4. ΝΟΜΕΙΣ ΒΑΤΤΟΣ
Εἰπέ μοι, ὦ Κορύδων, τίνος αἱ βόες; ἦ ῥα Φιλώνδα;
ΚΟΡΥΔΩΝ
οὔκ, ἀλλ᾽ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.
ΒΑ. ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγες;
ΚΟ. ἀλλ᾽ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.
5 ΒΑ. αὐτὸς δ᾽ ἐς τίν᾽ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν;
ΚΟ. οὐκ ἄκουσας; ἄγων νιν ἐπ᾽ Ἀλφεὸν ᾤχετο Μίλων.
ΒΑ. καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;
ΚΟ. φαντί νιν Ἡρακλῇ βίην καὶ κάρτος ἐρίσδειν.
ΒΑ. κἤμ᾽ ἔφαθ᾽ ἁ μάτηρ Πολυδεύκεος ἦμεν ἀμείνω.
10 ΚΟ. κᾤχετ᾽ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μῆλα.
ΒΑ. πείσαι κα Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.
ΚΟ. ταὶ δαμάλαι δ᾽ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.
ΒΑ. δείλαιαί γ᾽ αὗται, τὸν βουκόλον ὡς κακὸν εὗρον.
ΚΟ. ἦ μὰν δείλαιαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.
15 ΒΑ. τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται
τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ;
ΚΟ. οὐ Δᾶν, ἀλλ᾽ ὅκα μέν νιν ἐπ᾽ Αἰσάροιο νομεύω
καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,
ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.
20 ΒΑ. λεπτὸς μὰν χὠ ταῦρος ὁ πυρρίχος. αἴθε λάχοιεν
τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται ὅκκα θύωντι
τᾷ Ἥρᾳ, τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος.
ΚΟ. καὶ μὰν ἐς στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,
καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,
25 αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.
ΒΑ. φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες, ὦ τάλαν Αἴγων,
εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,
χἀ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκ᾽ ἐπάξα.
|