ἀλλ᾽ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν,
καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
ΣΩ. ἄγε δή, κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
ἵν᾽ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
480ἤδη ᾽πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
ΣΤ. τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;
ΣΩ. οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.
ἦ μνημονικὸς εἶ; ΣΤ. δύο τρόπω, νὴ τὸν Δία·
ἢν μέν γ᾽ ὀφείληταί τι μοι, μνήμων πάνυ·
485ἐὰν δ᾽ ὀφείλω σχέτλιος, ἐπιλήσμων πάνυ.
ΣΩ. ἔνεστι δῆτά σοι λέγειν ἐν τῇ φύσει;
ΣΤ. λέγειν μὲν οὐκ ἔνεστ᾽, ἀποστερεῖν δ᾽ ἔνι.
ΣΩ. πῶς οὖν δυνήσει μανθάνειν; ΣΤ. ἀμέλει, καλῶς.
ΣΩ. ἄγε νυν ὅπως, ὅταν τι προβάλω σοι σοφὸν
490περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
ΣΤ. τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;
ΣΩ. ἅνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
δέδοικά σ᾽, ὦ πρεσβῦτα, μὴ πληγῶν δέει.
φέρ᾽ ἴδω, τί δρᾷς, ἤν τις σε τύπτῃ; ΣΤ. τύπτομαι,
495ἔπειτ᾽ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,
εἶτ᾽ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
ΣΩ. ἴθι νυν, κατάθου θοἰμάτιον. ΣΤ. ἠδίκηκά τι;
ΣΩ. οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
ΣΤ. ἀλλ᾽ οὐχὶ φωράσων ἔγωγ᾽ εἰσέρχομαι.
500ΣΩ. κατάθου. τί ληρεῖς; ΣΤ. εἰπὲ δή νυν μοι τοδί·
ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,
τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;
ΣΩ. οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
ΣΤ. οἴμοι κακοδαίμων, ἡμιθνὴς γενήσομαι.
505ΣΩ. οὐ μὴ λαλήσεις, ἀλλ᾽ ἀκολουθήσεις ἐμοὶ
ἁνύσας τι δευρὶ θᾶττον. ΣΤ. εἰς τὼ χεῖρέ νυν
δός μοι μελιτοῦτταν πρότερον· ὡς δέδοικ᾽ ἐγὼ
εἴσω καταβαίνων ὥσπερ εἰς Τροφωνίου.
ΣΩ. χώρει· τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;
|