ΣΤΑΣΙΜΟΝ ΠΡΩΤΟΝ ΧΟ. μάκαρες οἳ μετρίας θεοῦ [στρ.]
μετά τε σωφροσύνας μετέ-
545σχον λέκτρων Ἀφροδίτας,
γαλανείᾳ χρησάμενοι
μανιάδων οἴστρων, ὅθι δὴ
δίδυμ᾽ Ἔρως ὁ χρυσοκόμας
τόξ᾽ ἐντείνεται χαρίτων,
550τὸ μὲν ἐπ᾽ εὐαίωνι πότμῳ,
τὸ δ᾽ ἐπὶ συγχύσει βιοτᾶς.
ἀπενέπω νιν ἁμετέρων,
Κύπρι καλλίστα, θαλάμων.
εἴη δέ μοι μετρία μὲν
555χάρις, πόθοι δ᾽ ὅσιοι,
καὶ μετέχοιμι τᾶς Ἀφροδί-
τας, πολλὰν δ᾽ ἀποθείμαν.
διάφοροι δὲ φύσεις βροτῶν, [αντ.]
διάφοροι δὲ τρόποι· τὸ δ᾽ ὀρ-
560θῶς ἐσθλὸν σαφὲς αἰεί·
τροφαί θ᾽ αἱ παιδευόμεναι
μέγα φέρουσ᾽ εἰς τὰν ἀρετάν·
τό τε γὰρ αἰδεῖσθαι σοφία,
τάν τ᾽ ἐξαλλάσσουσαν ἔχει
565χάριν ὑπὸ γνώμας ἐσορᾶν
τὸ δέον, ἔνθα δόξα φέρει
κλέος ἀγήρατον βιοτᾷ.
μέγα τι θηρεύειν ἀρετάν,
γυναιξὶν μὲν κατὰ Κύπριν
570κρυπτάν, ἐν ἀνδράσι δ᾽ αὖ
κόσμος ἐνὼν ὁ μυριοπλη-
θὴς μείζω πόλιν αὔξει.
ἔμολες, ὦ Πάρις, ᾗτε σύ γε
βουκόλος ἀργενναῖς ἐτράφης
575Ἰδαίαις παρὰ μόσχοις,
βάρβαρα συρίζων, Φρυγίων
αὐλῶν Ὀλύμπου καλάμοις
μιμήματα πνείων.
εὔθηλοι δὲ τρέφοντο βόες,
580ὅτι σε κρίσις ἔμηνε θεᾶν,
ἅ σ᾽ Ἑλλάδα πέμπει·
ἐλεφαντοδέτων πάροι-
θεν δόμων, δὲ στὰς Ἑλένας
ἐν ἀντωποῖς βλεφάροισιν
585ἔρωτα τ᾽ ἔδωκας, ἔρωτι δ᾽
αὐτὸς ἐπτοάθης.
ὅθεν ἔρις ἔριν
Ἑλλάδα σὺν δορὶ ναυσί τ᾽ ἄγει
ἐς Τροίας πέργαμα....
|