Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΗΡΟΔΟΤΟΣ

Ἱστορίαι (4.157.1-4.167.3)

[4.157.1] Ταύτην οἰκέοντες δύο ἔτεα, οὐδὲν γάρ σφι χρηστὸν συνεφέρετο, ἕνα αὐτῶν καταλιπόντες οἱ λοιποὶ πάντες ἀπέπλεον ἐς Δελφούς, ἀπικόμενοι δὲ ἐπὶ τὸ χρηστήριον ἐχρέωντο, φάμενοι οἰκέειν τε τὴν Λιβύην καὶ οὐδὲν ἄμεινον πρήσσειν οἰκεῦντες. [4.157.2] ἡ δὲ Πυθίη σφι πρὸς ταῦτα χρᾷ τάδε·
αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον,
μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σευ.
ἀκούσαντες δὲ τούτων οἱ ἀμφὶ τὸν Βάττον ἀπέπλεον ὀπίσω· οὐ γὰρ δή σφεας ἀπίει ὁ θεὸς τῆς ἀποικίης, πρὶν δὴ ἀπίκωνται ἐς αὐτὴν τὴν Λιβύην. [4.157.3] ἀπικόμενοι δὲ ἐς τὴν νῆσον καὶ ἀναλαβόντες τὸν ἔλιπον ἔκτισαν αὐτῆς τῆς Λιβύης χῶρον ἀντίον τῆς νήσου τῷ οὔνομα ἦν Ἄζιρις, τὸν νάπαι τε κάλλισται ἐπ᾽ ἀμφότερα συγκληίουσι καὶ ποταμὸς τὰ ἐπὶ θάτερα παραρρέει. [4.158.1] τοῦτον οἴκεον τὸν χῶρον ἓξ ἔτεα· ἑβδόμῳ δέ σφεας ἔτεϊ παραιτησάμενοι οἱ Λίβυες ὡς ἐς ἀμείνονα χῶρον ἄξουσι, ἀνέγνωσαν ἐκλιπεῖν. [4.158.2] ἦγον δέ σφεας ἐνθεῦτεν οἱ Λίβυες ἀναστήσαντες πρὸς ἑσπέρην, καὶ τὸν κάλλιστον τῶν χώρων ἵνα διεξιόντες οἱ Ἕλληνες μὴ ἴδοιεν, συμμετρησάμενοι τὴν ὥρην τῆς ἡμέρης νυκτὸς παρῆγον. ἔστι δὲ τῷ χώρῳ τούτῳ οὔνομα Ἴρασα. [4.158.3] ἀγαγόντες δέ σφεας ἐπὶ κρήνην λεγομένην εἶναι Ἀπόλλωνος εἶπαν· Ἄνδρες Ἕλληνες, ἐνθαῦτα ὑμῖν ἐπιτήδεον οἰκέειν· ἐνθαῦτα γὰρ ὁ οὐρανὸς τέτρηται. [4.159.1] ἐπὶ μέν νυν Βάττου τε τοῦ οἰκιστέω τῆς ζόης, ἄρξαντος ἐπὶ τεσσεράκοντα ἔτεα, καὶ τοῦ παιδὸς αὐτοῦ Ἀρκεσίλεω, ἄρξαντος ἑκκαίδεκα ἔτεα, οἴκεον οἱ Κυρηναῖοι ἐόντες τοσοῦτοι ὅσοι ἀρχὴν ἐς τὴν ἀποικίην ἐστάλησαν· [4.159.2] ἐπὶ δὲ τοῦ τρίτου, Βάττου τοῦ Εὐδαίμονος καλεομένου, Ἕλληνας πάντας ὥρμησε χρήσασα ἡ Πυθίη πλέειν συνοικήσοντας Κυρηναίοισι Λιβύην· ἐπεκαλέοντο γὰρ οἱ Κυρηναῖοι ἐπὶ γῆς ἀναδασμῷ. [4.159.3] ἔχρησε δὲ ὧδε ἔχοντα·
ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃ
γᾶς ἀναδαιομένας, μετά οἵ ποκά φαμι μελήσειν.
[4.159.4] συλλεχθέντος δὲ ὁμίλου πολλοῦ ἐς τὴν Κυρήνην περιταμνόμενοι γῆν πολλὴν οἱ περίοικοι Λίβυες καὶ ὁ βασιλεὺς αὐτῶν τῷ οὔνομα ἦν Ἀδικράν, οἷα τῆς τε χώρης στερισκόμενοι καὶ περιυβριζόμενοι ὑπὸ τῶν Κυρηναίων, πέμψαντες ἐς Αἴγυπτον ἔδοσαν σφέας αὐτοὺς Ἀπρίῃ τῷ Αἰγύπτου βασιλέϊ. [4.159.5] ὁ δὲ συλλέξας στρατὸν Αἰγυπτίων πολλὸν ἔπεμψε ἐπὶ τὴν Κυρήνην. οἱ δὲ Κυρηναῖοι ἐκστρατευσάμενοι ἐς Ἴρασα χῶρον καὶ ἐπὶ κρήνην Θέστην συνέβαλόν τε τοῖσι Αἰγυπτίοισι καὶ ἐνίκησαν τῇ συμβολῇ. [4.159.6] ἅτε γὰρ οὐ πεπειρημένοι πρότερον [οἱ] Αἰγύπτιοι Ἑλλήνων καὶ παραχρεώμενοι διεφθάρησαν οὕτω ὥστε ὀλίγοι τινὲς αὐτῶν ἀπενόστησαν ἐς Αἴγυπτον. ἀντὶ τούτων Αἰγύπτιοι καὶ ταῦτα ἐπιμεμφόμενοι Ἀπρίῃ ἀπέστησαν ἀπ᾽ αὐτοῦ. [4.160.1] τούτου δὲ τοῦ Βάττου παῖς γίνεται Ἀρκεσίλεως, ὃς βασιλεύσας πρῶτα τοῖσι ἑωυτοῦ ἀδελφεοῖσι ἐστασίασε, ἐς ὅ μιν οὗτοι ἀπολιπόντες οἴχοντο ἐς ἄλλον χῶρον τῆς Λιβύης καὶ ἐπ᾽ ἑωυτῶν βαλόμενοι ἔκτισαν πόλιν ταύτην ἣ τότε καὶ νῦν Βάρκη καλέεται· κτίζοντες δ᾽ ἅμα αὐτὴν ἀπιστᾶσι ἀπὸ τῶν Κυρηναίων τοὺς Λίβυας. [4.160.2] μετὰ δὲ Ἀρκεσίλεως ἐς τοὺς ὑποδεξαμένους τε τῶν Λιβύων καὶ ἀποστάντας τοὺς αὐτοὺς τούτους ἐστρατεύετο· οἱ δὲ Λίβυες δείσαντες αὐτὸν οἴχοντο φεύγοντες πρὸς τοὺς ἠοίους τῶν Λιβύων. [4.160.3] ὁ δὲ Ἀρκεσίλεως εἵπετο φεύγουσι, ἐς οὗ ἐν Λεύκωνί τε τῆς Λιβύης ἐγίνετο ἐπιδιώκων καὶ ἔδοξε τοῖσι Λίβυσι ἐπιθέσθαι οἱ. συμβαλόντες δὲ ἐνίκησαν τοὺς Κυρηναίους τοσοῦτον ὥστε ἑπτακισχιλίους ὁπλίτας Κυρηναίων ἐνθαῦτα πεσεῖν. [4.160.4] μετὰ δὲ τὸ τρῶμα τοῦτο Ἀρκεσίλεων μὲν κάμνοντά τε καὶ φάρμακον πεπωκότα ὁ ἀδελφεὸς Λέαρχος ἀποπνίγει, Λέαρχον δὲ ἡ γυνὴ ἡ Ἀρκεσίλεω δόλῳ κτείνει, τῇ οὔνομα ἦν Ἐρυξώ. [4.161.1] διεδέξατο δὲ τὴν βασιληίην τοῦ Ἀρκεσίλεω ὁ παῖς Βάττος, χωλός τε ἐὼν καὶ οὐκ ἀρτίπους. οἱ δὲ Κυρηναῖοι πρὸς τὴν καταλαβοῦσαν συμφορὴν ἔπεμπον ἐς Δελφοὺς ἐπειρησομένους ὅντινα τρόπον καταστησάμενοι κάλλιστα ἂν οἰκέοιεν. [4.161.2] ἡ δὲ Πυθίη ἐκέλευε ἐκ Μαντινέης τῆς Ἀρκάδων καταρτιστῆρα ἀγαγέσθαι. αἴτεον ὦν οἱ Κυρηναῖοι, καὶ οἱ Μαντινέες ἔδοσαν ἄνδρα τῶν ἀστῶν δοκιμώτατον, τῷ οὔνομα ἦν Δημῶναξ. [4.161.3] οὗτος [ὦν] ὡνὴρ ἀπικόμενος ἐς τὴν Κυρήνην καὶ μαθὼν ἕκαστα τοῦτο μὲν τριφύλους ἐποίησέ σφεας, τῇδε διαθείς· Θηραίων μὲν καὶ τῶν περιοίκων μίαν μοῖραν ἐποίησε, ἄλλην δὲ Πελοποννησίων καὶ Κρητῶν, τρίτην δὲ νησιωτέων πάντων· τοῦτο δὲ, τῷ βασιλέϊ Βάττῳ τεμένεα ἐξελὼν καὶ ἱερωσύνας, τὰ ἄλλα πάντα τὰ πρότερον εἶχον οἱ βασιλέες ἐς μέσον τῷ δήμῳ ἔθηκε. [4.162.1] ἐπὶ μὲν δὴ τούτου τοῦ Βάττου οὕτω διετέλεε ἐόντα, ἐπὶ δὲ τοῦ τούτου παιδὸς Ἀρκεσίλεω πολλὴ ταραχὴ περὶ τῶν τιμέων ἐγένετο. [4.162.2] Ἀρκεσίλεως γὰρ ὁ Βάττου τε τοῦ χωλοῦ καὶ Φερετίμης οὐκ ἔφη ἀνέξεσθαι κατὰ [τὰ] ὁ Μαντινεὺς Δημῶναξ ἔταξε, ἀλλὰ ἀπαίτεε τὰ τῶν προγόνων γέρεα. ἐνθεῦτεν στασιάζων ἑσσώθη καὶ ἔφυγε ἐς Σάμον, ἡ δὲ μήτηρ οἱ ἐς Σαλαμῖνα τῆς Κύπρου ἔφυγε. [4.162.3] τῆς δὲ Σαλαμῖνος τοῦτον τὸν χρόνον ἐπεκράτεε Εὐέλθων, ὃς τὸ ἐν Δελφοῖσι θυμιητήριον, ἐὸν ἀξιοθέητον, ἀνέθηκε, τὸ ἐν τῷ Κορινθίων θησαυρῷ κεῖται. ἀπικομένη δὲ παρὰ τοῦτον ἡ Φερετίμη ἐδέετο στρατιῆς ἣ κατάξει σφέας ἐς τὴν Κυρήνην. [4.162.4] ὁ δὲ Εὐέλθων πᾶν μᾶλλον ἢ στρατιήν οἱ ἐδίδου· ἡ δὲ λαμβάνουσα τὸ διδόμενον καλὸν μὲν ἔφη καὶ τοῦτο εἶναι, κάλλιον δὲ ἐκεῖνο, τὸ δοῦναί οἱ δεομένῃ στρατιήν. [4.162.5] τοῦτο γὰρ ἐπὶ παντὶ τῷ διδομένῳ ἔλεγε, τελευταῖόν οἱ ἐξέπεμψε δῶρον ὁ Εὐέλθων ἄτρακτον χρύσεον καὶ ἠλακάτην, προσῆν δὲ [οἱ] καὶ εἴριον· ἐπειπάσης δὲ αὖτις τῆς Φερετίμης τὠυτὸ ἔπος ὁ Εὐέλθων ἔφη τοιούτοισι γυναῖκας δωρέεσθαι ἀλλ᾽ οὐ στρατιῇ. [4.163.1] ὁ δὲ Ἀρκεσίλεως τοῦτον τὸν χρόνον ἐὼν ἐν Σάμῳ συνήγειρε πάντα ἄνδρα ἐπὶ γῆς ἀναδασμῷ. συλλεγομένου δὲ στρατοῦ πολλοῦ ἐστάλη ἐς Δελφοὺς ὁ Ἀρκεσίλεως χρησόμενος τῷ χρηστηρίῳ περὶ κατόδου. [4.163.2] ἡ δὲ Πυθίη οἱ χρᾷ τάδε· Ἐπὶ μὲν τέσσερας Βάττους καὶ Ἀρκεσίλεως τέσσερας, ὀκτὼ ἀνδρῶν γενεάς, διδοῖ ὑμῖν Λοξίης βασιλεύειν Κυρήνης· πλέον μέντοι τούτου οὐδὲ πειρᾶσθαι παραινέει. [4.163.3] σὺ μέντοι ἥσυχος εἶναι κατελθὼν ἐς τὴν σεωυτοῦ. ἢν δὲ τὴν κάμινον εὕρῃς πλέην ἀμφορέων, μὴ ἐξοπτήσῃς τοὺς ἀμφορέας ἀλλ᾽ ἀπόπεμπε κατ᾽ οὖρον· εἰ δὲ ἐξοπτήσεις τὴν κάμινον, μὴ ἐσέλθῃς ἐς τὴν ἀμφίρρυτον· εἰ δὲ μή, ἀποθανέαι καὶ αὐτὸς καὶ ταῦρος ὁ καλλιστεύων. [4.164.1] ταῦτα ἡ Πυθίη Ἀρκεσίλεῳ χρᾷ. ὁ δὲ παραλαβὼν τοὺς ἐκ τῆς Σάμου κατῆλθε ἐς τὴν Κυρήνην καὶ ἐπικρατήσας τῶν πρηγμάτων τοῦ μαντηίου οὐκ ἐμέμνητο, ἀλλὰ δίκας τοὺς ἀντιστασιώτας αἴτεε τῆς ἑωυτοῦ φυγῆς. [4.164.2] τῶν δὲ οἱ μὲν τὸ παράπαν ἐκ τῆς χώρης ἀπαλλάσσοντο, τοὺς δέ τινας χειρωσάμενος ὁ Ἀρκεσίλεως ἐς Κύπρον ἀπέστειλε ἐπὶ διαφθορῇ· τούτους μέν νυν Κνίδιοι ἀπενειχθέντας πρὸς τὴν σφετέρην ἐρρύσαντο καὶ ἐς Θήρην ἀπέστειλαν· ἑτέρους δέ τινας τῶν Κυρηναίων ἐς πύργον μέγαν Ἀγλωμάχου καταφυγόντας ἰδιωτικὸν ὕλην περινήσας ὁ Ἀρκεσίλεως ἐνέπρησε. [4.164.3] μαθὼν δὲ ἐπ᾽ ἐξεργασμένοισι τὸ μαντήιον ἐὸν τοῦτο, ὅτι μιν ἡ Πυθίη οὐκ ἔα εὑρόντα ἐν τῇ καμίνῳ τοὺς ἀμφορέας ἐξοπτῆσαι, ἔργετο ἑκὼν τῆς τῶν Κυρηναίων πόλιος, δειμαίνων τε τὸν κεχρησμένον θάνατον καὶ δοκέων τὴν ἀμφίρρυτον Κυρήνην εἶναι. [4.164.4] εἶχε δὲ γυναῖκα συγγενέα ἑωυτοῦ, θυγατέρα δὲ τῶν Βαρκαίων τοῦ βασιλέος, τῷ οὔνομα ἦν Ἀλάζειρ· παρὰ τοῦτον ἀπικνέεται, καί μιν Βαρκαῖοί τε ἄνδρες καὶ τῶν ἐκ Κυρήνης φυγάδων τινὲς καταμαθόντες ἀγοράζοντα κτείνουσι, πρὸς δὲ καὶ τὸν πενθερὸν αὐτοῦ Ἀλάζειρα. Ἀρκεσίλεως μέν νυν εἴτε ἑκὼν εἴτε ἀέκων ἁμαρτὼν τοῦ χρησμοῦ ἐξέπλησε μοῖραν τὴν ἑωυτοῦ. [4.165.1] ἡ δὲ μήτηρ Φερετίμη, τέως μὲν ὁ Ἀρκεσίλεως ἐν τῇ Βάρκῃ διαιτᾶτο ἐξεργασμένος ἑωυτῷ κακόν, ἡ δὲ εἶχε αὐτὴ τοῦ παιδὸς τὰ γέρεα ἐν Κυρήνῃ καὶ τἆλλα νεμομένη καὶ ἐν βουλῇ παρίζουσα. [4.165.2] ἐπείτε δὲ ἔμαθε ἐν τῇ Βάρκῃ ἀποθανόντα οἱ τὸν παῖδα, φεύγουσα οἰχώκεε ἐς Αἴγυπτον. ἦσαν γάρ οἱ ἐκ τοῦ Ἀρκεσίλεω εὐεργεσίαι ἐς Καμβύσεα τὸν Κύρου πεποιημέναι· οὗτος γὰρ ἦν ὁ Ἀρκεσίλεως ὃς Κυρήνην Καμβύσῃ ἔδωκε καὶ φόρον ἐτάξατο. [4.165.3] ἀπικομένη δὲ ἐς Αἴγυπτον ἡ Φερετίμη Ἀρυάνδεω ἱκέτις ἔζετο, τιμωρῆσαι ἑωυτῇ κελεύουσα, προϊσχομένη πρόφασιν ὡς διὰ τὸν μηδισμὸν ὁ παῖς οἱ τέθνηκε. [4.166.1] ὁ δὲ Ἀρυάνδης ἦν οὗτος τῆς Αἰγύπτου ὕπαρχος ὑπὸ Καμβύσεω κατεστεώς, ὃς ὑστέρῳ χρόνῳ τούτων παρισεύμενος Δαρείῳ διεφθάρη. πυθόμενος γὰρ καὶ ἰδὼν Δαρεῖον ἐπιθυμέοντα μνημόσυνον ἑωυτοῦ λιπέσθαι τοῦτο τὸ μὴ ἄλλῳ εἴη βασιλέϊ κατεργασμένον, ἐμιμέετο τοῦτον, ἐς οὗ ἔλαβε τὸν μισθόν. [4.166.2] Δαρεῖος μὲν γὰρ χρυσίον καθαρώτατον ἀπεψήσας ἐς τὸ δυνατώτατον νόμισμα ἐκόψατο, Ἀρυάνδης δὲ ἄρχων Αἰγύπτου ἀργύριον τὠυτὸ τοῦτο ἐποίεε· καὶ νῦν ἐστὶ ἀργύριον καθαρώτατον τὸ Ἀρυανδικόν. μαθὼν δέ μιν Δαρεῖος ταῦτα ποιεῦντα, αἰτίην οἱ ἄλλην ἐπενείκας ὥς οἱ ἐπανίσταιτο, ἀπέκτεινε. [4.167.1] τότε δὲ οὗτος ὁ Ἀρυάνδης κατοικτίρας Φερετίμην διδοῖ αὐτῇ στρατὸν τὸν ἐξ Αἰγύπτου ἅπαντα, καὶ τὸν πεζὸν καὶ τὸν ναυτικόν· στρατηγὸν δὲ τοῦ μὲν πεζοῦ Ἄμασιν ἀπέδεξε ἄνδρα Μαράφιον, τοῦ δὲ ναυτικοῦ Βάδρην ἐόντα Πασαργάδην γένος. [4.167.2] πρὶν δὲ ἢ ἀποστεῖλαι τὴν στρατιήν, ὁ Ἀρυάνδης πέμψας ἐς τὴν Βάρκην κήρυκα ἐπυνθάνετο τίς εἴη ὁ Ἀρκεσίλεων ἀποκτείνας. οἱ δὲ Βαρκαῖοι αὐτοὶ ὑπεδέκοντο πάντες· πολλά τε γὰρ καὶ κακὰ πάσχειν ὑπ᾽ αὐτοῦ. πυθόμενος δὲ ταῦτα ὁ Ἀρυάνδης οὕτω δὴ τὴν στρατιὴν ἀπέστειλε ἅμα τῇ Φερετίμῃ. [4.167.3] αὕτη μέν νυν αἰτίη πρόσχημα τοῦ λόγου ἐγίνετο, ἐπέμπετο δὲ ἡ στρατιή, ὡς ἐμοὶ δοκέειν, ἐπὶ Λιβύων καταστροφῇ. Λιβύων γὰρ δὴ ἔθνεα πολλὰ καὶ παντοῖά ἐστι, καὶ τὰ μὲν αὐτῶν ὀλίγα βασιλέος ἦν ὑπήκοα, τὰ δὲ πλέω ἐφρόντιζε Δαρείου οὐδέν.

[4.157.1] Έζησαν εκεί δυο χρόνια, αλλά καμιά προκοπή δεν έβλεπαν, κι έτσι αφήνοντας στο νησί ένα σύντροφό τους όλοι οι υπόλοιποι πήγαν με καράβι στους Δελφούς· κι όταν έφτασαν στο μαντείο, ζητούσαν χρησμό, λέγοντας πως και στη Λιβύη ζουν και μέρα καλή δε βλέπουν ζώντας εκεί. [4.157.2] Κι η Πυθία τούς αποκρίθηκε με τον ακόλουθο χρησμό:
Τη χώρα όπου τα πρόβατα περσεύουν, τη Λιβύη,
που πήγα και δεν πήγες,
λες πως την ξέρεις πιο καλά από μένα; Ας θαυμάσω
τη θαυμαστή σοφία σου!
Τ᾽ άκουσαν αυτά οι σύντροφοι του Βάττου και γύρισαν με τα καράβια τους πίσω· γιατί ο θεός δεν τους χάριζε το χρέος που είχαν, να ιδρύσουν αποικία, πριν φτάσουν στην ίδια τη Λιβύη. [4.157.3] Έφτασαν λοιπόν στο νησί και πήραν μαζί τους το σύντροφο που είχαν αφήσει, κι ύστερα ίδρυσαν αποικία σε τοποθεσία της στεριάς της Λιβύης, απέναντι από το νησί που το έλεγαν Άζιρη· απ᾽ τα δεξιά κι απ᾽ τ᾽ αριστερά την κλείνουν πανέμορφα δασωμένα φαράγγια κι εκεί κοντά, απ᾽ τη μεριά του ενός φαραγγιού, κυλά τα νερά του ποταμός.
[4.158.1] Σ᾽ αυτό τον τόπο ζούσαν έξι χρόνια· και τον έβδομο χρόνο τούς ξεσήκωσαν οι Λίβυες, πως τάχα θα τους οδηγήσουν σε καλύτερο τόπο, και τους έπεισαν να τον εγκαταλείψουν. [4.158.2] Λοιπόν οι Λίβυες τους ξεσήκωσαν αποκεί και τους οδηγούσαν προς τα δυτικά, και, για να μη δουν οι Έλληνες στο πέρασμά τους τον ομορφότερο τόπο, υπολόγισαν καλά τις ώρες της πορείας και τη διάρκεια της μέρας, κι έτσι τους περνούσαν αποκεί νύχτα. Ο τόπος αυτός λεγόταν Ίρασα. [4.158.3] Κατόπι τούς οδήγησαν σε μια πηγή, τη λεγόμενη του Απόλλωνα, και τους είπαν: «Άνδρες Έλληνες, ο τόπος αυτός είναι ό,τι πρέπει για να ζήσει κανείς· γιατί εδώ ο ουρανός κάνει τρύπα».
[4.159.1] Λοιπόν, όσο ζούσε ο Βάττος, ο οικιστής της πόλης, που βασίλεψε σαράντα χρόνια, κι ο γιος του Αρκεσίλαος, που βασίλεψε δεκαέξι χρόνια, οι Κυρηναίοι κατοικούσαν στην πόλη τους όντας τόσοι, όσοι ξεκίνησαν αρχικά για να χτίσουν την αποικία· [4.159.2] όμως στη βασιλεία του τρίτου, που ονομαζόταν Βάττος ο Ευδαίμων, η Πυθία με χρησμό ξεσήκωσε όλους τους Έλληνες να παν με τα καράβια τους για να εγκατασταθούν μαζί με τους Κυρηναίους στη Λιβύη· γιατί τους καλούσαν οι Κυρηναίοι στον τόπο τους τάζοντάς τους ότι θα μοιραστούν τη γη μαζί τους. [4.159.3] Κι ο χρησμός έλεγε τ᾽ ακόλουθα:
Η γη ξαναμοιράζεται στην τρισχαριτωμένη,
την ποθητή Λιβύη·
κι όποιος κινήσει αργότερα, του λέω και να το ξέρει,
πικρά θα μετανιώσει.
[4.159.4] Λοιπόν, καθώς έβλεπαν πλήθος πολύ να συγκεντρώνεται στην Κυρήνη και τη γη τους σε μεγάλη έκταση ένα γύρο να τη μοιράζονται σε κλήρους οι Έλληνες, οι Λίβυες της περιοχής κι ο βασιλιάς τους (τ᾽ όνομά του ήταν Αδικράν), έτσι που οι Κυρηναίοι τούς στερούσαν τη γη και τους καταφρονούσαν, έστειλαν απεσταλμένους στην Αίγυπτο και δήλωσαν υποταγή στον Απρίη, το βασιλιά της Αιγύπτου. [4.159.5] Κι αυτός συγκέντρωσε μεγάλο εκστρατευτικό σώμα Αιγυπτίων και το έστειλε εναντίον της Κυρήνης. Κι οι Κυρηναίοι βγήκαν με το στρατό τους στην τοποθεσία Ίρασα, κοντά στην πηγή Θέστη, κι ήρθαν στα χέρια με τους Αιγυπτίους και βγήκαν νικητές στη σύγκρουση. [4.159.6] Γιατί, καθώς δεν είχαν προηγουμένως δοκιμάσει τους Έλληνες και τους είχαν για παρακατιανούς, έπαθαν τέτοια πανωλεθρία οι Αιγύπτιοι, που ελάχιστοι απ᾽ αυτούς γύρισαν στην Αίγυπτο, με συνέπεια, κατηγορώντας τον Απρίη γι᾽ αυτό, να επαναστατήσουν οι Αιγύπτιοι εναντίον του.
[4.160.1] Λοιπόν αυτός ο Βάττος απόχτησε γιο, τον Αρκεσίλαο, που παίρνοντας τη βασιλεία το πρώτο που έκανε ήταν να τα βάλει με τ᾽ αδέρφια του, ώσπου αυτοί τον άφησαν μονάχο και τράβηξαν για άλλη περιοχή της Λιβύης και με δική τους πρωτοβουλία ίδρυσαν την πόλη, που και τώρα όπως και τότε λέγεται Βάρκη· κι από τη μια έχτιζαν την πόλη τους κι από την άλλη ξεσήκωναν τους Λίβυες να επαναστατήσουν εναντίον των Κυρηναίων. [4.160.2] Κι αργότερα ο Αρκεσίλαος έκανε εκστρατεία εναντίον των Λιβύων που δέχτηκαν στη χώρα τους τούς αποστάτες και που κι οι ίδιοι τους σήκωσαν επανάσταση· κι οι Λίβυες από το φόβο που πήραν σηκώθηκαν κι έφυγαν βιαστικά προς τις ανατολικές περιοχές της Λιβύης· [4.160.3] κι ο Αρκεσίλαος τους πήρε καταπόδι στη φυγή τους, ώσπου καταδιώκοντάς τους έφτασε στον Λευκώνα της Λιβύης κι οι Λίβυες αποφάσισαν να του επιτεθούν. Κι ήρθαν στα χέρια και πήραν τόσο μεγάλη νίκη από τους Κυρηναίους, ώστε να πέσουν εκεί εφτά χιλιάδες Κυρηναίοι οπλίτες. [4.160.4] Ύστερ᾽ απ᾽ αυτή την πανωλεθρία του Αρκεσιλάου, που έπεσε άρρωστος κι είχε πιει κάποιο φάρμακο, τον στραγγάλισε ο αδερφός του ο Λέαρχος, και τον Λέαρχο τον σκότωσε η γυναίκα του Αρκεσιλάου — τ᾽ όνομά της ήταν Ερυξώ.
[4.161.1] Τον Αρκεσίλαο διαδέχτηκε στο βασιλικό αξίωμα ο γιος του ο Βάττος, κουτσός και σακάτης. Κι οι Κυρηναίοι, για τη συμφορά που τους βρήκε, έστειλαν στους Δελφούς να ρωτήσουν πώς να κυβερνηθεί η πόλη τους, για να ευημερήσει· [4.161.2] κι η Πυθία τούς πρόσταξε να καλέσουν νομοθέτη από τη Μαντίνεια της Αρκαδίας. Οι Κυρηναίοι λοιπόν πήγαν και ζήτησαν κι οι Μαντινείς τούς έδωσαν άντρα που είχε πολύ μεγάλη υπόληψη στην πόλη τους, που τον έλεγαν Δημώνακτα. [4.161.3] Έφτασε λοιπόν αυτός στην Κυρήνη, έμαθε τα καθέκαστα κι ύστερα πρώτα πρώτα τους έκανε τρεις φυλές, χωρίζοντάς τους ως εξής: στη μια φυλή έβαλε τους Θηραίους και τους γύρω τους, στη δεύτερη τους Πελοποννήσιους και τους Κρητικούς, στην τρίτη όλους τους νησιώτες· κατόπι, αφού ξεχώρισε και προνομιακά παραχώρησε στον Βάττο χτήματα βασιλικά και θρησκευτικά αξιώματα, όλα τ᾽ άλλα που προηγουμένως ήταν στα χέρια των βασιλιάδων τα έκανε κοινό κτήμα του λαού.
[4.162.1] Λοιπόν όσο κρατούσε το θρόνο αυτός ο Βάττος, η πόλη έτσι κυβερνιόταν, αλλά στην εποχή του γιου του, του Αρκεσιλάου, επικράτησε μεγάλη αναταραχή για το ποιός θα έχει την εξουσία. [4.162.2] Γιατί ο Αρκεσίλαος, ο γιος του Βάττου του κουτσού και της Φερετίμης, αρνήθηκε να στρέξει στις ρυθμίσεις που όρισε ο Δημώναξ από τη Μαντίνεια, αλλά διεκδικούσε τα προνόμια των προγόνων του. Έτσι ξεσήκωσε εμφύλια διαμάχη, νικήθηκε και κατέφυγε στη Σάμο, ενώ η μητέρα του κατέφυγε στη Σαλαμίνα της Κύπρου. [4.162.3] Στη Σαλαμίνα εκείνο τον καιρό είχε την εξουσία ο Ευέλθων, αυτός που αφιέρωσε στους Δελφούς το αξιοθέατο θυμιατήρι — κειμήλιο σήμερα στον θησαυρό των Κορινθίων. Με το που έφτασε σ᾽ αυτόν η Φερετίμη, του ζητούσε εκστρατευτικό σώμα που θα τους ξανάδινε την εξουσία στην Κυρήνη. [4.162.4] Όμως ο Ευέλθων τής έδινε όλα τα πάντα, εκτός από στρατό· κι αυτή, κάθε φορά που έπαιρνε το δώρο της, έλεγε: «Ωραίο είναι κι αυτό, ομορφότερο όμως εκείνο», να της δώσει δηλαδή το εκστρατευτικό σώμα που ζητούσε· [4.162.5] και, καθώς σε κάθε δώρο που της χάριζε, εκείνη επαναλάμβανε αυτή τη φράση, ο Ευέλθων τής έστειλε τελευταίο δώρο, αδράχτι και ρόκα — κι από κοντά και μια τουλούπα μαλλί· η Φερετίμη επανέλαβε την ίδια φράση, και τότε ο Ευέλθων είπε πως τέτοια δώρα δίνουν στις γυναίκες, κι όχι στρατεύματα.
[4.163.1] Κι ο Αρκεσίλαος, ζώντας αυτό τον καιρό στη Σάμο, στρατολογούσε όποιον έβρισκε, τάζοντας κλήρους από αναδασμό γης. Και καθώς συγκεντρωνόταν στρατός πολύς, κίνησε και πήγε ο Αρκεσίλαος στους Δελφούς, για να πάρει χρησμό απ᾽ το μαντείο για το γυρισμό του από την εξορία. [4.163.2] Κι η Πυθία τού έδωσε τον ακόλουθο χρησμό: «Για τέσσερες Βάττους κι Αρκεσιλάους τέσσερες, οχτώ ανθρώπινες γενιές, ο Λοξίας σάς δίνει να βασιλέψετε στην Κυρήνη· [4.163.3] όμως για παραπάνω, η συμβουλή του είναι ούτε καν να δοκιμάσετε. Αλλά εσύ να ηρεμήσεις, όταν γυρίσεις στην πόλη σου. Κι αν βρεις το καμίνι γεμάτο αμφορείς, μην τους ψήσεις ολότελα, αλλά βγάλ᾽ τους έξω, στον αέρα· όμως, αν πυρώσεις ολότελα το καμίνι, μη μπεις στον κυκλωμένο απ᾽ τα κύματα τόπο· αλλιώς θα πεθάνεις κι εσύ κι ο πρώτος στην ομορφιά ταύρος».
[4.164.1] Αυτός είναι ο χρησμός που έδωσε στον Αρκεσίλαο η Πυθία. Κι αυτός πήρε μαζί του όσους στρατολόγησε στη Σάμο και γύρισε από την εξορία στην Κυρήνη, νίκησε και πήρε την εξουσία· ξέχασε όμως τον χρησμό και βάλθηκε να εκδικηθεί τους πολιτικούς του αντιπάλους για την εξορία του. [4.164.2] Κι απ᾽ αυτούς άλλοι πήραν των ομματιών τους κι έφυγαν μια για πάντα από τη χώρα, ενώ κάτι άλλους τους έπιασε ο Αρκεσίλαος και τους έστειλε στην Κύπρο για θανάτωση. Λοιπόν, αυτούς οι Κνίδιοι, καθώς οι άνεμοι τούς έφεραν στη χώρα τους, τους διέσωσαν και τους έστειλαν στη Θήρα. Και κάποιους άλλους Κυρηναίους που ζήτησαν καταφύγιο σε μεγάλο πύργο ενός ιδιώτη, του Αγλωμάχου, ο Αρκεσίλαος σώρεψε γύρω γύρω ξύλα και τους έβαλε φωτιά. [4.164.3] Και τότε, όταν πια η φωτιά είχε τελειώσει το έργο της, κατάλαβε ότι αυτό εννοούσε ο χρησμός, η συμβουλή της Πυθίας, αν βρει τους αμφορείς στο καμίνι, να μην τους ψήσει ολότελα· εκτοπίστηκε με τη θέλησή του από την πόλη των Κυρηναίων, επειδή φοβόταν το θάνατο που, σύμφωνα με τον χρησμό, τον περίμενε, καθώς πίστευε πως ο κυκλωμένος απ᾽ τα κύματα τόπος ήταν η Κυρήνη. [4.164.4] Κι είχε παντρευτεί μια συγγένισσά του, μια θυγατέρα του βασιλιά των Βαρκαίων, του ονομαζόμενου Αλάζειρ. Πηγαίνει λοιπόν στην αυλή του, οπότε πολίτες της Βάρκης και μερικοί από τους Κυρηναίους εξορίστους, καθώς πληροφορήθηκαν ότι περιδιαβάζει στην αγορά, τον σκοτώνουν, και κοντά σ᾽ αυτόν και τον πεθερό του Αλάζειρα. Λοιπόν ο Αρκεσίλαος, είτε θεληματικά είτε αθέλητα, ξαστόχησε τον χρησμό και πορεύτηκε ώς το τέλος το δρόμο της μοίρας του.
[4.165.1] Κι η μητέρα του η Φερετίμη, όσο καιρό ο Αρκεσίλαος —μια κι είχε κάνει κακό της κεφαλής του— ζούσε στη Βάρκη, κρατούσε τ᾽ αξιώματα του γιου της στην Κυρήνη, όλα τα πάντα, παρούσα και στις συνεδριάσεις της βουλής· [4.165.2] όταν όμως έμαθε πως της πέθανε ο γιος στη Βάρκη, έφυγε βιαστικά για την Αίγυπτο. Γιατί ο Αρκεσίλαος είχε προσφέρει τις καλές του υπηρεσίες στον Καμβύση, το γιο του Κύρου· δηλαδή ήταν ο Αρκεσίλαος αυτός που παρέδωσε την Κυρήνη στον Καμβύση κι όρισε και τον φόρο που θα του πλήρωνε. [4.165.3] Έφτασε λοιπόν η Φερετίμη στην Αίγυπτο και πρόσπεσε ως ικέτης στον Αρυάνδη, ζητώντας να τη βοηθήσει, προβάλλοντας τον ισχυρισμό πως της σκότωσαν το γιο για τα φιλικά του αισθήματα προς τους Πέρσες.
[4.166.1] Κι αυτός ο Αρυάνδης ήταν αντιβασιλέας της Αιγύπτου, διορισμένος από τον Καμβύση, που, αργότερα, πήγε να παραβγεί με τον Δαρείο κι έφαγε το κεφάλι του. Δηλαδή, άκουσε και είδε πως ο Δαρείος ήθελε, για να μείνει στον αιώνα τ᾽ όνομά του, να κάνει κάτι που δεν το είχε κατορθώσει άλλος βασιλιάς, κι ο Αρυάνδης πήγε να τον μιμηθεί, ώσπου πήρε την αμοιβή του. [4.166.2] Γιατί ο Δαρείος έβαλε να λαγαρίσουν τέλεια στη φωτιά χρυσάφι, έτσι που να γίνει το πιο καθαρό του κόσμου, κι έκοψε νομίσματα απ᾽ αυτό· κι ο Αρυάνδης, διοικητής της Αιγύπτου, έκανε το ίδιο πράμα με ασήμι· και τώρα το νόμισμα με το πιο καθαρό ασήμι είναι το αρυανδικό. Όταν λοιπόν έμαθε ο Δαρείος αυτές του τις πράξεις, του φόρτωσε άλλη κατηγορία, πως τάχα σήκωνε επανάσταση, και τον σκότωσε.
[4.167.1] Τότε ο Αρυάνδης αυτός σπλαχνίστηκε τη Φερετίμη και της δίνει όλη τη στρατιωτική δύναμη της Αιγύπτου, και τον πεζικό και το ναυτικό στρατό, και στρατηγό του πεζικού διόρισε τον Άμαση, τον Μαράφιο, και του ναυτικού τον Βάδρη, από καταγωγή Πασαργάδη. [4.167.2] Και πριν βγάλει διαταγή να ξεκινήσει το εκστρατευτικό σώμα, ο Αρυάνδης έστειλε κήρυκα στη Βάρκη και ζητούσε να μάθει ποιός ήταν ο φονιάς του Αρκεσιλάου. Κι οι Βαρκαίοι όλοι τους έπαιρναν απάνω τους το φόνο — κι αν δεν έπαθαν οι άνθρωποι απ᾽ αυτόν πολλά και φοβερά! Τα έμαθε αυτά ο Αρυάνδης και τότε έστειλε το εκστρατευτικό σώμα, μαζί και τη Φερετίμη. [4.167.3] Λοιπόν, η δικαιολογία που προβλήθηκε ήταν πρόσχημα, όμως, κατά τη γνώμη μου, το εκστρατευτικό σώμα στάλθηκε για την υποδούλωση της Λιβύης. Γιατί στη Λιβύη ζουν πολλά και κάθε είδους έθνη, κι απ᾽ αυτά λίγα ήταν στην εξουσία του βασιλιά, τα περισσότερα όμως δε λογάριαζαν καθόλου τον Δαρείο.