ΧΡ. ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη
ἱμάτια, χρυσί᾽, ἀργύριον, ἐκπώματα
μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
καὶ ταῦτ᾽ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν·
450ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.
ΒΛ. νὴ τὸν Ποσειδῶ, μαρτύρων γ᾽ ἐναντίον.
ΧΡ. οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν
δῆμον καταλύειν ἄλλα πολλὰ κἀγαθὰ
ἕτερά τε πλεῖστα τὰς γυναῖκας εὐλόγει.
455ΒΛ. τί δῆτ᾽ ἔδοξεν; ΧΡ. ἐπιτρέπειν γε τὴν πόλιν
ταύταις· ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
οὔπω γεγενῆσθαι. ΒΛ. καὶ δέδοκται; ΧΡ. φήμ᾽ ἐγώ.
ΒΛ. ἅπαντά τ᾽ αὐταῖς ἐστι προστεταγμένα
ἃ τοῖσιν ἀστοῖς ἔμελεν; ΧΡ. οὕτω ταῦτ᾽ ἔχει.
460ΒΛ. οὐδ᾽ ἐς δικαστήριον ἄρ᾽ εἶμ᾽, ἀλλ᾽ ἡ γυνή;
ΧΡ. οὐδ᾽ ἔτι σὺ θρέψεις οὓς ἔχεις, ἀλλ᾽ ἡ γυνή.
ΒΛ. οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμ᾽ ἆρά μοι;
ΧΡ. μὰ Δί᾽, ἀλλὰ ταῖς γυναιξὶ ταῦτ᾽ ἤδη μέλει·
σὺ δ᾽ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
465ΒΛ. ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νώ,
μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
ἔπειτ᾽ ἀναγκάζωσι πρὸς βίαν— ΧΡ. τί δρᾶν;
ΒΛ. κινεῖν ἑαυτάς. ΧΡ. ἢν δὲ μὴ δυνώμεθα;
ΒΛ. ἄριστον οὐ δώσουσι. ΧΡ. σὺ δέ γε νὴ Δία
470δρᾶ ταῦθ᾽, ἵν᾽ ἀριστᾷς τε καὶ κινῇς ἅμα.
ΒΛ. τὸ πρὸς βίαν δεινότατον. ΧΡ. ἀλλ᾽ εἰ τῇ πόλει
τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντ᾽ ἄνδρα δρᾶν.
λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
ἀνόηθ᾽ ὅσ᾽ ἂν καὶ μῶρα βουλευσώμεθα,
475ἅπαντ᾽ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.
καὶ ξυμφέροι γ᾽, ὦ πότνια Παλλὰς καὶ θεοί.
ἀλλ᾽ εἶμι· σὺ δ᾽ ὑγίαινε. ΒΛ. καὶ σύ γ᾽, ὦ Χρέμης.
|