ΣΩΚΡΑΤΗΣ. Ἐγώ σοι ἐρῶ, τὸν αὐτὸν τρόπον ὅνπερ νυνδή, μιμούμενος ἐκεῖνον, ἵνα μὴ πρὸς σὲ λέγω ῥήματα, οἷα ἐκεῖνος εἰς ἐμὲ ἐρεῖ, χαλεπά τε καὶ ἀλλόκοτα. εὖ γὰρ ἴσθι, «Εἰπέ μοι,» φήσει, «ὦ Σώκρατες, οἴει ἂν ἀδίκως πληγὰς λαβεῖν, ὅστις διθύραμβον τοσουτονὶ ᾄσας οὕτως ἀμούσως πολὺ ἀπῇσας ἀπὸ τοῦ ἐρωτήματος;» Πῶς δή; φήσω ἐγώ. «Ὅπως;» φήσει· «οὐχ οἷός τ᾽ εἶ μεμνῆσθαι ὅτι τὸ καλὸν αὐτὸ ἠρώτων, [292d] ὃ παντὶ ᾧ ἂν προσγένηται, ὑπάρχει ἐκείνῳ καλῷ εἶναι, καὶ λίθῳ καὶ ξύλῳ καὶ ἀνθρώπῳ καὶ θεῷ καὶ πάσῃ πράξει καὶ παντὶ μαθήματι; αὐτὸ γὰρ ἔγωγε, ὤνθρωπε, κάλλος ἐρωτῶ ὅτι ἐστίν, καὶ οὐδέν σοι μᾶλλον γεγωνεῖν δύναμαι ἢ εἴ μοι παρεκάθησο λίθος, καὶ οὗτος μυλίας, μήτε ὦτα μήτε ἐγκέφαλον ἔχων.» εἰ οὖν φοβηθεὶς εἴποιμι ἐγὼ ἐπὶ τούτοις τάδε, ἆρα οὐκ ἂν ἄχθοιο, ὦ Ἱππία; Ἀλλὰ μέντοι τόδε τὸ [292e] καλὸν εἶναι Ἱππίας ἔφη· καίτοι ἐγὼ αὐτὸν ἠρώτων οὕτως ὥσπερ σὺ ἐμέ, ὃ πᾶσι καλὸν καὶ ἀεί ἐστι. πῶς οὖν φῄς; οὐκ ἀχθέσῃ, ἂν εἴπω ταῦτα; ΙΠΠΙΑΣ. Εὖ γ᾽ οὖν οἶδα, ὦ Σώκρατες, ὅτι πᾶσι καλὸν τοῦτ᾽ ἐστίν, ὃ ἐγὼ εἶπον, καὶ δόξει. ΣΩΚΡΑΤΗΣ. «Ἦ καὶ ἔσται;» φήσει· «ἀεὶ γάρ που τό γε καλὸν καλόν.» ΙΠΠΙΑΣ. Πάνυ γε. ΣΩΚΡΑΤΗΣ. «Οὐκοῦν καὶ ἦν;» φήσει. ΙΠΠΙΑΣ. Καὶ ἦν. ΣΩΚΡΑΤΗΣ. «Ἦ καὶ τῷ Ἀχιλλεῖ,» φήσει, «ὁ ξένος ὁ Ἠλεῖος ἔφη καλὸν εἶναι ὑστέρῳ τῶν προγόνων ταφῆναι, καὶ τῷ πάππῳ αὐτοῦ Αἰακῷ, καὶ τοῖς ἄλλοις ὅσοι [293a] ἐκ θεῶν γεγόνασι, καὶ αὐτοῖς τοῖς θεοῖς;» ΙΠΠΙΑΣ. Τί τοῦτο; βάλλ᾽ ἐς μακαρίαν. τοῦ ἀνθρώπου οὐδ᾽ εὔφημα, ὦ Σώκρατες, ταῦτά γε τὰ ἐρωτήματα. ΣΩΚΡΑΤΗΣ. Τί δέ; τὸ ἐρομένου ἑτέρου φάναι ταῦτα οὕτως ἔχειν οὐ πάνυ δύσφημον; ΙΠΠΙΑΣ. Ἴσως. ΣΩΚΡΑΤΗΣ. «Ἴσως τοίνυν σὺ εἶ οὗτος,» φήσει, «ὃς παντὶ φῂς καὶ ἀεὶ καλὸν εἶναι ὑπὸ μὲν τῶν ἐκγόνων ταφῆναι, τοὺς δὲ γονέας θάψαι· ἢ οὐχ εἷς τῶν ἁπάντων καὶ Ἡρακλῆς ἦν καὶ οὓς νυνδὴ ἐλέγομεν πάντες;» ΙΠΠΙΑΣ. Ἀλλ᾽ οὐ τοῖς θεοῖς ἔγωγε ἔλεγον. [293b] ΣΩΚΡΑΤΗΣ. «Οὐδὲ τοῖς ἥρωσιν, ὡς ἔοικας.» ΙΠΠΙΑΣ. Οὐχ ὅσοι γε θεῶν παῖδες ἦσαν. ΣΩΚΡΑΤΗΣ. «Ἀλλ᾽ ὅσοι μή;» ΙΠΠΙΑΣ. Πάνυ γε. ΣΩΚΡΑΤΗΣ. «Οὐκοῦν κατὰ τὸν σὸν αὖ λόγον, ὡς φαίνεται, τῶν ἡρώων τῷ μὲν Ταντάλῳ καὶ τῷ Δαρδάνῳ καὶ τῷ Ζήθῳ δεινόν τε καὶ ἀνόσιον καὶ αἰσχρόν ἐστι, Πέλοπι δὲ καὶ τοῖς ἄλλοις τοῖς οὕτω γεγονόσι καλόν.» ΙΠΠΙΑΣ. Ἔμοιγε δοκεῖ. ΣΩΚΡΑΤΗΣ. «Σοὶ τοίνυν δοκεῖ,» φήσει, «ὃ ἄρτι οὐκ ἔφησθα, τὸ θάψαντι τοὺς προγόνους ταφῆναι ὑπὸ τῶν ἐκγόνων ἐνίοτε καὶ [293c] ἐνίοις αἰσχρὸν εἶναι· ἔτι δὲ μᾶλλον, ὡς ἔοικεν, ἀδύνατον πᾶσι τοῦτο γενέσθαι καὶ εἶναι καλόν, ὥστε τοῦτό γε ὥσπερ καὶ τὰ ἔμπροσθεν ἐκεῖνα, ἥ τε παρθένος καὶ ἡ χύτρα, ταὐτὸν πέπονθε, καὶ ἔτι γελοιοτέρως τοῖς μέν ἐστι καλόν, τοῖς δ᾽ οὐ καλόν. καὶ οὐδέπω καὶ τήμερον,» φήσει, «οἷός τ᾽ εἶ, ὦ Σώκρατες, περὶ τοῦ καλοῦ ὅτι ἐστὶ τὸ ἐρωτώμενον ἀποκρίνασθαι.» ταῦτά μοι καὶ τοιαῦτα ὀνειδιεῖ δικαίως, ἐὰν αὐτῷ οὕτως ἀποκρίνωμαι. τὰ μὲν οὖν πολλά, ὦ Ἱππία, σχεδόν [293d] τί μοι οὕτω διαλέγεται· ἐνίοτε δὲ ὥσπερ ἐλεήσας μου τὴν ἀπειρίαν καὶ ἀπαιδευσίαν αὐτός μοι προβάλλει ἐρωτῶν εἰ τοιόνδε μοι δοκεῖ εἶναι τὸ καλόν, ἢ καὶ περὶ ἄλλου ὅτου ἂν τύχῃ πυνθανόμενος καὶ περὶ οὗ ἂν λόγος ᾖ. ΙΠΠΙΑΣ. Πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
|