520ΒΛ. αὕτη, πόθεν ἥκεις, Πραξαγόρα; ΠΡ. τί δ᾽, ὦ μέλε,
σοὶ τοῦθ᾽; ΒΛ. ὅ τί μοι τοῦτ᾽ ἔστιν; ὡς εὐηθικῶς.
ΠΡ. οὔ τοι παρὰ τοῦ μοιχοῦ γε φήσεις. ΒΛ. οὐκ ἴσως
ἑνός γε. ΠΡ. καὶ μὴν βασανίσαι τουτί γέ σοι
ἔξεστι. ΒΛ. πῶς; ΠΡ. εἰ τῆς κεφαλῆς ὄζω μύρου.
525ΒΛ. τί δ᾽; οὐχὶ βινεῖται γυνὴ κἄνευ μύρου;
ΠΡ. οὐ δὴ, τάλαιν᾽, ἔγωγε. ΒΛ. πῶς οὖν ὄρθριον
ᾤχου σιωπῇ θοἰμάτιον λαβοῦσά μου;
ΠΡ. γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
μετεπέμψατ᾽ ὠδίνουσα. ΒΛ. κᾆτ᾽ οὐκ ἦν ἐμοὶ
530φράσασαν ἰέναι; ΠΡ. τῆς λεχοῦς δ᾽ οὐ φροντίσαι
οὕτως ἐχούσης, ὦνερ; ΒΛ. εἰποῦσάν γέ μοι.
ἀλλ᾽ ἔστιν ἐνταῦθά τι κακόν. ΠΡ. μὰ τὼ θεώ,
ἀλλ᾽ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ
ἥπερ μεθῆκέ μ᾽ ἐξιέναι πάσῃ τέχνῃ.
535ΒΛ. εἶτ᾽ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σ᾽ ἔχειν;
ἀλλ᾽ ἔμ᾽ ἀποδύσασ᾽ ἐπιβαλοῦσα τοὔγκυκλον
ᾤχου καταλιποῦσ᾽ ὡσπερεὶ προκείμενον,
μόνον οὐ στεφανώσασ᾽ οὐδ᾽ ἐπιθεῖσα λήκυθον.
ΠΡ. ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·
540ἔπειθ᾽ ἵν᾽ ἀλεαίνοιμι, τοῦτ᾽ ἠμπεσχόμην.
σὲ δ᾽ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
κατέλιπον, ὦνερ. ΒΛ. αἱ δὲ δὴ Λακωνικαὶ
ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;
ΠΡ. ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
545μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν
καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
ΒΛ. οἶσθ᾽ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
ὃν χρῆν ἔμ᾽ ἐξ ἐκκλησίας εἰληφέναι;
ΠΡ. μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.
550ΒΛ. ἡκκλησία; ΠΡ. μὰ Δί᾽, ἀλλ᾽ ἐφ᾽ ἣν ἐγᾠχόμην.
ἀτὰρ γεγένηται; ΒΛ. ναὶ μὰ Δί᾽. οὐκ ᾔδησθά με
φράσαντά σοι χθές; ΠΡ. ἄρτι γ᾽ ἀναμιμνῄσκομαι.
ΒΛ. οὐδ᾽ ἄρα τὰ δόξαντ᾽ οἶσθα; ΠΡ. μὰ Δί᾽ ἐγὼ μὲν οὔ.
ΒΛ. κάθησο τοίνυν σηπίας μασωμένη.
555ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.
ΠΡ. τί δρᾶν; ὑφαίνειν; ΒΛ. οὐ μὰ Δί᾽, ἀλλ᾽ ἄρχειν. ΠΡ. τίνων;
ΒΛ. ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
ΠΡ. νὴ τὴν Ἀφροδίτην μακαρία γ᾽ ἄρ᾽ ἡ πόλις
ἔσται τὸ λοιπόν. ΒΛ. κατὰ τί; ΠΡ. πολλῶν οὕνεκα.
560οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
ἔσται τὸ λοιπὸν οὐδάμ᾽, οὐδὲ μαρτυρεῖν,
οὐ συκοφαντεῖν,— ΒΛ. μηδαμῶς, πρὸς τῶν θεῶν,
τουτὶ ποιήσῃς· μἀφέλῃ μου τὸν βίον.
ΧΡ. ὦ δαιμόνι᾽ ἀνδρῶν, τὴν γυναῖκ᾽ ἔα λέγειν.
565ΠΡ. μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
μὴ γυμνὸν εἶναι, μὴ πένητα μηδένα,
μὴ λοιδορεῖσθαι, μὴ ᾽νεχυραζόμενον φέρειν.
ΧΡ. νὴ τὸν Ποσειδῶ, μεγάλα γ᾽, εἰ μὴ ψεύσεται.
ΠΡ. ἀλλ᾽ ἀποφανῶ τοῦθ᾽, ὥστε σέ τέ μοι μαρτυρεῖν
570καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοί.
|