ἔγνων πρᾶν, ὅκα μοι, μεμναμένῳ εἰ φιλέεις με,
οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο τὸ πλατάγημα,
30 ἀλλ᾽ αὔτως ἁπαλῷ ποτὶ πάχεϊ ἐξεμαράνθη.
εἶπε καὶ Ἀγροιὼ τἀλαθέα κοσκινόμαντις,
ἁ πρᾶν ποιολογεῦσα παραιβάτις, οὕνεκ᾽ ἐγὼ μέν
τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,
35 τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως
αἰτεῖ· καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.
ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἆρά γ᾽ ἰδησῶ
αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδ᾽ ἀποκλινθείς,
καί κέ μ᾽ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.
40Ἱππομένης, ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,
μᾶλ᾽ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δ᾽ Ἀταλάντα
ὡς ἴδεν, ὣς ἐμάνη, ὣς ἐς βαθὺν ἅλατ᾽ ἔρωτα.
τὰν ἀγέλαν χὠ μάντις ἀπ᾽ Ὄθρυος ἆγε Μελάμπους
ἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη
45 μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίας.
τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μῆλα νομεύων
οὐχ οὕτως Ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,
ὥστ᾽ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;
ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων
50 Ἐνδυμίων· ζαλῶ δέ, φίλα γύναι, Ἰασίωνα,
ὃς τόσσων ἐκύρησεν, ὅσ᾽ οὐ πευσεῖσθε, βέβαλοι.
ἀλγέω τὰν κεφαλάν, τὶν δ᾽ οὐ μέλει. οὐκέτ᾽ ἀείδω,
κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μ᾽ ἔδονται.
ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.
|