215 νύμφα Διὸς βαρύθυμε, σὺ δ᾽ οὐκ ἄρ᾽ ἔμελλες ἄπυστος
δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις·
εἶπε δ᾽ ἔτ᾽ ἀσθμαίνουσα, φόβῳ δ᾽ ἀνεμίσγετο μῦθος·
«Ἥρη τιμήεσσα, πολὺ προὔχουσα θεάων,
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
220 γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
θηλυτέρην, σὺ δ᾽, ἄνασσα, τὸν αἴτιον εἴσεαι ὀργῆς.
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδ᾽ ἐδέχοντο·
Ἀστερίη δ᾽ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
225 Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
ἀλλά, φίλη, δύνασαι γάρ, ἀμύνεο πότνια δούλοις
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμήν.»
ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς
Ἀρτέμιδος, ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
230 ἵζει θηρήτειρα παρ᾽ ἴχνεσιν, οὔατα δ᾽ αὐτῆς
ὀρθὰ μάλ᾽, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
τῇ ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
κείνη δ᾽ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
οὐδ᾽ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,
235 ἀλλ᾽ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει·
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπῃ
δεσπότις. ἣ δ᾽ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα·
240 «οὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδ᾽ ὅθι δειλαί
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλ᾽ ὅθι φῶκαι
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
Ἀστερίῃ δ᾽ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
245 ἀμπλακίης, οὐδ᾽ ἔστιν ὅπως ἀποθύμια ῥέξω
τόσσα δέοι· μάλα γὰρ κακῶς ἐχαρίσσατο Λητοῖ.
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκ᾽ ἐμεῖο
δέμνιον οὐκ ἐπάτησε, Διὸς δ᾽ ἀνθείλετο πόντον.»
ἣ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
250 Μῃόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείῃ
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·
ἔνθεν ὁ παῖς τοσσάσδε λύρῃ ἐνεδήσατο χορδάς
ὕστερον, ὁσσάκι κύκνοι ἐπ᾽ ὠδίνεσσιν ἄεισαν.
255 ὄγδοον οὐκέτ᾽ ἄεισαν, ὁ δ᾽ ἔκθορεν· αἳ δ᾽ ἐπὶ μακρόν
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δ᾽ αἰθήρ
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
οὐδ᾽ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
260χρύσεά τοι τότε πάντα θεμείλια γείνετο, Δῆλε,
χρυσῷ δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
χρύσειον δ᾽ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
χρυσῷ δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
αὐτὴ δὲ χρυσέοιο ἀπ᾽ οὔδεος εἵλεο παῖδα,
265 ἐν δ᾽ ἐβάλευ κόλποισιν, ἔπος δ᾽ ἐφθέγξαο τοῖον·
«ὦ Μεγάλη, πολύβωμε, πολύπτολι, πολλὰ φέρουσα,
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι,
αὕτη ἐγὼ τοιήδε· δυσήροτος, ἀλλ᾽ ἀπ᾽ ἐμεῖο
Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
270 γαιάων τοσσόνδε θεῷ πεφιλήσεται ἄλλῳ·
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου,
οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη,
ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.»
ὧδε σὺ μὲν κατέλεξας· ὁ δὲ γλυκὺν ἔσπασε μαζόν.
|