ΜΕ. οὐ κλῶπές ἐσμεν οὐδ᾽ ὑπηρέται κακῶν.
ΕΛ. καὶ μὴν στολήν γ᾽ ἄμορφον ἀμφὶ σῶμ᾽ ἔχεις.
555ΜΕ. στῆσον, φόβον μεθεῖσα, λαιψηρὸν πόδα.
ΕΛ. ἵστημ᾽, ἐπεί γε τοῦδ᾽ ἐφάπτομαι τάφου.
ΜΕ. τίς εἶ; τίν᾽ ὄψιν σήν, γύναι, προσδέρκομαι;
ΕΛ. σὺ δ᾽ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμ᾽ ἔχει λόγος.
ΜΕ. οὐπώποτ᾽ εἶδον προσφερέστερον δέμας.
560ΕΛ. ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
‹ΜΕ. Ἑλληνὶς εἶ τις ἢ ᾽πιχωρία γυνή;›
ΕΛ. Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
ΜΕ. Ἑλένηι σ᾽ ὁμοίαν δὴ μάλιστ᾽ εἶδον, γύναι.
ΕΛ. ἐγὼ δὲ Μενέλεώι γε σ᾽· οὐδ᾽ ἔχω τί φῶ.
565ΜΕ. ἔγνως ἄρ᾽ ὀρθῶς ἄνδρα δυστυχέστατον.
ΕΛ. ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
ΜΕ. ποίας δάμαρτος; μὴ θίγηις ἐμῶν πέπλων.
ΕΛ. ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
ΜΕ. ὦ φωσφόρ᾽ Ἑκάτη, πέμπε φάσματ᾽ εὐμενῆ.
570ΕΛ. οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μ᾽ ὁρᾶις.
ΜΕ. οὐ μὴν γυναικῶν γ᾽ εἷς δυοῖν ἔφυν πόσις.
ΕΛ. ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
ΜΕ. ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
ΕΛ. οὐκ ἔστιν ἄλλη σή τις ἀντ᾽ ἐμοῦ γυνή.
575ΜΕ. οὔ που φρονῶ μὲν εὖ, τὸ δ᾽ ὄμμα μου νοσεῖ;
ΕΛ. οὐ γάρ με λεύσσων σὴν δάμαρθ᾽ ὁρᾶν δοκεῖς;
ΜΕ. τὸ σῶμ᾽ ὅμοιον, τὸ δὲ σαφές γ᾽ ἀποστατεῖ.
ΕΛ. σκέψαι· τί σοι δεῖ πίστεως σαφεστέρας;
ΜΕ. ἔοικας· οὔτοι τοῦτό γ᾽ ἐξαρνήσομαι.
580ΕΛ. τίς οὖν διδάξει σ᾽ ἄλλος ἢ τὰ σ᾽ ὄμματα;
ΜΕ. ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτ᾽ ἄλλην ἔχω.
ΕΛ. οὐκ ἦλθον ἐς γῆν Τρωιάδ᾽, ἀλλ᾽ εἴδωλον ἦν.
ΜΕ. καὶ τίς βλέποντα σώματ᾽ ἐξεργάζεται;
ΕΛ. αἰθήρ, ὅθεν σὺ θεοπόνητ᾽ ἔχεις λέχη.
585ΜΕ. τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.
ΕΛ. Ἥρας, διάλλαγμ᾽, ὡς Πάρις με μὴ λάβοι.
ΜΕ. πῶς οὖν; ἅμ᾽ ἐνθάδ᾽ ἦσθ᾽ ‹ἄρ᾽› ἐν Τροίαι θ᾽ ἅμα;
ΕΛ. τοὔνομα γένοιτ᾽ ἂν πολλαχοῦ, τὸ σῶμα δ᾽ οὔ.
ΜΕ. μέθες με· λύπης ἅλις ἔχων ἐλήλυθα.
590ΕΛ. λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κέν᾽ ἐξάξεις λέχη;
ΜΕ. καὶ χαῖρέ γ᾽, Ἑλένηι προσφερὴς ὁθούνεκ᾽ εἶ.
ΕΛ. ἀπωλόμην· λαβοῦσά σ᾽ οὐχ ἕξω πόσιν.
ΜΕ. τοὐκεῖ με μέγεθος τῶν κακῶν πείθει, σὺ δ᾽ οὔ.
ΕΛ. οἲ ᾽γώ· τίς ἡμῶν ἐγένετ᾽ ἀθλιωτέρα;
595οἱ φίλτατοι λείπουσί μ᾽ οὐδ᾽ ἀφίξομαι
Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.
|