ΕΜΠΟΡΟΣ
Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,
ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,
ἐκέλευσ᾽ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,
545ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ,
τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.
πλέων γάρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ
ἀπ᾽ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν
Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι
550σοὶ πάντες εἶεν συννεναυστοληκότες,
ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,
τὸν πλοῦν ποιεῖσθαι, προστυχόντι τῶν ἴσων.
οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,
ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα
555βουλεύματ᾽ ἐστί, κοὐ μόνον βουλεύματα,
ἀλλ᾽ ἔργα δρώμεν᾽, οὐκέτ᾽ ἐξαργούμενα.
ΝΕ. ἀλλ᾽ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε,
εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ·
φράσον δ᾽ ἅπερ γ᾽ ἔλεξας, ὡς μάθω τί μοι
560νεώτερον βούλευμ᾽ ἀπ᾽ Ἀργείων ἔχεις.
ΕΜ. φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ
Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.
ΝΕ. ὡς ἐκ βίας μ᾽ ἄξοντες ἢ λόγοις πάλιν;
ΕΜ. οὐκ οἶδ᾽. ἀκούσας δ᾽ ἄγγελος πάρειμί σοι.
565ΝΕ. ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἱ ξυνναυβάται
οὕτω καθ᾽ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;
ΕΜ. ὡς ταῦτ᾽ ἐπίστω δρώμεν᾽, οὐ μέλλοντ᾽ ἔτι.
ΝΕ. πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδ᾽ οὐκ αὐτάγγελος
πλεῖν ἦν ἑτοῖμος; ἢ φόβος τις εἶργέ νιν;
570ΕΜ. κεῖνός γ᾽ ἐπ᾽ ἄλλον ἄνδρ᾽ ὁ Τυδέως τε παῖς
ἔστελλον, ἡνίκ᾽ ἐξανηγόμην ἐγώ.
ΝΕ. πρὸς ποῖον αὖ τόνδ᾽ αὐτὸς οὑδυσσεὺς ἔπλει;
ΕΜ. ἦν δή τις—ἀλλὰ τόνδε μοι πρῶτον φράσον
τίς ἐστίν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα.
575ΝΕ. ὅδ᾽ ἔσθ᾽ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε.
|