Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΗΡΟΔΟΤΟΣ

Ἱστορίαι (6.6.1-6.17.1)

[6.6.1] Ἱστιαῖος μέν νυν καὶ Μυτιληναῖοι ἐποίευν ταῦτα· ἐπὶ δὲ Μίλητον αὐτὴν ναυτικὸς πολλὸς καὶ πεζὸς ἦν στρατὸς προσδόκιμος· συστραφέντες γὰρ οἱ στρατηγοὶ τῶν Περσέων καὶ ἓν ποιήσαντες στρατόπεδον ἤλαυνον ἐπὶ τὴν Μίλητον, τἆλλα πολίσματα περὶ ἐλάσσονος ποιησάμενοι. τοῦ δὲ ναυτικοῦ Φοίνικες μὲν ἦσαν προθυμότατοι, συνεστρατεύοντο δὲ καὶ Κύπριοι νεωστὶ κατεστραμμένοι καὶ Κίλικές τε καὶ Αἰγύπτιοι. [6.7.1] οἱ μὲν δὴ ἐπὶ τὴν Μίλητον καὶ τὴν ἄλλην Ἰωνίην ἐστρατεύοντο, Ἴωνες δὲ πυνθανόμενοι ταῦτα ἔπεμπον προβούλους σφέων αὐτῶν ἐς Πανιώνιον. ἀπικομένοισι δὲ τούτοισι ἐς τοῦτον τὸν χῶρον καὶ βουλευομένοισι ἔδοξε πεζὸν μὲν στρατὸν μηδένα συλλέγειν ἀντίξοον Πέρσῃσι, ἀλλὰ τὰ τείχεα ῥύεσθαι αὐτοὺς Μιλησίους, τὸ δὲ ναυτικὸν πληροῦν ὑπολιπομένους μηδεμίαν τῶν νεῶν, πληρώσαντας δὲ συλλέγεσθαι τὴν ταχίστην ἐς Λάδην προναυμαχήσοντας τῆς Μιλήτου· ἡ δὲ Λάδη ἐστὶ νῆσος σμικρὴ ἐπὶ τῇ πόλι τῇ Μιλησίων κειμένη. [6.8.1] μετὰ δὲ ταῦτα πεπληρωμένῃσι τῇσι νηυσὶ παρῆσαν οἱ Ἴωνες, σὺν δέ σφι καὶ Αἰολέων οἳ Λέσβον νέμονται· ἐτάσσοντο δὲ ὧδε· τὸ μὲν πρὸς τὴν ἠῶ εἶχον κέρας αὐτοὶ Μιλήσιοι, νέας παρεχόμενοι ὀγδώκοντα· εἴχοντο δὲ τούτων Πριηνέες δυώδεκα νηυσὶ καὶ Μυήσιοι τρισὶ νηυσί, Μυησίων δὲ Τήιοι εἴχοντο ἑπτακαίδεκα νηυσί, Τηίων δὲ εἴχοντο Χῖοι ἑκατὸν νηυσί· [6.8.2] πρὸς δὲ τούτοισι Ἐρυθραῖοί τε ἐτάσσοντο καὶ Φωκαιέες, Ἐρυθραῖοι μὲν ὀκτὼ νέας παρεχόμενοι, Φωκαιέες δὲ τρεῖς· Φωκαιέων δὲ εἴχοντο Λέσβιοι νηυσὶ ἑβδομήκοντα· τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ πρὸς ἑσπέρην κέρας Σάμιοι ἑξήκοντα νηυσί. πασέων δὲ τουτέων ὁ σύμπας ἀριθμὸς ἐγένετο τρεῖς καὶ πεντήκοντα καὶ τριηκόσιαι τριήρεες. [6.9.1] αὗται μὲν Ἰώνων ἦσαν, τῶν δὲ βαρβάρων τὸ πλῆθος τῶν νεῶν ἦσαν ἑξακόσιαι. ὡς δὲ καὶ αὗται ἀπίκατο πρὸς τὴν Μιλησίην καὶ ὁ πεζός σφι ἅπας παρῆν, ἐνθαῦτα οἱ Περσέων στρατηγοὶ πυθόμενοι τὸ πλῆθος τῶν Ἰάδων νεῶν καταρρώδησαν μὴ οὐ δυνατοὶ γένωνται ὑπερβαλέσθαι, καὶ οὕτως οὔτε τὴν Μίλητον οἷοί τε ἔωσι ἐξελεῖν μὴ οὐκ ἐόντες ναυκράτορες, πρός τε Δαρείου κινδυνεύσωσι κακόν τι λαβεῖν. [6.9.2] ταῦτα ἐπιλεγόμενοι συλλέξαντες τῶν Ἰώνων τοὺς τυράννους οἳ ὑπ᾽ Ἀρισταγόρεω μὲν τοῦ Μιλησίου καταλυθέντες τῶν ἀρχέων ἔφευγον ἐς Μήδους, ἐτύγχανον δὲ τότε συστρατευόμενοι ἐπὶ τὴν Μίλητον, τούτων τῶν ἀνδρῶν τοὺς παρεόντας συγκαλέσαντες ἔλεγόν σφι τάδε· [6.9.3] Ἄνδρες Ἴωνες, νῦν τις ὑμέων εὖ ποιήσας φανήτω τὸν βασιλέος οἶκον· τοὺς γὰρ ἑωυτοῦ ἕκαστος ὑμέων πολιήτας πειράσθω ἀποσχίζων ἀπὸ τοῦ λοιποῦ συμμαχικοῦ. προϊσχόμενοι δὲ ἐπαγγείλασθε τάδε, ὡς πείσονταί τε ἄχαρι οὐδὲν διὰ τὴν ἀπόστασιν, οὐδέ σφι οὔτε τὰ ἱρὰ οὔτε τὰ ἴδια ἐμπεπρήσεται, οὐδὲ βιαιότερον ἕξουσι οὐδὲν ἢ πρότερον εἶχον· [6.9.4] εἰ δὲ ταῦτα μὲν οὐ ποιήσουσι, οἱ δὲ πάντως διὰ μάχης ἐλεύσονται, τάδε ἤδη σφι λέγετε ἐπηρεάζοντες, τά περ σφέας κατέξει, ὡς ἑσσωθέντες τῇ μάχῃ ἐξανδραποδιεῦνται καὶ ὥς σφεων τοὺς παῖδας ἐκτομίας ποιήσομεν, τὰς δὲ παρθένους ἀνασπάστους ἐς Βάκτρα, καὶ ὡς τὴν χώρην ἄλλοισι παραδώσομεν. [6.10.1] οἱ μὲν δὴ ἔλεγον ταῦτα, τῶν δὲ Ἰώνων οἱ τύραννοι διέπεμπον νυκτὸς ἕκαστος ἐς τοὺς ἑωυτοῦ ἐξαγγελλόμενος. οἱ δὲ Ἴωνες, ἐς τοὺς καὶ ἀπίκοντο αὗται αἱ ἀγγελίαι, ἀγνωμοσύνῃ τε διεχρέωντο καὶ οὐ προσίεντο τὴν προδοσίην, ἑωυτοῖσί τε ἕκαστοι ἐδόκεον μούνοισι ταῦτα τοὺς Πέρσας ἐξαγγέλλεσθαι. ταῦτα μέν νυν ἰθέως ἀπικομένων ἐς τὴν Μίλητον τῶν Περσέων ἐγίνετο· [6.11.1] μετὰ δὲ τῶν Ἰώνων συλλεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί, καὶ δή κού σφι καὶ ἄλλοι ἠγορόωντο, ἐν δὲ δὴ καὶ ὁ Φωκαιεὺς στρατηγὸς Διονύσιος λέγων τάδε· [6.11.2] Ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πρήγματα, ἄνδρες Ἴωνες, ἢ εἶναι ἐλευθέροισι ἢ δούλοισι, καὶ τούτοισι ὡς δρηπέτῃσι· νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέκεσθαι, τὸ παραχρῆμα μὲν πόνος ὑμῖν ἔσται, οἷοί τε δὲ ἔσεσθε ὑπερβαλόμενοι τοὺς ἐναντίους εἶναι ἐλεύθεροι· εἰ δὲ μαλακίῃ τε καὶ ἀταξίῃ διαχρήσησθε, οὐδεμίαν ὑμέων ἔχω ἐλπίδα μὴ οὐ δώσειν [ὑμέας] δίκην βασιλέϊ τῆς ἀποστάσιος. [6.11.3] ἀλλ᾽ ἐμοί τε πείθεσθε καὶ ἐμοὶ ὑμέας αὐτοὺς ἐπιτρέψατε· καὶ ὑμῖν ἐγώ, θεῶν τὰ ἴσα νεμόντων, ὑποδέκομαι ἢ οὐ συμμείξειν τοὺς πολεμίους ἢ συμμίσγοντας πολλὸν ἐλασσωθήσεσθαι. [6.12.1] ταῦτα ἀκούσαντες οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ. ὁ δὲ ἀνάγων ἑκάστοτε ἐπὶ κέρας τὰς νέας, ὅκως τοῖσι ἐρέτῃσι χρήσαιτο διέκπλοον ποιεύμενος τῇσι νηυσὶ δ᾽ ἀλληλέων καὶ τοὺς ἐπιβάτας ὁπλίσειε, τὸ λοιπὸν τῆς ἡμέρης τὰς νέας ἔχεσκε ἐπ᾽ ἀγκυρέων, παρεῖχέ τε τοῖσι Ἴωσι πόνον δι᾽ ἡμέρης. [6.12.2] μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ ἐποίευν τὸ κελευόμενον, τῇ δὲ ἐπὶ ταύτῃσι οἱ Ἴωνες, οἷα ἀπαθέες ἐόντες πόνων τοιούτων τετρυμένοι τε ταλαιπωρίῃσί τε καὶ ἡλίῳ, ἔλεξαν πρὸς ἑωυτοὺς τάδε· [6.12.3] Τίνα δαιμόνων παραβάντες τάδε ἀναπίμπλαμεν; οἵτινες παραφρονήσαντες καὶ ἐκπλώσαντες ἐκ τοῦ νόου ἀνδρὶ Φωκαιέϊ ἀλαζόνι, παρεχομένῳ νέας τρεῖς, ἐπιτρέψαντες ἡμέας αὐτοὺς ἔχομεν· ὁ δὲ παραλαβὼν ἡμέας λυμαίνεται λύμῃσι ἀνηκέστοισι, καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐς νούσους πεπτώκασι, πολλοὶ δὲ ἐπίδοξοι τὠυτὸ τοῦτο πείσεσθαι· πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέσσον καὶ ὅ τι ὦν ἄλλο παθεῖν ἐστι, καὶ τὴν μέλλουσαν δουληίην ὑπομεῖναι ἥτις ἔσται, μᾶλλον ἢ τῇ παρεούσῃ συνέχεσθαι. φέρετε, τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ. [6.12.4] ταῦτα ἔλεξαν, καὶ μετὰ ταῦτα αὐτίκα πείθεσθαι οὐδεὶς ἤθελε, ἀλλ᾽ οἷα στρατιὴ σκηνάς τε πηξάμενοι ἐν τῇ νήσῳ ἐσκιητροφέοντο καὶ ἐσβαίνειν οὐκ ἐθέλεσκον ἐς τὰς νέας οὐδ᾽ ἀναπειρᾶσθαι. [6.13.1] μαθόντες δὲ ταῦτα γινόμενα ἐκ τῶν Ἰώνων οἱ στρατηγοὶ τῶν Σαμίων, ἐνθαῦτα δὴ παρ᾽ Αἰάκεος τοῦ Συλοσῶντος κείνους τοὺς πρότερον ἔπεμπε λόγους ὁ Αἰάκης κελευόντων τῶν Περσέων, δεόμενός σφεων ἐκλιπεῖν τὴν Ἰώνων συμμαχίην, οἱ Σάμιοι ὦν ὁρῶντες ἅμα μὲν ἐοῦσαν ἀταξίην πολλὴν ἐκ τῶν Ἰώνων ἐδέκοντο τοὺς λόγους, ἅμα δὲ κατεφαίνετό σφι εἶναι ἀδύνατα τὰ βασιλέος πρήγματα ὑπερβαλέσθαι, εὖ γε ἐπιστάμενοι ὡς εἰ καὶ τὸ παρεὸν ναυτικὸν ὑπερβαλοίατο [τὸν Δαρεῖον], ἄλλο σφι παρέσται πενταπλήσιον. [6.13.2] προφάσιος ὦν ἐπιλαβόμενοι, ἐπείτε τάχιστα εἶδον τοὺς Ἴωνας ἀρνευμένους εἶναι χρηστούς, ἐν κέρδεϊ ἐποιεῦντο περιποιῆσαι τά τε ἱρὰ τὰ σφέτερα καὶ τὰ ἴδια. ὁ δὲ Αἰάκης, παρ᾽ ὅτευ τοὺς λόγους ἐδέκοντο, παῖς μὲν ἦν Συλοσῶντος τοῦ Αἰάκεος, τύραννος δὲ ἐὼν Σάμου ὑπὸ τοῦ Μιλησίου Ἀρισταγόρεω ἀπεστέρητο τὴν ἀρχὴν κατά περ οἱ ἄλλοι τῆς Ἰωνίης τύραννοι. [6.14.1] τότε ὦν ἐπεὶ ἐπέπλεον οἱ Φοίνικες, οἱ Ἴωνες ἀντανῆγον καὶ αὐτοὶ τὰς νέας ἐπὶ κέρας. ὡς δὲ καὶ ἀγχοῦ ἐγίνοντο καὶ συνέμισγον ἀλλήλοισι, τὸ ἐνθεῦτεν οὐκ ἔχω ἀτρεκέως συγγράψαι οἵ τινες τῶν Ἰώνων ἐγένοντο ἄνδρες κακοὶ ἢ ἀγαθοὶ ἐν τῇ ναυμαχίῃ ταύτῃ· ἀλλήλους γὰρ καταιτιῶνται. [6.14.2] λέγονται δὲ Σάμιοι ἐνθαῦτα κατὰ τὰ συγκείμενα πρὸς τὸν Αἰάκεα ἀράμενοι τὰ ἱστία ἀποπλῶσαι ἐκ τῆς τάξιος ἐς τὴν Σάμον, πλὴν ἕνδεκα νεῶν. τουτέων δὲ οἱ τριήραρχοι παρέμενον καὶ ἐναυμάχεον ἀνηκουστήσαντες τοῖσι στρατηγοῖσι· [6.14.3] καί σφι τὸ κοινὸν τὸ Σαμίων ἔδωκε διὰ τοῦτο τὸ πρῆγμα ἐν στήλῃ ἀναγραφῆναι πατρόθεν ὡς ἀνδράσι ἀγαθοῖσι γενομένοισι, καὶ ἔστι αὕτη ἡ στήλη ἐν τῇ ἀγορῇ. ἰδόμενοι δὲ καὶ Λέσβιοι τοὺς προσεχέας φεύγοντας τὠυτὸ ἐποίευν τοῖσι Σαμίοισι· ὣς δὲ καὶ οἱ πλεῦνες τῶν Ἰώνων ἐποίευν τὰ αὐτὰ ταῦτα. [6.15.1] τῶν δὲ παραμεινάντων ἐν τῇ ναυμαχίῃ περιέφθησαν τρηχύτατα Χῖοι ὡς ἀποδεικνύμενοί τε ἔργα λαμπρὰ καὶ οὐκ ἐθελοκακέοντες· παρείχοντο οἳ μέν, ὥσπερ καὶ πρότερον εἰρέθη, νέας ἑκατὸν καὶ ἐπ᾽ ἑκάστης αὐτέων ἄνδρας τεσσεράκοντα τῶν ἀστῶν λογάδας ἐπιβατεύοντας· [6.15.2] ὁρέοντες δὲ τοὺς πολλοὺς τῶν συμμάχων προδιδόντας οὐκ ἐδικαίευν γενέσθαι τοῖσι κακοῖσι αὐτῶν ὅμοιοι, ἀλλὰ μετ᾽ ὀλίγων συμμάχων μεμουνωμένοι διεκπλέοντες ἐναυμάχεον, ἐς ὃ τῶν πολεμίων ἑλόντες νέας συχνὰς ἀπέβαλον τῶν σφετέρων τὰς πλεῦνας. Χῖοι μὲν δὴ τῇσι λοιπῇσι τῶν νεῶν ἀποφεύγουσι ἐς τὴν ἑωυτῶν, [6.16.1] ὅσοισι δὲ τῶν Χίων ἀδύνατοι ἦσαν αἱ νέες ὑπὸ τρωμάτων, οὗτοι δὲ ὡς ἐδιώκοντο καταφυγγάνουσι πρὸς τὴν Μυκάλην. νέας μὲν δὴ αὐτοῦ ταύτῃ ἐποκείλαντες κατέλιπον, οἱ δὲ πεζῇ ἐκομίζοντο διὰ τῆς ἠπείρου. [6.16.2] ἐπειδὴ δὲ ἐσέβαλον ἐς τὴν Ἐφεσίην κομιζόμενοι οἱ Χῖοι, νυκτός τε ‹γὰρ› ἀπίκοντο ἐς αὐτὴν καὶ ἐόντων τῇσι γυναιξὶ αὐτόθι θεσμοφορίων, ἐνθαῦτα δὴ οἱ Ἐφέσιοι, οὔτε προακηκοότες ὡς εἶχε περὶ τῶν Χίων ἰδόντες τε στρατὸν ἐς τὴν χώρην ἐσβεβληκότα, πάγχυ σφέας καταδόξαντες εἶναι κλῶπας καὶ ἰέναι ἐπὶ τὰς γυναῖκας ἐξεβοήθεον πανδημεὶ καὶ ἔκτεινον τοὺς Χίους. οὗτοι μέν νυν τοιαύτῃσι περιέπιπτον τύχῃσι· [6.17.1] Διονύσιος δὲ ὁ Φωκαιεὺς ἐπείτε ἔμαθε τῶν Ἰώνων τὰ πρήγματα διεφθαρμένα, νέας ἑλὼν τρεῖς τῶν πολεμίων ἀπέπλεε ἐς μὲν Φώκαιαν οὐκέτι, εὖ εἰδὼς ὡς ἀνδραποδιεῖται σὺν τῇ ἄλλῃ Ἰωνίῃ· ὁ δὲ ἰθέως ὡς εἶχε ἔπλεε ἐς Φοινίκην, γαύλους δὲ ἐνθαῦτα καταδύσας καὶ χρήματα λαβὼν πολλὰ ἔπλεε ἐς Σικελίην, ὁρμώμενος δὲ ἐνθεῦτεν ληιστὴς κατεστήκεε Ἑλλήνων μὲν οὐδενός, Καρχηδονίων δὲ καὶ Τυρσηνῶν.

[6.6.1] Λοιπόν αυτές τις επιχειρήσεις έκαναν ο Ιστιαίος και οι Μυτιληναίοι· αλλά στη Μίλητο περίμεναν όπου να ᾽ναι να δεχτεί η πόλη επίθεση από μεγάλο εκστρατευτικό σώμα ναυτικού και πεζικού· γιατί οι στρατηγοί των Περσών συγκλίνοντας τις δυνάμεις τους σχημάτισαν ένα στρατιωτικό σώμα και κατευθύνονταν εναντίον της Μιλήτου μη δίνοντας σημασία στις άλλες πόλεις. Στο ναυτικό πάλι έδειχναν τον πιο μεγάλο ζήλο οι Φοίνικες· στην εκστρατεία έπαιρναν μέρος και οι Κύπριοι που πρόσφατα είχαν υποταχτεί και Κίλικες και Αιγύπτιοι.
[6.7.1] Λοιπόν ετούτοι εκστράτευαν εναντίον της Μιλήτου και της υπόλοιπης Ιωνίας, κι οι Ίωνες απ᾽ τη μεριά τους με το που άκουσαν αυτά έστελναν τους αντιπροσώπους τους στο Πανιώνιο. Έφτασαν λοιπόν σ᾽ αυτό το μέρος κι ύστερ᾽ από σύσκεψη αποφάσισαν να μη στρατολογήσουν καθόλου πεζικό για ν᾽ αντιπαραταχτούν στους Πέρσες, αλλά να υπερασπίσουν τα τείχη της πόλης τους οι Μιλήσιοι μόνοι τους· και ν᾽ αρματώσουν στόλο παρατάσσοντας όλα τα καράβια τους ανεξαίρετα· κι αφού τ᾽ αρματώσουν, να συγκεντρωθούν το συντομότερο στη Λάδη, για να δώσουν ναυμαχία για τη σωτηρία της Μιλήτου. Κι η Λάδη είναι μικρό νησί που βρίσκεται κοντά στη Μίλητο.
[6.8.1] Κι ύστερ᾽ απ᾽ αυτά έφτασαν εκεί οι Ίωνες με τα καράβια τους αρματωμένα και μαζί τους από τους Αιολείς αυτοί που κατοικούν στη Λέσβο· νά πώς παρατάχτηκαν: την πτέρυγα προς τ᾽ ανατολικά την είχαν οι Μιλήσιοι οι ίδιοι, που συμμετείχαν με ογδόντα καράβια· αμέσως μετά απ᾽ αυτούς παρατάχτηκαν τα δώδεκα καράβια της Πριήνης και τα τρία απ᾽ τη Μυούντα, κι αμέσως μετά τους Μυουντίους τα δεκαεφτά καράβια της Τέω, κι αμέσως μετά τους Τηίους παρατάχτηκαν εκατό καράβια των Χίων· [6.8.2] σ᾽ αυτή την παράταξη προστέθηκαν οι Ερυθραίοι και οι Φωκαείς, οι Ερυθραίοι που έδιναν οχτώ καράβια και οι Φωκαείς τρία· αμέσως μετά τα καράβια της Φώκαιας παρατάχτηκαν οι Λέσβιοι με εβδομήντα καράβια· την παράταξη έκλειναν οι Σάμιοι που κρατούσαν τη δυτική πτέρυγα με εξήντα καράβια. Ο συνολικός αριθμός όλων αυτών των καραβιών έφτασε τις τριακόσιες πενήντα τρεις τριήρεις.
[6.9.1] Αυτός ήταν ο στόλος των Ιώνων, ενώ ο αριθμός των καραβιών των βαρβάρων ήταν εξακόσια. Κι όταν κι αυτά έφτασαν κοντά στη Μίλητο κι ήταν εκεί κι όλο το πεζικό τους, οι στρατηγοί των Περσών μαθαίνοντας τότε το πλήθος των καραβιών των Ιώνων πήραν μεγάλο φόβο, μήπως δεν μπορέσουν να νικήσουν, κι έτσι και τη Μίλητο δε θα είναι σε θέση να κυριέψουν, αφού δε θα είναι θαλασσοκράτορες, και θα διατρέξουν τον κίνδυνο να τους βρει κανένα κακό από τον Δαρείο. [6.9.2] Κάνοντας αυτές τις σκέψεις συγκέντρωσαν τους τυράννους των Ιώνων, αυτούς που τους καθαίρεσε από την εξουσία ο Αρισταγόρας ο Μιλήσιος και κατέφυγαν στους Πέρσες, κι έτυχε τότε να παίρνουν μέρος στην εκστρατεία εναντίον της Μιλήτου· κάλεσαν σε συγκέντρωση όσους απ᾽ αυτούς τους τυράννους ήταν παρόντες και τους έλεγαν τα εξής: [6.9.3] «Άνδρες Ίωνες, ήρθε η ώρα ο καθένας σας ν᾽ αποδειχθεί ευεργέτης του βασιλικού οίκου· δηλαδή, ας προσπαθήσει ο καθένας σας ν᾽ αποσπάσει τους συμπολίτες του από την υπόλοιπη συμμαχική δύναμη. Κάνοντάς τους την πρότασή σας δώστε τις παρακάτω υποσχέσεις, ότι για την επανάστασή τους δε θα πάθουν κανένα κακό κι ούτε θα δοθούν στις φλόγες είτε οι ναοί τους είτε τα σπίτια τους κι ούτε θα έχουν καταπίεση κάπως βαρύτερη απ᾽ αυτήν που είχαν πριν. [6.9.4] Όμως, αν δε συμμορφωθούν μ᾽ αυτά κι επιμείνουν οπωσδήποτε να μας πολεμήσουν, τότε πέστε τους απειλητικά τί τους περιμένει: πως νικημένοι στον πόλεμο θα γίνουν ανδράποδα, και τ᾽ αγόρια τους θα τα ευνουχίσουμε και τις παρθένες τους θα τις αρπάξουμε και θα τις στείλουμε με τη βία στα Βάκτρα και τη γη τους θα την παραδώσουμε σε άλλους».
[6.10.1] Αυτά τους έλεγαν οι Πέρσες, κι απ᾽ τη μεριά τους οι τύραννοι των Ιώνων, σα νύχτωσε, έστελναν μηνύματα εδώ κι εκεί, ο καθένας στους δικούς του. Κι οι Ίωνες που έγιναν παραλήπτες αυτών των μηνυμάτων έμεναν με πείσμα στην απόφασή τους κι έκλεισαν την πόρτα στην προδοσία· όλοι τους πίστευαν πως μόνο σ᾽ αυτούς έστελναν τα μηνύματα οι Πέρσες. Αυτά έγιναν αμέσως μόλις έφτασαν οι Πέρσες στη Μίλητο.
[6.11.1] Ύστερ᾽ από τη συγκέντρωση των Ιώνων στη Λάδη γίνονταν συνελεύσεις, κι όπως ήταν φυσικό έπαιρναν το λόγο κι άλλοι αγορητές, κι ανάμεσά τους κι ο στρατηγός της Φώκαιας Διονύσιος που έλεγε τα εξής: [6.11.2] «Άνδρες Ίωνες, η υπόθεσή μας βρίσκεται στην κόψη του ξυραφιού, να ζήσουμε ελεύθεροι ή δούλοι, και μάλιστα δούλοι που τους έπιασαν να δραπετεύουν· γι᾽ αυτό τώρα, αν δεχτείτε εσείς ν᾽ ανεχθείτε ταλαιπωρίες, για κάποιο διάστημα θα έχετε βάσανα, θα μπορέσετε όμως νικώντας τους εχθρούς να μείνετε ελεύθεροι· αν όμως το ρίξετε στη νωθρότητα και την απειθαρχία, δεν τρέφω για σας καμιά ελπίδα ότι δε θα τιμωρηθείτε απ᾽ το βασιλιά για την επανάσταση που σηκώσατε. [6.11.3] Αλλά πεισθείτε στα λόγια μου κι εμπιστευθείτε την τύχη σας σε μένα· και, φτάνει οι θεοί να δώσουν στον καθένα το δίκιο του, σας υπόσχομαι πως οι εχθροί ή δε θα δώσουν μάχη ή, αν δώσουν, θ᾽ αποδειχτούν πολύ κατώτεροι».
[6.12.1] Τ᾽ άκουσαν αυτά οι Ίωνες κι απόθεσαν την τύχη τους στα χέρια του Διονυσίου. Κι αυτός, καθημερινά, έβγαζε στ᾽ ανοιχτά τα καράβια σε μια γραμμή το ένα πίσω απ᾽ το άλλο, κι αφού πρώτα εξασκούσε τους κωπηλάτες να κάνουν να γλιστρά το καράβι τους ανάμεσα από τα άλλα, κι έβαζε τους πολεμιστές που ήταν στο κατάστρωμα ν᾽ αρματωθούν, ύστερα, την υπόλοιπη μέρα, κρατούσε τα καράβια στις άγκυρες, κι έτσι ολημερίς ξεθέωνε τους Ίωνες. [6.12.2] Λοιπόν, ώς και την έβδομη μέρα τον άκουαν κι εκτελούσαν τις διαταγές του, την επόμενη όμως οι Ίωνες, άνθρωποι άμαθοι σε τέτοιο κάματο κι εξαντλημένοι από τις ταλαιπωρίες και τον ήλιο, είπαν ανάμεσά τους τα εξής: [6.12.3] «Ποιανού θεού το θέλημα πατήσαμε και τραβούμε των παθών μας τον τάραχο; που χάσαμε τα λογικά μας και σαλπάραμε απ᾽ το λιμάνι της φρόνησης κι αποθέσαμε την τύχη μας στα χέρια ενός ανθρώπου από τη Φώκαια, ξιπασμένου, που η συμμετοχή του είναι τρία καράβια, και καθόμαστε να κλαίμε τη μοίρα μας· κι αυτός, αφού μας έβαλε στο χέρι, μας βγάζει την ψυχή με καψόνια που δεν παίρνουν γιατρειά· και νά που πολλοί ανάμεσά μας κείτονται άρρωστοι, κι όπου να ᾽ναι κι άλλοι θα πάθουν τα ίδια. Μπροστά σ᾽ αυτές τις συμφορές προτιμότερο και να μας βρει οποιοδήποτε άλλο κακό και να μας πλακώσει η σκλαβιά που μας περιμένει· ό,τι λογής κι αν είναι αυτή, θα ᾽ναι καλύτερα παρά να ᾽μαστε στριμωγμένοι όπως τώρα. Εμπρός, τέρμα η υπακοή μας σ᾽ αυτόν». [6.12.4] Αυτά είπαν κι αμέσως ύστερ᾽ απ᾽ αυτά κανένας πια δεν ήταν πρόθυμος να τον υπακούσει· και σα να ᾽ταν πεζικό που στρατοπέδευε, έστησαν σκηνές στο νησί και κυνηγούσαν τη σκιά κι αρνιόνταν να μπουν στα καράβια και να ξαναρχίσουν τα γυμνάσια.
[6.13.1] Όταν οι στρατηγοί των Σαμίων είδαν αυτά τα καμώματα των Ιώνων, τότε λοιπόν έκαναν δεκτές τις προτάσεις που τους έστειλε ο Αιάκης, καταπώς τον υποχρέωναν οι Πέρσες, ζητώντας τους να εγκαταλείψουν τη συμμαχία των Ιώνων· και τις έκαναν δεκτές οι Σάμιοι, από τη μια επειδή έβλεπαν να βασιλεύει μεγάλη αναρχία στους Ίωνες κι από την άλλη πως τους ήταν αδύνατο να νικήσουν τη δύναμη του βασιλιά, ξέροντας πολύ καλά πως, κι αν ακόμη το ναυτικό του που ήταν εκεί νικηθεί, θα εμφανιστεί μπροστά τους άλλο, πενταπλάσιο. [6.13.2] Πιάστηκαν λοιπόν απ᾽ αυτή την πρόφαση, αφού είδαν τους Ίωνες ν᾽ αρνούνται να κάνουν το καθήκον τους και πίστεψαν πως θα βγουν κερδισμένοι με το να σώσουν και τους ναούς και τα σπιτικά τους. Κι ο Αιάκης αυτός, από τον οποίο δέχτηκαν τις προτάσεις, ήταν γιος του Συλοσώντα, του γιου του Αιάκη· κι ήταν τύραννος της Σάμου, όταν καθαιρέθηκε από την εξουσία από τον Αρισταγόρα το Μιλήσιο, όπως και οι άλλοι τύραννοι της Ιωνίας.
[6.14.1] Τότε λοιπόν, όταν οι Φοίνικες επιτέθηκαν με τα καράβια τους, και οι Ίωνες απ᾽ τη μεριά τους έβγαλαν τα καράβια τους στ᾽ ανοιχτά, σε μια γραμμή το ένα πίσω από το άλλο. Κι απ᾽ την ώρα που βρέθηκαν δίπλα δίπλα και συγκρούστηκαν, αποκεί και πέρα δεν μπορώ να γράψω με βεβαιότητα ποιοί από τους Ίωνες αναδείχτηκαν αντρειωμένοι ή δειλοί σ᾽ αυτή τη ναυμαχία· γιατί ρίχνουν το φταίξιμο ο ένας στον άλλο. [6.14.2] Εκείνο που λέγεται είναι πως οι Σάμιοι, όπως είχαν συνεννοηθεί με τον Αιάκη, σήκωσαν τότε πανιά κι αποχώρησαν από την παράταξη για τη Σάμο, εκτός από έντεκα καράβια. Αυτών οι τριήραρχοι έμειναν στη θέση τους και ναυμάχησαν παρακούοντας τους στρατηγούς τους· [6.14.3] και αυτούς η συμπολιτεία των Σαμίων τους τίμησε γι᾽ αυτή τους την πράξη με το να χαραχτούν τα ονόματα μαζί με τα πατρώνυμά τους σε στήλη, επειδή αναδείχτηκαν γενναίοι μαχητές. Κι η στήλη αυτή υπάρχει στην αγορά τους. Κι οι Λέσβιοι, βλέποντας τους διπλανούς τους να φεύγουν, έπραξαν όπως και οι Σάμιοι· κι οι περισσότεροι από τους Ίωνες ακολούθησαν το παράδειγμά τους.
[6.15.1] Τώρα, απ᾽ όσους έμειναν και ναυμάχησαν, το μεγαλύτερο χτύπημα το δέχτηκαν οι Χίοι, καθώς διακρίθηκαν για τα λαμπρά κατορθώματα και δεν το έβαλαν κάτω· που πρώτα πρώτα, όπως και προηγουμένως ανέφερα, παρέταξαν εκατό καράβια και πάνω στο καθένα τους σαράντα πολίτες τους, επίλεκτους πολεμιστές· [6.15.2] κι ύστερα, αν κι έβλεπαν τους περισσότερους συμμάχους τους να λιποτακτούν, δεν καταδέχτηκαν να τους μοιάσουν στη δειλία, αλλά, μένοντας στη θέση τους μόνοι μαζί με λίγους συμμάχους, ναυμαχούσαν γλιστρώντας ανάμεσα απ᾽ τα εχθρικά καράβια, ώσπου, αφού κυρίεψαν πολλά απ᾽ αυτά, έχασαν τα περισσότερα απ᾽ τα δικά τους. Λοιπόν οι Χίοι με όσα καράβια τούς απέμειναν ξέφυγαν κι έφτασαν στο νησί τους.
[6.16.1] Όμως όσων Χίων τα καράβια κινούνταν δύσκολα απ᾽ τις αβαρίες, αυτοί λοιπόν, καθώς οι εχθροί τούς καταδίωκαν, ζήτησαν καταφύγιο στη Μυκάλη. Λοιπόν εκεί τράβηξαν έξω, στη στεριά, τα καράβια τους και τα άφησαν όπως ήταν, κι οι ίδιοι τους πεζοί προχώρησαν μέσ᾽ από τη στεριά. [6.16.2] Κι όταν συνεχίζοντας την πορεία τους οι Χίοι πάτησαν το έδαφος της Εφέσου —ήταν νύχτα όταν έφτασαν εκεί και σ᾽ εκείνο το μέρος γιόρταζαν οι γυναίκες τα Θεσμοφόρια—, τότε λοιπόν οι Εφέσιοι, καθώς δεν είχαν ακούσει προηγουμένως τις περιπέτειες των Χίων και είδαν στρατό να έχει κάνει εισβολή στη χώρα τους, τους πήραν στα σίγουρα για ληστές που ρίχνονταν στις γυναίκες τους, εξόρμησαν πανστρατιά για να τις προστατέψουν και σκότωναν τους Χίους. Αυτούς λοιπόν αυτή η τύχη τους περίμενε.
[6.17.1] Κι ο Διονύσιος από τη Φώκαια, όταν έμαθε την πανωλεθρία των Ιώνων, έχοντας κυριέψει τρία εχθρικά καράβια, έβαλε πλώρη —όχι βέβαια πια για τη Φώκαια, αφού ήξερε πολύ καλά πως η πόλη θα πέσει σε σκλαβιά μαζί με την υπόλοιπη Ιωνία—, αντίθετα, έτσι όπως βρέθηκε, κατευθείαν αρμένιζε για τη Φοινίκη· εκεί καταβύθισε φορτηγά πλοία και πήρε πλούσια λεία, κι ύστερα έβαλε πλώρη για τη Σικελία· κι έχοντας εκεί το ορμητήριό του για καιρό επιδιδόταν στην πειρατεία — κανέναν Έλληνα δεν κούρσευε, μόνο Καρχηδονίους και Τυρρηνούς.