ΕΠΕΙΣΟΔΙΟΝ ΤΡΙΤΟΝ ΙΩ
τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν
τόνδε χαλινοῖς ἐν πετρίνοισιν
χειμαζόμενον;
τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ;
σήμηνον ὅποι
565 γῆς ἡ μογερὰ πεπλάνημαι.
ἆ ἆ, ἓ ἕ·
χρίει τίς αὖ με τὰν τάλαιναν οἶστρος;
εἴδωλον Ἄργου γηγενοῦς· † ἄλευ᾽, ἆ δᾶ· φοβοῦμαι,
τὸν μυριωπὸν εἰσορῶσα βούταν.
ὁ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων,
570 ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.
ἀλλ᾽ ἐμὲ τὰν τάλαιναν
ἐξ ἐνέρων περῶν κυναγεῖ, πλανᾷ
τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμον.
ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ [στρ. α]
575 ἀχέτας ὑπνοδόταν νόμον·
ἰὼ ἰὼ πόποι, ποῖ μ᾽ ἄγουσι τηλέπλαγκτοι πλάναι;
τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ᾽
ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν πημοναῖσιν,
ἓ ἕ·
580 οἰστρηλάτῳ δὲ δείματι δειλαίαν
παράκοπον ὧδε τείρεις;
πυρί ‹με› φλέξον, ἢ χθονὶ κάλυψον, ἢ
ποντίοις δάκεσι δὸς βοράν,
μηδέ μοι φθονήσῃς
εὐγμάτων, ἄναξ.
585 ἄδην με πολύπλανοι πλάναι
γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπῃ
πημονὰς ἀλύξω.
κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
ΠΡ. πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης
590 τῆς Ἰναχείας, ἣ Διὸς θάλπει κέαρ
ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται;
ΙΩ. πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις; [ἀντ. α]
εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν,
595 τίς ἄρα μ᾽, ὦ τάλας, [τὰν] ταλαίπωρον ὧδ᾽ ἔτυμα προσ-
θροεῖς,
θεόσυτόν τε νόσον ὠνόμασας, ἃ
μαραίνει με χρίουσα κέντροισι φοιταλέοισιν;
ἓ ἕ·
σκιρτημάτων δὲ νήστισιν αἰκείαις
600 λαβρόσυτος ἦλθον, ‹Ἥρας›
ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-
δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,
οἷ᾽ ἐγὼ μογοῦσιν;
ἀλλά μοι τορῶς
605 τέκμηρον ὅ τι μ᾽ ἐπαμμένει
παθεῖν· τί μῆχαρ, ἢ τί φάρμακον νόσου;
δεῖξον, εἴπερ οἶσθα·
θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.
|