ΑΓΑ. αἰνῶ σε, Μενέλα᾽, ὅτι παρὰ γνώμην ἐμὴν
ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τ᾽ ἀξίως.
ταραχὴ δ᾽ ἀδελφῶν διά τ᾽ ἔρωτα γίγνεται
πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα
510τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν.
ἀλλ᾽ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας,
θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον.
ΜΕ. πῶς; τίς δ᾽ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν;
ΑΓΑ. ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος.
515ΜΕ. οὔκ, ἤν νιν εἰς Ἄργος γ᾽ ἀποστείλῃς πάλιν.
ΑΓΑ. λάθοιμι τοῦτ᾽ ἄν. ἀλλ᾽ ἐκεῖν᾽ οὐ λήσομεν.
ΜΕ. τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον.
ΑΓΑ. Κάλχας ἐρεῖ μαντεύματ᾽ Ἀργείων στρατῷ.
ΜΕ. οὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δ᾽ εὐμαρές.
520ΑΓΑ. τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν.
ΜΕ.†κοὐδέν γ᾽ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν.†
ΑΓΑ. ἐκεῖνο δ᾽ οὐ δέδοικας ὃ ἔμ᾽ ἐσέρχεται;
ΜΕ. ὃν μὴ σὺ φράζεις, πῶς ἂν ὑπολάβοιμ᾽ ἂν λόγον;
ΑΓΑ. τὸ Σισύφειον σπέρμα πάντ᾽ οἶδεν τάδε.
525ΜΕ. οὐκ ἔστ᾽ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ.
ΑΓΑ. ποικίλος ἀεὶ πέφυκε τοῦ τ᾽ ὄχλου μέτα.
ΜΕ. φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ.
ΑΓΑ. οὐκ οὖν δοκεῖς νιν στάντ᾽ ἐν Ἀργείοις μέσοις
λέξειν ἃ Κάλχας θέσφατ᾽ ἐξηγήσατο,
530κἄμ᾽ ὡς ὑπέστην θῦμα, κᾆτ᾽ ἐψευδόμην,
Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν,
σὲ κἄμ᾽ ἀποκτείναντας Ἀργείους κόρην
σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω,
ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις
535συναρπάσουσι καὶ κατασκάψουσι γῆν.
τοιαῦτα τἀμὰ πήματ᾽. ὦ τάλας ἐγώ,
ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε.
ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν
ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε
540μάθῃ, πρὶν Ἅιδῃ παῖδ᾽ ἐμὴν προσθῶ λαβών,
ὡς ἐπ᾽ ἐλαχίστοις δακρύοις πράσσω κακῶς.
ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε.
|