ΑΜ. σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·
ἐγὼ δὲ σ᾽, ὦ Ζεῦ, χεῖρ᾽ ἐς οὐρανὸν δικὼν
αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ᾽ ὠφελεῖν
500μέλλεις, ἀμύνειν, ὡς τάχ᾽ οὐδὲν ἀρκέσεις.
καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
θανεῖν γάρ, ὡς ἔοικ᾽, ἀναγκαίως ἔχει.
ἀλλ᾽, ὦ γέροντες, σμικρὰ μὲν τὰ τοῦ βίου,
τοῦτον δ᾽ ὅπως ἥδιστα διαπεράσατε
505ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται
σώιζειν, τὸ δ᾽ αὑτοῦ σπουδάσας διέπτατο.
ὁρᾶτ᾽ ἔμ᾽ ὅσπερ ἦ περίβλεπτος βροτοῖς
ὀνομαστὰ πράσσων, καί μ᾽ ἀφείλεθ᾽ ἡ τύχη
510ὥσπερ πτερὸν πρὸς αἰθέρ᾽ ἡμέραι μιᾶι.
ὁ δ᾽ ὄλβος ὁ μέγας ἥ τε δόξ᾽ οὐκ οἶδ᾽ ὅτωι
βέβαιός ἐστι. χαίρετ᾽· ἄνδρα γὰρ φίλον
πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
ΜΕ. ἔα·
ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατ᾽, ἢ τί φῶ;
515ΑΜ. οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμ᾽ ἔχει.
ΜΕ. ὅδ᾽ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
ΑΜ. εἰ μή γ᾽ ὄνειρον ἐν φάει τι λεύσσομεν.
ΜΕ. τί φημί; ποῖ᾽ ὄνειρα κηραίνουσ᾽ ὁρῶ;
οὐκ ἔσθ᾽ ὅδ᾽ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
520δεῦρ᾽, ὦ τέκν᾽, ἐκκρίμνασθε πατρώιων πέπλων,
ἴτ᾽ ἐγκονεῖτε, μὴ μεθῆτ᾽, ἐπεὶ Διὸς
σωτῆρος ὑμῖν οὐδέν ἐσθ᾽ ὅδ᾽ ὕστερος.
|