωμένος με θεού φώτιση, ότι δηλαδή κανένας, όσο ζει, δεν είναι ευτυχισμένος. Και έτσι που ο λόγος έλαμψε μέσα του, πήρε βαθιά ανάσα κι αναστέναξε· κι ύστερα από μακριά σιγή πρόφερε τρεις φορές «Σόλων». [1.86.4] Ευθύς ως το άκουσε ο Κύρος, πρόσταξε τους διερμηνείς του να ρωτήσουν τον Κροίσο ποιός είναι αυτός που επικαλείται· και εκείνοι πλησίασαν και τον ρωτούσαν. Ο Κροίσος στην αρχή σιωπούσε, κι ας τον ρωτούσαν, ύστερα όμως, επειδή τον πίεζαν, είπε: «Εκείνος, που εγώ θα έδινα ολόκληρη περιουσία, για να μιλήσουν μαζί του όλοι οι βασιλιάδες». Καθώς όμως τους μίλαγε έτσι σκοτεινά, τον ξαναρώτησαν τί νόημα είχαν τα λόγια του. [1.86.5] Και επειδή επέμεναν και δεν τον άφηναν σε ησυχία, τέλος τούς διηγήθηκε πως ήρθε κάποτε στην αυλή του ο Σόλων ο Αθηναίος, και αφού τριγύρισε και είδε όλα του τα πλούτη, πως τα θεώρησε μηδαμινά (και είπε αυτά που είπε)· πως όλα τού βγήκαν όπως τα είπε εκείνος, κι ωστόσο τα λόγια του δεν ταίριαζαν μονάχα για τον Κροίσο, παρά για ολόκληρο το γένος των ανθρώπων, και περισσότερο για εκείνους, όσοι φαντάζονται οι ίδιοι πως είναι ευτυχισμένοι. Ενώ ο Κροίσος έκανε τη διήγησή του, η πυρά είχε κιόλας ανάψει και οι κάτω άκρες της γύρω γύρω άρχισαν να καίγονται. [1.86.6] Ευθύς ως άκουσε ο Κύρος από τους διερμηνείς του όσα είπε ο Κροίσος, άλλαξε γνώμη και συλλογίστηκε πως, όντας ο ίδιος άνθρωπος, παράδινε ζωντανό στη φωτιά ένα συνάνθρωπό του, που η ευδαιμονία του δε στάθηκε κατώτερη από τη δική του. Ακόμη επειδή φοβήθηκε την πληρωμή και αναλογίστηκε πως τίποτε από τα ανθρώπινα πράγματα δεν είναι σταθερό, έδωσε διαταγή να σβήσουν το γρηγορότερο τη φωτιά που έκαιγε και να κατεβάσουν από την πυρά τον Κροίσο κι αυτούς που ήταν μαζί με τον Κροίσο. Οι άνθρωποί του όμως, με όλες τους τις προσπάθειες, ήταν αδύνατο πια να συγκρατήσουν τη φωτιά.
[1.87.1] Τότε, λεν οι Λυδοί, όταν κατάλαβε ο Κροίσος τη μεταμέλεια του Κύρου, καθώς έβλεπε όλο τον κόσμο να καταγίνεται να σβήσει τη φωτιά κι όμως να μη μπορούν πια να την προφτάσουν, ανέκραξε φωνάζοντας τον Απόλλωνα, πως αν κάποτε είχε στρέξει σε κάποιο δώρο του, να του παρασταθεί τώρα και να τον γλιτώσει από το κακό αυτής της ώρας. [1.87.2] Αυτός με δάκρυα στα μάτια επικαλούνταν το θεό, και ξαφνικά, ενώ ήταν ο ουρανός καθαρός και δεν φυσούσε διόλου, μαζεύτηκαν σύννεφα και ξέσπασε καταιγίδα κι έπεσε ραγδαία βροχή και έσβησε η πυρά ολότελα. Όταν με το σημάδι αυτό κατάλαβε ο Κύρος ότι ο Κροίσος ήταν άνθρωπος αγαθός που οι θεοί τον αγαπούν, τον κατέβασε από την πυρά και τον ρωτούσε: [1.87.3] «Κροίσε, ποιός άνθρωπος σου ξεσήκωσε το μυαλό, για να κινήσεις το στρατό σου εναντίον της χώρας μου και να γίνεις εχθρός μου αντί για φίλος;» Και εκείνος είπε: «Έκανα ό,τι έκανα για τη δική σου καλή τύχη, για τη δική μου όμως κακοτυχιά· αίτιος σ᾽ αυτό στάθηκε ο θεός των Ελλήνων, που με ξεσήκωσε να κινήσω το στρατό μου. [1.87.4] Γιατί βέβαια κανείς δεν είναι έτσι άμυαλος που να θέλει πόλεμο αντί για ειρήνη· όσο κρατά αυτή τα παιδιά θάβουν τους πατέρες τους, ενώ στον πόλεμο οι πατέρες τα παιδιά τους. Αλλά αυτά ήσαν βουλή θεού να γίνουν έτσι».
[1.88.1] Εκείνος αυτά έλεγε, και ο Κύρος αφού του έλυσε τα δεσμά, τον έβαλε να καθίσει πλάι του και του έδειχνε μεγάλο σεβασμό και τον κοιτούσε σαστισμένος, κι αυτός και όλοι όσοι ήταν τριγύρω του. Ο Κροίσος βυθισμένος στις σκέψεις του δε μιλούσε. [1.88.2] Ύστερα όμως, όταν έστρεψε τα μάτια του κι είδε τους Πέρσες να λεηλατούν την πόλη των Λυδών, είπε: «Βασιλιά μου, άραγε έχω την άδεια να σου πω αυτό που σκέφτομαι, ή είναι σωστότερο στη θέση που βρίσκομαι να μείνω στη σιωπή μου;» Ο Κύρος τον παρακινούσε να πει με θάρρος ό,τι θέλει. Κι αυτός τον ρωτούσε λέγοντας: [1.88.3] «Όλος αυτός ο κόσμος τί κάνει εκεί με τόση σπουδή;» Και εκείνος είπε: «Την πόλη τη δική σου λεηλατεί και τα δικά σου αγαθά αρπάζει». Και ο Κροίσος απαντούσε: «Ούτε την πόλη τη δική μου ούτε τα αγαθά τα δικά μου αρπάζει· γιατί εγώ δεν έχω πια τίποτε να κάνω μ᾽ αυτά· παίρνουν λοιπόν κι αρπάζουν τα δικά σου αγαθά».
[1.89.1] Ο Κύρος πήρε στα σοβαρά όσα του είπε ο Κροίσος, κι αφού απομάκρυνε τους άλλους, ρωτούσε τον Κροίσο τί κακό βλέπει εις βάρος του σ᾽ αυτά που γίνονται. Κι εκείνος είπε: «Μια και οι θεοί μ᾽ έκαναν δούλο σου, νομίζω δίκιο, αν κάτι βλέπω πιο μακριά από σένα, να σου το φανερώνω. [1.89.2] Οι Πέρσες, που από τη φύση τους είναι άμετροι, είναι τώρα φτωχοί. Αν όμως εσύ τους αφήσεις ν᾽ αρπάξουν και ν᾽ αποχτήσουν πολλά αγαθά, νά τί έχεις να περιμένεις πως θα βγει από αυτούς: όποιος ανάμεσά τους πάρει τα πιο πολλά, να περιμένεις πως θα σου αντισηκώσει κεφάλι. Κάνε λοιπόν τώρα αυτό που εγώ σου λέγω, αν φυσικά το βρίσκεις σωστό. [1.89.3] Στήσε από τους δορυφόρους σου σ᾽ όλες τις πύλες φύλακες, που ας λένε σ᾽ όσους κουβαλούνε λάφυρα, αφαιρώντας τα, πως είναι ανάγκη αυτά να προσφερθούν στο Δία ως δεκάτη. Έτσι και συ δε θα τους γίνεις μισητός παίρνοντάς τους τα λάφυρα με τη βία, και εκείνοι καταλαβαίνοντας ότι αυτό που κάνεις είναι δίκαιο, θα σου τα αφήσουν με τη θέλησή τους».
[1.90.1] Στο άκουσμα αυτών των λόγων ο Κύρος ευχαριστήθηκε πολύ, γιατί έβλεπε που η συμβουλή του Κροίσου ήταν σωστή. Πολύ τον παίνεσε, κι έδωσε διαταγή στους δορυφόρους του να κάνουν ό,τι συμβούλευε ο Κροίσος· ύστερα είπε του Κροίσου τα εξής: «Κροίσε, μια κι αποδείχτηκες πρόθυμος, συ ένας βασιλιάς, να κάνεις έργα καλά και να μιλάς σοφά, ζήτησε οποιοδήποτε καλό θέλεις, να το έχεις αμέσως». Και εκείνος είπε: [1.90.2] «Κύριέ μου, θα μου κάνεις την πιο μεγάλη χάρη, αν με αφήσεις να ρωτήσω το θεό των Ελλήνων, που εγώ τον τίμησα περισσότερο από τους άλλους θεούς — να τον ρωτήσω, στέλνοντάς του αυτά μου τα δεσμά, αν συνηθίζει να εξαπατά εκείνους που του κάνουν καλό». Και ο Κύρος τον ρώτησε τί ήταν εκείνο που καταμαρτυρεί του θεού, και ζητά αυτή τη χάρη. [1.90.3] Έτσι ο Κροίσος διηγήθηκε για το χατίρι του άλλη μια φορά τα σχέδιά του και τις αποκρίσεις των μαντείων, και ιδιαίτερα μίλησε για τα αφιερώματά του και πώς ξεσηκωμένος από το χρησμό κίνησε το στρατό του εναντίον των Περσών. Κι αυτά εξιστορώντας έκλεισε το λόγο του παρακαλώντας πάλι να του επιτραπεί να ρίξει αυτή την κατηγόρια στο θεό. Γέλασε ο Κύρος κι είπε: «Κι αυτό θα το έχεις από μένα, Κροίσε, κι ό,τι άλλο χρειαστείς κάθε φορά». [1.90.4] Όταν το άκουσε αυτό ο Κροίσος, ετοίμασε αποστολή από Λυδούς για τους Δελφούς και τους έδωσε εντολή να αποθέσουν τα δεσμά του στο κατώφλι του ναού, και να ρωτήσουν αν δεν αισθάνεται καμιά ντροπή ο θεός για τους χρησμούς που ξεσήκωσαν τον Κροίσο, για να κινήσει το στρατό του εναντίον των Περσών, καμιά ντροπή που του υποσχέθηκε ότι θα καταλούσε τάχα τη δύναμη του Κύρου — και νά οι προσφορές, να λένε, που κέρδισε από αυτή τη νίκη, δείχνοντας τα δεσμά· αυτό να τον ρωτήσουν, κι ακόμη αν το έχουν συνήθεια οι θεοί των Ελλήνων να είναι αχάριστοι.