ΦΑ. τοῦτ᾽ ἔσθ᾽ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
δόμους τ᾽ ἀπόλλυσ᾽, οἱ καλοὶ λίαν λόγοι·
οὐ γάρ τι τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν
ἀλλ᾽ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
490 ΤΡ. τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων
δεῖ σ᾽ ἀλλὰ τἀνδρός. ὡς τάχος διιστέον,
τὸν εὐθὺς ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
εἰ μὲν γὰρ ἦν σοι μὴ ᾽πὶ συμφοραῖς βίος
τοιαῖσδε, σώφρων δ᾽ οὖσ᾽ ἐτύγχανες γυνή,
495 οὐκ ἄν ποτ᾽ εὐνῆς οὕνεχ᾽ ἡδονῆς τε σῆς
προῆγον ἄν σε δεῦρο· νῦν δ᾽ ἀγὼν μέγας,
σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
ΦΑ. ὦ δεινὰ λέξασ᾽, οὐχὶ συγκλήισεις στόμα
καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
500 ΤΡ. αἴσχρ᾽, ἀλλ᾽ ἀμείνω τῶν καλῶν τάδ᾽ ἐστί σοι·
κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
ἢ τοὔνομ᾽, ὧι σὺ κατθανῆι γαυρουμένη.
ΦΑ. ἆ μή σε πρὸς θεῶν, εὖ λέγεις γὰρ αἰσχρὰ δέ,
πέρα προβῆις τῶνδ᾽· ὡς ὑπείργασμαι μὲν εὖ
505 ψυχὴν ἔρωτι, τἀισχρὰ δ᾽ ἢν λέγηις καλῶς
ἐς τοῦθ᾽ ὃ φεύγω νῦν ἀναλωθήσομαι.
ΤΡ. εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ᾽ ἁμαρτάνειν,
εἰ δ᾽ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.
ἔστιν κατ᾽ οἴκους φίλτρα μοι θελκτήρια
510 ἔρωτος, ἦλθε δ᾽ ἄρτι μοι γνώμης ἔσω,
ἅ σ᾽ οὔτ᾽ ἐπ᾽ αἰσχροῖς οὔτ᾽ ἐπὶ βλάβηι φρενῶν
παύσει νόσου τῆσδ᾽, ἢν σὺ μὴ γένηι κακή.
[δεῖ δ᾽ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
σημεῖον, ἢ πλόκον τιν᾽ ἢ πέπλων ἄπο,
515 λαβεῖν, συνάψαι τ᾽ ἐκ δυοῖν μίαν χάριν.]
ΦΑ. πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;
ΤΡ. οὐκ οἶδ᾽· ὄνασθαι, μὴ μαθεῖν, βούλου, τέκνον.
ΦΑ. δέδοιχ᾽ ὅπως μοι μὴ λίαν φανῆις σοφή.
ΤΡ. πάντ᾽ ἂν φοβηθεῖσ᾽ ἴσθι. δειμαίνεις δὲ τί;
520 ΦΑ. μή μοί τι Θησέως τῶνδε μηνύσηις τόκωι.
ΤΡ. ἔασον, ὦ παῖ· ταῦτ᾽ ἐγὼ θήσω καλῶς.
μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
συνεργὸς εἴης· τἄλλα δ᾽ οἷ᾽ ἐγὼ φρονῶ
τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
|