Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας
Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7
ΗΡΟΔΟΤΟΣ
Ἱστορίαι (5.116.1-5.126.2)
[5.116.1] Κύπριοι μὲν δὴ ἐνιαυτὸν ἐλεύθεροι γενόμενοι αὖτις ἐκ νέης κατεδεδούλωντο· Δαυρίσης δὲ ἔχων Δαρείου θυγατέρα καὶ Ὑμαίης τε καὶ Ὀτάνης, ἄλλοι Πέρσαι στρατηγοί, ἔχοντες καὶ οὗτοι Δαρείου θυγατέρας, ἐπιδιώξαντες τοὺς ἐς Σάρδις στρατευσαμένους Ἰώνων καὶ ἐσαράξαντές σφεας ἐς τὰς νέας, τῇ μάχῃ ὡς ἐπεκράτησαν, τὸ ἐνθεῦτεν ἐπιδιελόμενοι τὰς πόλις ἐπόρθεον. [5.117.1] Δαυρίσης μὲν τραπόμενος πρὸς τὰς ἐν Ἑλλησπόντῳ πόλις εἷλε μὲν Δάρδανον, εἷλε δὲ Ἄβυδόν τε καὶ Περκώτην καὶ Λάμψακον καὶ Παισόν· ταύτας μίαν ἐπ᾽ ἡμέρῃ ἑκάστῃ αἵρεε, ἀπὸ δὲ Παισοῦ ἐλαύνοντί οἱ ἐπὶ Πάριον πόλιν ἦλθε ἀγγελίη τοὺς Κᾶρας τὠυτὸ Ἴωσι φρονήσαντας ἀπεστάναι ἀπὸ Περσέων. ἀποστρέψας ὦν ἐκ τοῦ Ἑλλησπόντου ἤλαυνε τὸν στρατὸν ἐπὶ τὴν Καρίην. [5.118.1] καί κως ταῦτα τοῖσι Καρσὶ ἐξαγγέλθη πρότερον ἢ τὸν Δαυρίσην ἀπικέσθαι. πυθόμενοι δὲ οἱ Κᾶρες συνελέγοντο ἐπὶ Λευκάς τε Στήλας καλεομένας καὶ ποταμὸν Μαρσύην, ὃς ῥέων ἐκ τῆς Ἰδριάδος χώρης ἐς τὸν Μαίανδρον ἐκδιδοῖ. [5.118.2] συλλεχθέντων δὲ τῶν Καρῶν ἐνθαῦτα ἐγίνοντο βουλαὶ ἄλλαι τε πολλαὶ καὶ ἀρίστη γε δοκέουσα εἶναι ἐμοὶ Πιξωδάρου τοῦ Μαυσώλου ἀνδρὸς Κινδυέος, ὃς τοῦ Κιλίκων βασιλέος Συεννέσιος εἶχε θυγατέρα. τούτου τοῦ ἀνδρὸς ἡ γνώμη ἔφερε διαβάντας τὸν Μαίανδρον τοὺς Κᾶρας καὶ κατὰ νώτου ἔχοντας τὸν ποταμὸν οὕτω συμβάλλειν, ἵνα μὴ ἔχοντες ὀπίσω φεύγειν οἱ Κᾶρες αὐτοῦ τε μένειν ἀναγκαζόμενοι γινοίατο ἔτι ἀμείνονες τῆς φύσιος. [5.118.3] αὕτη μέν νυν οὐκ ἐνίκα ἡ γνώμη, ἀλλὰ τοῖσι Πέρσῃσι κατὰ νώτου γίνεσθαι τὸν Μαίανδρον μᾶλλον ἢ σφίσι, δηλαδὴ ἢν φυγὴ τῶν Περσέων γένηται καὶ ἑσσωθέωσι τῇ συμβολῇ, ὡς οὐκ ἀπονοστήσουσι ἐς τὸν ποταμὸν ἐσπίπτοντες. [5.119.1] μετὰ δὲ παρεόντων καὶ διαβάντων τὸν Μαίανδρον τῶν Περσέων ἐνθαῦτα ἐπὶ τῷ Μαρσύῃ ποταμῷ συνέβαλόν τε τοῖσι Πέρσῃσι οἱ Κᾶρες καὶ μάχην ἐμαχέσαντο ἰσχυρὴν καὶ ἐπὶ χρόνον πολλόν, τέλος δὲ ἑσσώθησαν διὰ πλῆθος. Περσέων μὲν δὴ ἔπεσον ἄνδρες ἐς δισχιλίους, Καρῶν δὲ ἐς μυρίους. [5.119.2] ἐνθεῦτεν δὲ οἱ διαφυγόντες αὐτῶν κατειλήθησαν ἐς Λάβραυνδα ἐς Διὸς στρατίου ἱρόν, μέγα τε καὶ ἅγιον ἄλσος πλατανίστων. μοῦνοι δὲ τῶν ἡμεῖς ἴδμεν Κᾶρές εἰσι οἳ Διὶ Στρατίῳ θυσίας ἀνάγουσι. κατειληθέντες δὲ ὦν οὗτοι ἐνθαῦτα ἐβουλεύοντο περὶ σωτηρίης, ὁκότερα ἢ παραδόντες σφέας αὐτοὺς Πέρσῃσι ἢ ἐκλιπόντες τὸ παράπαν τὴν Ἀσίην ἄμεινον πρήξουσι. [5.120.1] βουλευομένοισι δέ σφι ταῦτα παραγίνονται βοηθέοντες Μιλήσιοί τε καὶ οἱ τούτων σύμμαχοι. ἐνθαῦτα δὲ τὰ μὲν πρότερον οἱ Κᾶρες ἐβουλεύοντο μετῆκαν, οἱ δὲ αὖτις πολεμέειν ἐξ ἀρχῆς ἀρτέοντο. καὶ ἐπιοῦσί τε τοῖσι Πέρσῃσι συμβάλλουσι καὶ μαχεσάμενοι ἐπὶ πλέον ἢ πρότερον ἑσσώθησαν· πεσόντων δὲ τῶν πάντων πολλῶν μάλιστα Μιλήσιοι ἐπλήγησαν. [5.121.1] μετὰ δὲ τοῦτο τὸ τρῶμα ἀνέλαβόν τε καὶ ἀνεμαχέσαντο οἱ Κᾶρες. πυθόμενοι γὰρ ὡς στρατεύεσθαι ὁρμέαται οἱ Πέρσαι ἐπὶ τὰς πόλις σφέων, ἐλόχησαν τὴν ἐν Πηδάσῳ ὁδόν, ἐς τὴν ἐμπεσόντες οἱ Πέρσαι νυκτὸς διεφθάρησαν καὶ αὐτοὶ καὶ οἱ στρατηγοὶ αὐτῶν, Δαυρίσης καὶ Ἀμόργης καὶ Σισιμάκης· σὺν δέ σφι ἀπέθανε καὶ Μύρσος ὁ Γύγεω. τοῦ δὲ λόχου τούτου ἡγεμὼν ἦν Ἡρακλείδης Ἰβανώλλιος ἀνὴρ Μυλασεύς. οὗτοι μέν νυν τῶν Περσέων οὕτω διεφθάρησαν, [5.122.1] Ὑμαίης δὲ καὶ αὐτὸς ἐὼν τῶν ἐπιδιωξάντων τοὺς ἐς Σάρδις στρατευσαμένους Ἰώνων, τραπόμενος ἐς τὴν Προποντίδα εἷλε Κίον τὴν Μυσίην. [5.122.2] ταύτην δὲ ἐξελών, ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐκλελοιπέναι Δαυρίσην καὶ στρατεύεσθαι ἐπὶ Καρίης, καταλιπὼν τὴν Προποντίδα ἐπὶ τὸν Ἑλλήσποντον ἦγε τὸν στρατόν, καὶ εἷλε μὲν Αἰολέας πάντας ὅσοι τὴν Ἰλιάδα νέμονται, εἷλε δὲ Γέργιθας τοὺς ὑπολειφθέντας τῶν ἀρχαίων Τευκρῶν. αὐτός τε Ὑμαίης αἱρέων ταῦτα τὰ ἔθνεα νούσῳ τελευτᾷ ἐν τῇ Τρῳάδι. [5.123.1] οὗτος μὲν δὴ οὕτω ἐτελεύτησε, Ἀρταφρένης δὲ ὁ Σαρδίων ὕπαρχος καὶ Ὀτάνης ὁ τρίτος στρατηγὸς ἐτάχθησαν ἐπὶ τὴν Ἰωνίην καὶ τὴν προσεχέα Αἰολίδα στρατεύεσθαι. Ἰωνίης μέν νυν Κλαζομενὰς αἱρέουσι, Αἰολέων δὲ Κύμην. [5.124.1] ἁλισκομένων δὲ τῶν πολίων, ἦν γάρ, ὡς διέδεξε, Ἀρισταγόρης ὁ Μιλήσιος ψυχὴν οὐκ ἄκρος, ὃς ταράξας τὴν Ἰωνίην καὶ ἐγκερασάμενος πρήγματα μεγάλα δρησμὸν ἐβούλευε ὁρῶν ταῦτα· πρὸς δέ οἱ καὶ ἀδύνατα ἐφάνη βασιλέα Δαρεῖον ὑπερβαλέσθαι· [5.124.2] πρὸς ταῦτα δὴ ὦν συγκαλέσας τοὺς συστασιώτας ἐβουλεύετο, λέγων ὡς ἄμεινον σφίσι εἴη κρησφύγετόν τι ὑπάρχον εἶναι, ἢν ἄρα ἐξωθέωνται ἐκ τῆς Μιλήτου, εἴτε δὴ ὦν ἐς Σαρδὼ ἐκ τοῦ τόπου τούτου ἄγοι ἐς ἀποικίην, εἴτε ἐς Μύρκινον τὴν Ἠδωνῶν, τὴν Ἱστιαῖος ἐτείχεε παρὰ Δαρείου δωρεὴν λαβών. ταῦτα ἐπειρώτα ὁ Ἀρισταγόρης. [5.125.1] Ἑκαταίου μέν νυν τοῦ Ἠγησάνδρου, ἀνδρὸς λογοποιοῦ, τουτέων μὲν ἐς οὐδετέρην στέλλειν ἔφερε ἡ γνώμη, ἐν Λέρῳ δὲ τῇ νήσῳ τεῖχος οἰκοδομησάμενον ἡσυχίην ἄγειν, ἢν ἐκπέσῃ ἐκ τῆς Μιλήτου· ἔπειτα δὲ ἐκ ταύτης ὁρμώμενον κατελεύσεσθαι ἐς τὴν Μίλητον. [5.126.1] ταῦτα μὲν δὴ Ἑκαταῖος συνεβούλευε, αὐτῷ δὲ Ἀρισταγόρῃ ἡ γνώμη πλείστη ἦν ἐς τὴν Μύρκινον ἀπάγειν. τὴν μὲν δὴ Μίλητον ἐπιτρέπει Πυθαγόρῃ ἀνδρὶ τῶν ἀστῶν δοκίμῳ, αὐτὸς δὲ παραλαβὼν πάντα τὸν βουλόμενον ἔπλεε ἐς τὴν Θρηίκην καὶ ἔσχε τὴν χώρην ἐπ᾽ ἣν ἐστάλη. [5.126.2] ἐκ δὲ ταύτης ὁρμώμενος ἀπόλλυται ὑπὸ Θρηίκων αὐτός τε ὁ Ἀρισταγόρης καὶ ὁ στρατὸς αὐτοῦ, πόλιν περικατήμενος καὶ βουλομένων τῶν Θρηίκων ὑποσπόνδων ἐξιέναι. |
[5.116.1] Λοιπόν οι Κύπριοι, αφού έζησαν ελεύθεροι ένα χρόνο, ξαναγύρισαν πάλι στη σκλαβιά. Κι ο Δαυρίσης, που είχε γυναίκα θυγατέρα του Δαρείου, κι ο Υμαίης κι ο Οτάνης κι άλλοι Πέρσες στρατηγοί, που κι αυτοί είχαν γυναίκες θυγατέρες του Δαρείου, αφού καταδίωξαν το εκστρατευτικό σώμα των Ιώνων που επιτέθηκε στις Σάρδεις και τους στρίμωξαν στα καράβια, καθώς βγήκαν νικητές στον πόλεμο, αποκεί και πέρα μοιράστηκαν τις πόλεις αναμεταξύ τους και τις κυρίευαν. |