ΑΔ. χαῖρ᾽, ὦ Διὸς παῖ Περσέως τ᾽ ἀφ᾽ αἵματος.
510ΗΡ. Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.
ΑΔ. θέλοιμ᾽ ἄν· εὔνουν δ᾽ ὄντα σ᾽ ἐξεπίσταμαι.
ΗΡ. τί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις;
ΑΔ. θάπτειν τιν᾽ ἐν τῇδ᾽ ἡμέρᾳ μέλλω νεκρόν.
ΗΡ. ἀπ᾽ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
515ΑΔ. ζῶσιν κατ᾽ οἴκους παῖδες οὓς ἔφυσ᾽ ἐγώ.
ΗΡ. πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.
ΑΔ. κἀκεῖνος ἔστι χἡ τεκοῦσά μ᾽, Ἡράκλεις.
ΗΡ. οὐ μὴν γυνή γ᾽ ὄλωλεν Ἄλκηστις σέθεν;
ΑΔ. διπλοῦς ἐπ᾽ αὐτῇ μῦθος ἔστι μοι λέγειν.
520ΗΡ. πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;
ΑΔ. ἔστιν τε κοὐκέτ᾽ ἔστιν, ἀλγύνει δ᾽ ἐμέ.
ΗΡ. οὐδέν τι μᾶλλον οἶδ᾽· ἄσημα γὰρ λέγεις.
ΑΔ. οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
ΗΡ. οἶδ᾽, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
525ΑΔ. πῶς οὖν ἔτ᾽ ἔστιν, εἴπερ ᾔνεσεν τάδε;
ΗΡ. ἆ, μὴ πρόκλαι᾽ ἄκοιτιν, εἰς τόδ᾽ ἀμβαλοῦ.
ΑΔ. τέθνηχ᾽ ὁ μέλλων, κοὐκέτ᾽ ἔσθ᾽ ὁ κατθανών.
ΗΡ. χωρὶς τό τ᾽ εἶναι καὶ τὸ μὴ νομίζεται.
ΑΔ. σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ᾽ ἐγώ.
530ΗΡ. τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;
ΑΔ. γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.
ΗΡ. ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;
ΑΔ. ὀθνεῖος, ἄλλως δ᾽ ἦν ἀναγκαία δόμοις.
ΗΡ. πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
535ΑΔ. πατρὸς θανόντος ἐνθάδ᾽ ὠρφανεύετο.
ΗΡ. φεῦ.
εἴθ᾽ ηὕρομέν σ᾽, Ἄδμητε, μὴ λυπούμενον.
ΑΔ. ὡς δὴ τί δράσων τόνδ᾽ ὑπορράπτεις λόγον;
ΗΡ. ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
ΑΔ. οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ᾽ ἔλθοι κακόν.
540ΗΡ. λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.
ΑΔ. τεθνᾶσιν οἱ θανόντες· ἀλλ᾽ ἴθ᾽ ἐς δόμους.
ΗΡ. αἰσχρόν παρὰ κλαίουσι θοινᾶσθαι φίλοις.
ΑΔ. χωρὶς ξενῶνές εἰσιν οἷ σ᾽ ἐσάξομεν.
ΗΡ. μέθες με, καί σοι μυρίαν ἕξω χάριν.
545ΑΔ. οὐκ ἔστιν ἄλλου σ᾽ ἀνδρὸς ἑστίαν μολεῖν.
ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίους
ξενῶνας οἴξας, τοῖς τ᾽ ἐφεστῶσιν φράσον
σίτων παρεῖναι πλῆθος· εὖ δὲ κλῄσατε
θύρας μεσαύλους· οὐ πρέπει θοινωμένους
550κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.
ΧΟ. τί δρᾷς; τοιαύτης συμφορᾶς προσκειμένης,
Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ;
ΑΔ. ἀλλ᾽ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα
ξένον μολόντα, μᾶλλον ἄν μ᾽ ἐπῄνεσας;
555οὐ δῆτ᾽, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν
μείων ἐγίγνετ᾽, ἀξενώτερος δ᾽ ἐγώ.
καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ᾽ ἂν ἦν κακόν,
δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.
αὐτὸς δ᾽ ἀρίστου τοῦδε τυγχάνω ξένου,
560ὅταν ποτ᾽ Ἄργους διψίαν ἔλθω χθόνα.
ΧΟ. πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,
φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις;
ΑΔ. οὐκ ἄν ποτ᾽ ἠθέλησεν εἰσελθεῖν δόμους,
εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε.
565καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ᾽ οὐ φρονεῖν δοκῶ,
οὐδ᾽ αἰνέσει με· τἀμὰ δ᾽ οὐκ ἐπίσταται
μέλαθρ᾽ ἀπωθεῖν οὐδ᾽ ἀτιμάζειν ξένους.
|