ΧΟ. οἴκτιρ᾽, ἄναξ· πολλῶν ἔλε- [ἀντ.]
ξεν δυσοίστων πόνων
ἆθλ᾽, οἷα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων.
510εἰ δὲ πικρούς, ἄναξ, ἔχθεις Ἀτρείδας,
ἐγὼ μέν, τὸ κείνων
κακὸν τῷδε κέρδος
515μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν,
ἐπ᾽ εὐστόλου ταχείας
νεὼς πορεύσαιμ᾽ ἂν ἐς
δόμους, τὰν θεῶν νέμεσιν ἐκφυγών.
ΝΕ. ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,
520ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ,
τότ᾽ οὐκέθ᾽ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.
ΧΟ. ἥκιστα· τοῦτ᾽ οὐκ ἔσθ᾽ ὅπως ποτ᾽ εἰς ἐμὲ
τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.
ΝΕ. ἀλλ᾽ αἰσχρὰ μέντοι σοῦ γέ μ᾽ ἐνδεέστερον
525ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν.
ἀλλ᾽ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς·
χἡ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.
μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς
ἡμᾶς ὅποι τ᾽ ἐνθένδε βουλοίμεσθα πλεῖν.
530ΦΙ. ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δ᾽ ἀνήρ,
φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς
ἔργῳ γενοίμην, ὥς μ᾽ ἔθεσθε προσφιλῆ.
ἴωμεν, ὦ παῖ, προσκύσαντε γῆν ἔσω
ἄοικον εἰς οἴκησιν, ὥς με καὶ μάθῃς
535ἀφ᾽ ὧν διέζων, ὥς τ᾽ ἔφυν εὐκάρδιος.
οἶμαι γὰρ οὐδ᾽ ἂν ὄμμασιν μόνον θέαν
ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε·
ἐγὼ δ᾽ ἀνάγκῃ προύμαθον στέργειν κακά.
ΧΟ. ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο,
540ὃ μὲν νεὼς σῆς ναυβάτης, ὃ δ᾽ ἀλλόθρους,
χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.
|