ΕΠΕΙΣΟΔΙΟΝ ΔΕΥΤΕΡΟΝ 565 ΦΑ. σιγήσατ᾽, ὦ γυναῖκες· ἐξειργάσμεθα.
ΧΟ. τί δ᾽ ἐστί, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;
ΦΑ. ἐπίσχετ᾽, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.
ΧΟ. σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.
ΦΑ. ἰώ μοι, αἰαῖ·
570 ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.
ΧΟ. τίνα θροεῖς αὐδάν; τίνα βοᾶις λόγον;
ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,
φρένας ἐπίσσυτος;
575 ΦΑ. ἀπωλόμεσθα· ταῖσδ᾽ ἐπιστᾶσαι πύλαις
ἀκούσαθ᾽ οἷος κέλαδος ἐν δόμοις πίτνει.
ΧΟ. σὺ παρὰ κλῆιθρα, σοὶ μέλει πομπίμα
φάτις δωμάτων·
580 ἔνεπε δ᾽ ἔνεπέ μοι, τί ποτ᾽ ἔβα κακόν;
ΦΑ. ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾶι
Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.
585 ΧΟ. ἰὰν μὲν κλύω, σαφὲς δ᾽ οὐκ ἔχω·
γεγώνει δ᾽ οἵα διὰ πύλας ἔμολεν
ἔμολέ σοι βοά.
ΦΑ. καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,
590 τὴν δεσπότου προδοῦσαν ἐξαυδᾶι λέχος.
ΧΟ. ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.
τί σοι μήσομαι;
τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ᾽ ὄλλυσαι,
595 αἰαῖ ἒ ἔ, πρόδοτος ἐκ φίλων.
ΦΑ. ἀπώλεσέν μ᾽ εἰποῦσα συμφορὰς ἐμάς,
φίλως καλῶς δ᾽ οὐ τήνδ᾽ ἰωμένη νόσον.
ΧΟ. πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ᾽ ἀμήχανα;
ΦΑ. οὐκ οἶδα πλὴν ἕν, κατθανεῖν ὅσον τάχος,
600 τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.
ΙΠ. ὦ γαῖα μῆτερ ἡλίου τ᾽ ἀναπτυχαί,
οἵων λόγων ἄρρητον εἰσήκουσ᾽ ὄπα.
ΤΡ. σίγησον, ὦ παῖ, πρίν τιν᾽ αἰσθέσθαι βοῆς.
ΙΠ. οὐκ ἔστ᾽ ἀκούσας δείν᾽ ὅπως σιγήσομαι.
605 ΤΡ. ναί, πρός σε τῆσδε δεξιᾶς εὐωλένου.
ΙΠ. οὐ μὴ προσοίσεις χεῖρα μηδ᾽ ἅψηι πέπλων;
ΤΡ. ὦ πρός σε γονάτων, μηδαμῶς μ᾽ ἐξεργάσηι.
ΙΠ. τί δ᾽, εἴπερ, ὡς φήις, μηδὲν εἴρηκας κακόν;
ΤΡ. ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
610 ΙΠ. τά τοι κάλ᾽ ἐν πολλοῖσι κάλλιον λέγειν.
ΤΡ. ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσηις.
ΙΠ. ἡ γλῶσσ᾽ ὀμώμοχ᾽, ἡ δὲ φρὴν ἀνώμοτος.
ΤΡ. ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσηι;
ΙΠ. ἀπέπτυσ᾽· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
615 ΤΡ. σύγγνωθ᾽· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.
|