ΣΩΚΡΑΤΗΣ. Ἐκεῖνο μὲν τοίνυν οἴχεται, τὸ δυνατόν τε καὶ χρήσιμον ἁπλῶς εἶναι καλόν· ἀλλ᾽ ἄρα τοῦτ᾽ ἦν ἐκεῖνο, ὦ Ἱππία, ὃ ἐβούλετο ἡμῶν ἡ ψυχὴ εἰπεῖν, ὅτι τὸ χρήσιμόν τε καὶ τὸ δυνατὸν ἐπὶ τὸ ἀγαθόν τι ποιῆσαι, τοῦτ᾽ ἐστὶ τὸ [296e] καλόν; ΙΠΠΙΑΣ. Ἔμοιγε δοκεῖ. ΣΩΚΡΑΤΗΣ. Ἀλλὰ μὴν τοῦτό γε ὠφέλιμόν ἐστιν. ἢ οὔ; ΙΠΠΙΑΣ. Πάνυ γε. ΣΩΚΡΑΤΗΣ. Οὕτω δὴ καὶ τὰ καλὰ σώματα καὶ τὰ καλὰ νόμιμα καὶ ἡ σοφία καὶ ἃ νυνδὴ ἐλέγομεν πάντα καλά ἐστιν, ὅτι ὠφέλιμα. ΙΠΠΙΑΣ. Δῆλον ὅτι. ΣΩΚΡΑΤΗΣ. Τὸ ὠφέλιμον ἄρα ἔοικεν ἡμῖν εἶναι τὸ καλόν, ὦ Ἱππία. ΙΠΠΙΑΣ. Πάντως δήπου, ὦ Σώκρατες. ΣΩΚΡΑΤΗΣ. Ἀλλὰ μὴν τό γε ὠφέλιμον τὸ ποιοῦν ἀγαθόν ἐστιν. ΙΠΠΙΑΣ. Ἔστι γάρ. ΣΩΚΡΑΤΗΣ. Τὸ ποιοῦν δέ γ᾽ ἐστὶν οὐκ ἄλλο τι ἢ τὸ αἴτιον· ἦ γάρ; ΙΠΠΙΑΣ. Οὕτως. ΣΩΚΡΑΤΗΣ. Τοῦ ἀγαθοῦ ἄρα [297a] αἴτιόν ἐστιν τὸ καλόν. ΙΠΠΙΑΣ. Ἔστι γάρ. ΣΩΚΡΑΤΗΣ. Ἀλλὰ μὴν τό γε αἴτιον, ὦ Ἱππία, καὶ οὗ ἂν αἴτιον ᾖ τὸ αἴτιον, ἄλλο ἐστίν· οὐ γάρ που τό γε αἴτιον αἰτίου αἴτιον ἂν εἴη. ὧδε δὲ σκόπει· οὐ τὸ αἴτιον ποιοῦν ἐφάνη; ΙΠΠΙΑΣ. Πάνυ γε. ΣΩΚΡΑΤΗΣ. Οὐκοῦν ὑπὸ τοῦ ποιοῦντος ποιεῖται οὐκ ἄλλο τι ἢ τὸ γιγνόμενον, ἀλλ᾽ οὐ τὸ ποιοῦν; ΙΠΠΙΑΣ. Ἔστι ταῦτα. ΣΩΚΡΑΤΗΣ. Οὐκοῦν ἄλλο τι τὸ γιγνόμενον, ἄλλο δὲ τὸ ποιοῦν; ΙΠΠΙΑΣ. Ναί. ΣΩΚΡΑΤΗΣ. Οὐκ ἄρα τό γ᾽ αἴτιον αἴτιον [297b] αἰτίου ἐστίν, ἀλλὰ τοῦ γιγνομένου ὑφ᾽ ἑαυτοῦ. ΙΠΠΙΑΣ. Πάνυ γε. ΣΩΚΡΑΤΗΣ. Εἰ ἄρα τὸ καλόν ἐστιν αἴτιον ἀγαθοῦ, γίγνοιτ᾽ ἂν ὑπὸ τοῦ καλοῦ τὸ ἀγαθόν· καὶ διὰ ταῦτα, ὡς ἔοικε, σπουδάζομεν καὶ τὴν φρόνησιν καὶ τἆλλα πάντα τὰ καλά, ὅτι τὸ ἔργον αὐτῶν καὶ τὸ ἔκγονον σπουδαστόν ἐστι, τὸ ἀγαθόν, καὶ κινδυνεύει ἐξ ὧν εὑρίσκομεν ἐν πατρός τινος ἰδέᾳ εἶναι τὸ καλὸν τοῦ ἀγαθοῦ. ΙΠΠΙΑΣ. Πάνυ μὲν οὖν· καλῶς γὰρ λέγεις, ὦ Σώκρατες. ΣΩΚΡΑΤΗΣ. Οὐκοῦν καὶ τόδε καλῶς λέγω, ὅτι οὔτε ὁ πατὴρ ὑός [297c] ἐστιν, οὔτε ὁ ὑὸς πατήρ; ΙΠΠΙΑΣ. Καλῶς μέντοι. ΣΩΚΡΑΤΗΣ. Οὐδέ γε τὸ αἴτιον γιγνόμενόν ἐστιν, οὐδὲ τὸ γιγνόμενον αὖ αἴτιον. ΙΠΠΙΑΣ. Ἀληθῆ λέγεις. ΣΩΚΡΑΤΗΣ. Μὰ Δία, ὦ ἄριστε, οὐδὲ ἄρα τὸ καλὸν ἀγαθόν ἐστιν, οὐδὲ τὸ ἀγαθὸν καλόν· ἢ δοκεῖ σοι οἷόν τε εἶναι ἐκ τῶν προειρημένων; ΙΠΠΙΑΣ. Οὐ μὰ τὸν Δία, οὔ μοι φαίνεται. ΣΩΚΡΑΤΗΣ. Ἀρέσκει οὖν ἡμῖν καὶ ἐθέλοιμεν ἂν λέγειν ὡς τὸ καλὸν οὐκ ἀγαθὸν οὐδὲ τὸ ἀγαθὸν καλόν; ΙΠΠΙΑΣ. Οὐ μὰ τὸν Δία, οὐ πάνυ μοι ἀρέσκει. ΣΩΚΡΑΤΗΣ. Ναὶ μὰ τὸν Δία, ὦ Ἱππία· ἐμοὶ δέ γε πάντων [297d] ἥκιστα ἀρέσκει ὧν εἰρήκαμεν λόγων. ΙΠΠΙΑΣ. Ἔοικε γὰρ οὕτως. ΣΩΚΡΑΤΗΣ. Κινδυνεύει ἄρα ἡμῖν, οὐχ ὥσπερ ἄρτι ἐφαίνετο κάλλιστος εἶναι τῶν λόγων τὸ ὠφέλιμον καὶ τὸ χρήσιμόν τε καὶ τὸ δυνατὸν ἀγαθόν τι ποιεῖν καλὸν εἶναι, οὐχ οὕτως ἔχειν, ἀλλ᾽, εἰ οἷόν τέ ἐστιν, ἐκείνων εἶναι γελοιότερος τῶν πρώτων, ἐν οἷς τήν τε παρθένον ᾠόμεθα εἶναι τὸ καλὸν καὶ ἓν ἕκαστον τῶν ἔμπροσθεν λεχθέντων. ΙΠΠΙΑΣ. Ἔοικεν. ΣΩΚΡΑΤΗΣ. Καὶ ἐγὼ μέν γε οὐκ ἔτι ἔχω, ὦ Ἱππία, ὅποι τράπωμαι, ἀλλ᾽ ἀπορῶ· σὺ δὲ ἔχεις τι λέγειν; [297e] ΙΠΠΙΑΣ. Οὐκ ἔν γε τῷ παρόντι, ἀλλ᾽, ὥσπερ ἄρτι ἔλεγον, σκεψάμενος εὖ οἶδ᾽ ὅτι εὑρήσω.
|