ΙΟ. ὦ τέκνον, οὐκ ἔστ᾽ ἄλλοθεν τὸ σὸν κάρα
540ἀλλ᾽ ἐξ ἐκείνου· σπέρμα τῆς θείας φρενὸς
πέφυκας Ἡράκλειον· οὐδ᾽ αἰσχύνομαι
τοῖς σοῖς λόγοισι, τῆι τύχηι δ᾽ ἀλγύνομαι.
ἀλλ᾽ ἧι γένοιτ᾽ ἂν ἐνδικωτέρως φράσω·
πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,
545κἆιθ᾽ ἡ λαχοῦσα θνηισκέτω γένους ὕπερ·
σὲ δ᾽ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.
ΜΑ. οὐκ ἂν θάνοιμι τῆι τύχηι λαχοῦσ᾽ ἐγώ·
χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξηις, γέρον.
ἀλλ᾽, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι
550χρῆσθαι προθύμωι, τὴν ἐμὴν ψυχὴν ἐγὼ
δίδωμ᾽ ἑκοῦσα τοῖσδ᾽, ἀναγκασθεῖσα δ᾽ οὔ.
ΙΟ. φεῦ·
ὅδ᾽ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος,
κἀκεῖνος ἦν ἄριστος· ἀλλ᾽ ὑπερφέρεις
555τόλμηι τε τόλμαν καὶ λόγωι χρηστῶι λόγον.
οὐ μὴν κελεύω γ᾽ οὐδ᾽ ἀπεννέπω, τέκνον
[θνήισκειν σ᾽· ἀδελφοὺς δ᾽ ὠφελεῖς θανοῦσα σούς].
ΜΑ. σοφῶς κελεύεις· μὴ τρέσηις μιάσματος
τοὐμοῦ μετασχεῖν, ἀλλ᾽ ἐλευθέρως θάνω,
560ἔπου δέ, πρέσβυ· σῆι γὰρ ἐνθανεῖν χερὶ
θέλω, πέπλοις δὲ σῶμ᾽ ἐμὸν κρύψον παρών.
ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμ᾽ ἐγώ,
εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.
ΙΟ. οὐκ ἂν δυναίμην σῶι παρεστάναι μόρωι.
565ΜΑ. σὺ δ᾽ ἀλλὰ τοῦδε χρῆιζε, μή μ᾽ ἐν ἀρσένων
ἀλλ᾽ ἐν γυναικῶν χερσὶν ἐκπνεῦσαι βίον.
ΔΗ. ἔσται τάδ᾽, ὦ τάλαινα παρθένων, ἐπεὶ
κἀμοὶ τόδ᾽ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,
πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας
570καὶ τοῦ δικαίου. τλημονεστάτην δέ σε
πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.
ἀλλ᾽, εἴ τι βούληι, τούσδε τὸν γέροντά τε
χώρει προσειποῦσ᾽ ὑστάτοις προσφθέγμασιν.
|