Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΗΡΟΔΟΤΟΣ

Ἱστορίαι (4.102.1-4.117.1)

[4.102.1] Οἱ δὲ Σκύθαι δόντες σφίσι λόγον ὡς οὐκ οἷοί τέ εἰσι τὸν Δαρείου στρατὸν ἰθυμαχίῃ διώσασθαι μοῦνοι, ἔπεμπον ἐς τοὺς πλησιοχώρους ἀγγέλους· τῶν δὲ καὶ δὴ οἱ βασιλέες συνελθόντες ἐβουλεύοντο ὡς στρατοῦ ἐπελαύνοντος μεγάλου. [4.102.2] ἦσαν δὲ οἱ συνελθόντες βασιλέες Ταύρων καὶ Ἀγαθύρσων καὶ Νευρῶν καὶ Ἀνδροφάγων καὶ Μελαγχλαίνων καὶ Γελωνῶν καὶ Βουδίνων καὶ Σαυροματέων. [4.103.1] τούτων Ταῦροι μὲν νόμοισι τοιοισίδε χρέωνται· θύουσι μὲν τῇ παρθένῳ τούς τε ναυηγοὺς καὶ τοὺς ἂν λάβωσι Ἑλλήνων ἐπαναχθέντες τρόπῳ τοιῷδε· καταρξάμενοι ῥοπάλῳ παίουσι τὴν κεφαλήν. [4.103.2] οἱ μὲν δὴ λέγουσι ὡς τὸ σῶμα ἀπὸ τοῦ κρημνοῦ ὠθέουσι κάτω (ἐπὶ γὰρ κρημνοῦ ἵδρυται τὸ ἱρόν), τὴν δὲ κεφαλὴν ἀνασταυροῦσι, οἱ δὲ κατὰ μὲν τὴν κεφαλὴν ὁμολογέουσι, τὸ μέντοι σῶμα οὐκ ὠθέεσθαι ἀπὸ τοῦ κρημνοῦ λέγουσι ἀλλὰ γῇ κρύπτεσθαι. τὴν δὲ δαίμονα ταύτην τῇ θύουσι λέγουσι αὐτοὶ Ταῦροι Ἰφιγένειαν τὴν Ἀγαμέμνονος εἶναι. [4.103.3] πολεμίους δὲ ἄνδρας τοὺς ἂν χειρώσωνται ποιεῦσι τάδε· ἀποταμὼν ἕκαστος κεφαλὴν ἀποφέρεται ἐς τὰ οἰκία, ἔπειτα ἐπὶ ξύλου μεγάλου ἀναπείρας ἱστᾷ ὑπὲρ τῆς οἰκίης ὑπερέχουσαν πολλόν, μάλιστα δὲ ὑπὲρ τῆς καπνοδόκης· φασὶ δὲ τούτους φυλάκους τῆς οἰκίης πάσης ὑπεραιωρέεσθαι. ζῶσι δὲ ἀπὸ ληίης τε καὶ πολέμου. [4.104.1] Ἀγάθυρσοι δὲ ἁβρότατοι ἄνδρες εἰσὶ καὶ χρυσοφόροι τὰ μάλιστα, ἐπίκοινον δὲ τῶν γυναικῶν τὴν μεῖξιν ποιεῦνται, ἵνα κασίγνητοί τε ἀλλήλων ἔωσι καὶ οἰκήιοι ἐόντες πάντες μήτε φθόνῳ μήτ᾽ ἔχθεϊ χρέωνται ἐς ἀλλήλους. τὰ δὲ ἄλλα νόμαια Θρήιξι προσκεχωρήκασι. [4.105.1] Νευροὶ δὲ νόμοισι μὲν χρέωνται Σκυθικοῖσι, γενεῇ δὲ μιῇ πρότερόν σφεας τῆς Δαρείου στρατηλασίης κατέλαβε ἐκλιπεῖν τὴν χώρην πᾶσαν ὑπὸ ὀφίων. ὄφιας γάρ σφι πολλοὺς μὲν ἡ χώρη ἀνέφαινε, οἱ δὲ πλεῦνες ἄνωθέν σφι ἐκ τῶν ἐρήμων ἐπέπεσον, ἐς οὗ πιεζόμενοι οἴκησαν μετὰ Βουδίνων τὴν ἑωυτῶν ἐκλιπόντες. [4.105.2] κινδυνεύουσι δὲ οἱ ἄνθρωποι οὗτοι γόητες εἶναι. λέγονται γὰρ ὑπὸ Σκυθέων καὶ Ἑλλήνων τῶν ἐν τῇ Σκυθικῇ κατοικημένων ὡς ἔτεος ἑκάστου ἅπαξ τῶν Νευρῶν ἕκαστος λύκος γίνεται ἡμέρας ὀλίγας καὶ αὖτις ὀπίσω ἐς τὠυτὸ ἀποκατίσταται. ἐμὲ μέν νυν ταῦτα λέγοντες οὐ πείθουσι, λέγουσι δὲ οὐδὲν ἧσσον, καὶ ὀμνῦσι δὲ λέγοντες. [4.106.1] Ἀνδροφάγοι δὲ ἀγριώτατα πάντων ἀνθρώπων ἔχουσι ἤθεα, οὔτε δίκην νομίζοντες οὔτε νόμῳ οὐδενὶ χρεώμενοι. νομάδες δέ εἰσι, ἐσθῆτά τε φορέουσι τῇ Σκυθικῇ ὁμοίην, γλῶσσαν δὲ ἰδίην ‹ἔχουσι›, ἀνθρωποφαγέουσι δὲ μοῦνοι τούτων. [4.107.1] Μελάγχλαινοι δὲ εἵματα μὲν μέλανα φορέουσι πάντες, ἐπ᾽ ὧν καὶ τὰς ἐπωνυμίας ἔχουσι, νόμοισι δὲ Σκυθικοῖσι χρέωνται. [4.108.1] Βουδῖνοι δέ, ἔθνος ἐὸν μέγα καὶ πολλόν, γλαυκόν τε πᾶν ἰσχυρῶς ἐστι καὶ πυρρόν. πόλις δὲ ἐν αὐτοῖσι πεπόλισται ξυλίνη, οὔνομα δὲ τῇ πόλι ἐστὶ Γελωνός· τοῦ δὲ τείχεος μέγαθος κῶλον ἕκαστον τριήκοντα σταδίων ἐστί, ὑψηλὸν δὲ καὶ πᾶν ξύλινον, καὶ ‹αἱ› οἰκίαι αὐτῶν ξύλιναι καὶ τὰ ἱρά. [4.108.2] ἔστι γὰρ δὴ αὐτόθι Ἑλληνικῶν θεῶν ἱρὰ Ἑλληνικῶς κατεσκευασμένα ἀγάλμασί τε καὶ βωμοῖσι καὶ νηοῖσι ξυλίνοισι, καὶ τῷ Διονύσῳ τριετηρίδας ἀνάγουσι καὶ βακχεύουσι. εἰσὶ γὰρ οἱ Γελωνοὶ τὸ ἀρχαῖον Ἕλληνες, ἐκ τῶν δὲ ἐμπορίων ἐξαναστάντες οἴκησαν ἐν τοῖσι Βουδίνοισι· καὶ γλώσσῃ τὰ μὲν Σκυθικῇ, τὰ δὲ Ἑλληνικῇ χρέωνται. [4.109.1] Βουδῖνοι δὲ οὐ τῇ αὐτῇ γλώσσῃ χρέωνται καὶ Γελωνοί, οὐδὲ δίαιτα ἡ αὐτή· οἱ μὲν γὰρ Βουδῖνοι ἐόντες αὐτόχθονες νομάδες τέ εἰσι καὶ φθειροτραγέουσι μοῦνοι τῶν ταύτῃ, Γελωνοὶ δὲ γῆς τε ἐργάται καὶ σιτοφάγοι καὶ κήπους ἐκτημένοι, οὐδὲν τὴν ἰδέην ὅμοιοι οὐδὲ τὸ χρῶμα. ὑπὸ μέντοι Ἑλλήνων καλέονται καὶ οἱ Βουδῖνοι Γελωνοί, οὐκ ὀρθῶς καλεόμενοι. [4.109.2] ἡ δὲ χώρη σφέων πᾶσά ἐστι δασέα ἴδῃσι παντοίῃσι· ἐν δὲ τῇ ἴδῃ τῇ πλείστῃ ἐστὶ λίμνη μεγάλη τε καὶ πολλὴ καὶ ἕλος καὶ κάλαμος περὶ αὐτήν. ἐν δὲ ταύτῃ ἐνύδριες ἁλίσκονται καὶ κάστορες καὶ ἄλλα θηρία τετραγωνοπρόσωπα, τῶν τὰ δέρματα παρὰ τὰς σισύρνας παραρράπτεται, καὶ οἱ ὄρχιες αὐτοῖσί εἰσι χρήσιμοι ἐς ὑστερέων ἄκεσιν. [4.110.1] Σαυροματέων δὲ πέρι ὧδε λέγεται. ὅτε Ἕλληνες Ἀμαζόσι ἐμαχέσαντο (τὰς δὲ Ἀμαζόνας καλέουσι οἱ Σκύθαι Οἰόρπατα, δύναται δὲ τὸ οὔνομα τοῦτο κατὰ Ἑλλάδα γλῶσσαν ἀνδροκτόνοι· οἰὸρ γὰρ καλέουσι ἄνδρα, τὸ δὲ πατὰ κτείνειν), τότε λόγος τοὺς Ἕλληνας νικήσαντας τῇ ἐπὶ Θερμώδοντι μάχῃ ἀποπλέειν ἄγοντας τρισὶ πλοίοισι τῶν Ἀμαζόνων ὅσας ἐδυνέατο ζωγρῆσαι, τὰς δὲ ἐν τῷ πελάγεϊ ἐπιθεμένας ἐκκόψαι τοὺς ἄνδρας. [4.110.2] πλοῖα δὲ οὐ γινώσκειν αὐτὰς οὐδὲ πηδαλίοισι χρᾶσθαι οὐδὲ ἱστίοισι οὐδὲ εἰρεσίῃ· ἀλλ᾽ ἐπεὶ ἐξέκοψαν τοὺς ἄνδρας, ἐφέροντο κατὰ κῦμα καὶ ἄνεμον· καὶ ἀπικνέονται τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Κρημνούς. οἱ δὲ Κρημνοί εἰσι γῆς τῆς Σκυθέων τῶν ἐλευθέρων. ἐνθαῦτα ἀποβᾶσαι ἀπὸ τῶν πλοίων αἱ Ἀμαζόνες ὁδοιπόρεον ἐς τὴν οἰκεομένην. ἐντυχοῦσαι δὲ πρώτῳ ἱπποφορβίῳ τοῦτο διήρπασαν καὶ ἐπὶ τούτων ἱππαζόμεναι ἐληίζοντο τὰ τῶν Σκυθέων. [4.111.1] οἱ δὲ Σκύθαι οὐκ εἶχον συμβαλέσθαι τὸ πρῆγμα· οὔτε γὰρ φωνὴν οὔτε ἐσθῆτα οὔτε τὸ ἔθνος ἐγίνωσκον, ἀλλ᾽ ἐν θώματι ἦσαν ὁκόθεν ἔλθοιεν, ἐδόκεον δ᾽ αὐτὰς εἶναι ἄνδρας τὴν πρώτην ἡλικίην ἔχοντας, μάχην τε δὴ πρὸς αὐτὰς ἐποιεῦντο. ἐκ δὲ τῆς μάχης τῶν νεκρῶν ἐκράτησαν οἱ Σκύθαι καὶ οὕτως ἔγνωσαν ἐούσας γυναῖκας. [4.111.2] βουλευομένοισι ὦν αὐτοῖσι ἔδοξε κτείνειν μὲν οὐδενὶ τρόπῳ ἔτι αὐτάς, ἑωυτῶν δὲ τοὺς νεωτάτους ἀποπέμψαι ἐς αὐτάς, πλῆθος εἰκάσαντας ὅσαι περ ἐκεῖναι ἦσαν· τούτους δὲ στρατοπεδεύεσθαι πλησίον ἐκεινέων καὶ ποιέειν τά περ ἂν καὶ ἐκεῖναι ποιέωσι· ἢν δὲ αὐτοὺς διώκωσι, μάχεσθαι μὲν μή, ὑποφεύγειν δέ· ἐπεὰν δὲ παύσωνται, ἐλθόντας αὐτοὺς πλησίον στρατοπεδεύεσθαι. ταῦτα ἐβουλεύσαντο οἱ Σκύθαι βουλόμενοι ἐξ αὐτέων παῖδας ἐκγενήσεσθαι. [4.112.1] ἀποπεμφθέντες δὲ οἱ νεηνίσκοι ἐποίευν τὰ ἐντεταλμένα. ἐπεὶ δὲ ἔμαθον αὐτοὺς αἱ Ἀμαζόνες ἐπ᾽ οὐδεμιῇ δηλήσι ἀπιγμένους, ἔων χαίρειν· προσεχώρεον δὲ πλησιαιτέρω τὸ στρατόπεδον τῷ στρατοπέδῳ ἐπ᾽ ἡμέρῃ ἑκάστῃ. εἶχον δὲ οὐδὲν οὐδ᾽ οἱ νεηνίσκοι, ὥσπερ οὐδὲ αἱ Ἀμαζόνες, εἰ μὴ τὰ ὅπλα καὶ τοὺς ἵππους· ἀλλὰ ζόην ἔζωον τὴν αὐτὴν ἐκείνῃσι, θηρεύοντές τε καὶ ληιζόμενοι. [4.113.1] ἐποίευν δὲ αἱ Ἀμαζόνες ἐς τὴν μεσαμβρίην τοιόνδε· ἐγίνοντο σποράδες κατὰ μίαν τε καὶ δύο, πρόσω δὴ ἀπ᾽ ἀλληλέων ἐς εὐμαρείην ἀποσκιδνάμεναι. μαθόντες δὲ καὶ οἱ Σκύθαι ἐποίευν τὠυτὸ τοῦτο. καί τις μουνωθεισέων τινὶ αὐτέων ἐνεχρίμπτετο, καὶ ἡ Ἀμαζὼν οὐκ ἀπωθέετο ἀλλὰ περιεῖδε χρήσασθαι. [4.113.2] καὶ φωνῆσαι μὲν οὐκ εἶχε (οὐ γὰρ συνίεσαν ἀλλήλων), τῇ δὲ χειρὶ ἔφραζε ἐς τὴν ὑστεραίην ἐλθεῖν ἐς τὠυτὸ χωρίον καὶ ἕτερον ἄγειν, σημαίνουσα δύο γενέσθαι καὶ αὐτὴ ἑτέρην ἄξειν. [4.113.3] ὁ δὲ νεηνίσκος ἐπεὶ ἀπῆλθε, ἔλεξε ταῦτα πρὸς τοὺς λοιπούς· τῇ δὲ ὑστεραίῃ ἦλθε ἐς τὸ χωρίον αὐτός τε οὗτος καὶ ἕτερον ἦγε, καὶ τὴν Ἀμαζόνα εὗρε δευτέρην αὐτὴν ὑπομένουσαν. οἱ δὲ λοιποὶ νεηνίσκοι ὡς ἐπύθοντο ταῦτα, καὶ αὐτοὶ ἐκτιλώσαντο τὰς λοιπὰς τῶν Ἀμαζόνων. [4.114.1] μετὰ δὲ συμμείξαντες τὰ στρατόπεδα οἴκεον ὁμοῦ, γυναῖκα ἔχων ἕκαστος ταύτην τῇ τὸ πρῶτον συνεμείχθη. τὴν δὲ φωνὴν τὴν μὲν τῶν γυναικῶν οἱ ἄνδρες οὐκ ἐδυνέατο μαθεῖν, τὴν δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες συνέλαβον. [4.114.2] ἐπεὶ δὲ συνῆκαν ἀλλήλων, ἔλεξαν πρὸς τὰς Ἀμαζόνας τάδε οἱ ἄνδρες· Ἡμῖν εἰσὶ μὲν τοκέες, εἰσὶ δὲ καὶ κτήσιες. νῦν ὦν μηκέτι πλεῦνα χρόνον ζόην τοιήνδε ἔχωμεν, ἀλλ᾽ ἀπελθόντες ἐς τὸ πλῆθος διαιτώμεθα· γυναῖκας δὲ ἕξομεν ὑμέας καὶ οὐδαμὰς ἄλλας. [4.114.3] αἱ δὲ πρὸς ταῦτα ἔλεξαν τάδε· Ἡμεῖς οὐκ ἂν δυναίμεθα οἰκέειν μετὰ τῶν ὑμετερέων γυναικῶν· οὐ γὰρ τὰ αὐτὰ νόμαια ἡμῖν τε κἀκείνῃσί ἐστι. ἡμεῖς μὲν τοξεύομέν τε καὶ ἀκοντίζομεν καὶ ἱππαζόμεθα, ἔργα δὲ γυναικήια οὐκ ἐμάθομεν· αἱ δὲ ὑμέτεραι γυναῖκες τούτων μὲν οὐδὲν τῶν ἡμεῖς κατελέξαμεν ποιεῦσι, ἔργα δὲ γυναικήια ἐργάζονται μένουσαι ἐν τῇσι ἁμάξῃσι, οὔτ᾽ ἐπὶ θήρην ἰοῦσαι οὔτε ἄλλῃ οὐδαμῇ. [4.114.4] οὐκ ἂν ὦν δυναίμεθα ἐκείνῃσι συμφέρεσθαι. ἀλλ᾽ εἰ βούλεσθε γυναῖκας ἔχειν ἡμέας καὶ δοκέειν εἶναι δικαιότατοι, ἐλθόντες παρὰ τοὺς τοκέας ἀπολάχετε τῶν κτημάτων τὸ μέρος, καὶ ἔπειτα ἐλθόντες οἰκέωμεν ἐπ᾽ ἡμέων αὐτῶν. [4.115.1] ἐπείθοντο καὶ ἐποίησαν ταῦτα οἱ νεηνίσκοι. ἐπείτε δὲ ἀπολαχόντες τῶν κτημάτων τὸ ἐπιβάλλον ἦλθον ὀπίσω παρὰ τὰς Ἀμαζόνας, ἔλεξαν αἱ γυναῖκες πρὸς αὐτοὺς τάδε· [4.115.2] Ἡμέας ἔχει φόβος τε καὶ δέος, ὅκως χρὴ οἰκέειν ἐν τῷδε τῷ χώρῳ, τοῦτο μὲν ὑμέας ἀποστερησάσας πατέρων, τοῦτο δὲ τὴν γῆν τὴν ὑμετέρην δηλησαμένας πολλά. [4.115.3] ἀλλ᾽ ἐπείτε ἀξιοῦτε ἡμέας γυναῖκας ἔχειν, τάδε ποιέετε ἅμα ἡμῖν· φέρετε ἐξαναστέωμεν ἐκ τῆς γῆς τῆσδε καὶ περήσαντες Τάναϊν ποταμὸν οἰκέωμεν. ἐπείθοντο καὶ ταῦτα οἱ νεηνίσκοι. [4.116.1] διαβάντες δὲ τὸν Τάναϊν ὁδοιπόρεον πρὸς ἥλιον ἀνίσχοντα τριῶν μὲν ἡμερέων ἀπὸ τοῦ Τανάϊδος ὁδόν, τριῶν δὲ ἀπὸ τῆς λίμνης τῆς Μαιήτιδος πρὸς βορέην ἄνεμον. ἀπικόμενοι δὲ ἐς τοῦτον τὸν χῶρον ἐν τῷ νῦν κατοίκηνται, οἴκησαν τοῦτον. [4.116.2] καὶ διαίτῃ ἀπὸ τούτου χρέωνται τῇ παλαιῇ τῶν Σαυροματέων αἱ γυναῖκες, καὶ ἐπὶ θήρην ἐπ᾽ ἵππων ἐκφοιτῶσαι ἅμα τοῖσι ἀνδράσι καὶ χωρὶς τῶν ἀνδρῶν, καὶ ἐς πόλεμον φοιτῶσαι καὶ στολὴν τὴν αὐτὴν τοῖσι ἀνδράσι φορέουσαι. [4.117.1] φωνῇ δὲ οἱ Σαυρομάται νομίζουσι Σκυθικῇ, σολοικίζοντες αὐτῇ ἀπὸ τοῦ ἀρχαίου, ἐπεὶ οὐ χρηστῶς ἐξέμαθον αὐτὴν αἱ Ἀμαζόνες. τὰ περὶ γάμων δὲ ὧδέ σφι διάκειται· οὐ γαμέεται παρθένος οὐδεμία πρὶν [ἂν] τῶν πολεμίων ἄνδρα ἀποκτείνῃ. αἱ δέ τινες αὐτέων καὶ τελευτῶσι γηραιαὶ πρὶν γήμασθαι, οὐ δυνάμεναι τὸν νόμον ἐκπλῆσαι.

[4.102.1] Κι οι Σκύθες, καθώς τα ᾽βαλαν κάτω κι είδαν πως μόνοι τους δεν μπορούσαν ν᾽ αποκρούσουν το στρατό του Δαρείου σε ανοιχτή μάχη, έστελναν αγγελιοφόρους στους γειτονικούς λαούς· αλλά κι εκείνων οι βασιλιάδες είχαν συγκεντρωθεί και συσκέπτονταν, καθότι μεγάλος στρατός βάδιζε προς τις χώρες τους. [4.102.2] Κι οι βασιλιάδες που συγκεντρώθηκαν ήταν των Ταύρων και των Αγαθύρσων και των Ανδροφάγων και των Μελαγχλαίνων και των Γελωνών και των Βουδίνων και των Σαυροματών.
[4.103.1] Απ᾽ αυτούς, οι Ταύροι κρατούν τις εξής συνήθειες· θυσιάζουν στην Παρθένο θεά τούς ναυαγούς κι όσους Έλληνες φέρει το κύμα στη στεριά τους, μ᾽ έναν τέτοιο τρόπο: κάνουν τις αρχικές ιεροπραξίες κι ύστερα τους χτυπούν με ρόπαλο στο κεφάλι. [4.103.2] Κι άλλοι λένε πως το σώμα το ρίχνουν κάτω, στο γκρεμό (γιατί ο ναός είναι χτισμένος πάνω σε γκρεμό), και το κεφάλι το μπήγουν σε πάσσαλο, κι άλλοι πάλι για το κεφάλι λένε τα ίδια, αλλά για το σώμα, πως δεν το ρίχνουν κάτω, στο γκρεμό, αλλά το θάβουν στη γη. Και η θεότητα αυτή, που στη χάρη της τους θυσιάζουν, οι Ταύροι οι ίδιοι τους λένε πως είναι η Ιφιγένεια, η κόρη του Αγαμέμνονα. [4.103.3] Και τους εχθρούς, όσους πιάσουν αιχμάλωτους, νά τί τους κάνουν: κόβουν το κεφάλι και το φέρνουν στο σπίτι τους κι έπειτα το καρφώνουν σε μεγάλο πάσσαλο, που τον στήνουν όρθιο ψηλά πάνω από το σπίτι, έτσι που να ξεπερνά πολύ τη στέγη του, συνήθως πιο ψηλά από την καπνοδόχο· λένε πως τα κεφάλια αυτά τα κρεμάνε ψηλά, φρουρούς όλου του σπιτιού· και ζουν από τα λάφυρα κι από τον πόλεμο.
[4.104.1] Οι Αγάθυρσοι τώρα πάνω απ᾽ όλα έχουν την καλοπέραση και στολίζονται με χρυσαφικά όσο κανένας άλλος· με τις γυναίκες σμίγουν σαν όλες να είναι ολωνών, για να νιώθει ο ένας σαν αδερφός του άλλου, κι αυτή τους η συγγένεια να διώχνει το φθόνο και την έχθρα απ᾽ ανάμεσά τους· όσο για τ᾽ άλλα έθιμά τους, τα πήραν από τους Θράκες.
[4.105.1] Κι οι Νευροί κρατούν τα έθιμα των Σκυθών· αυτούς, μια γενιά πριν από την εκστρατεία του Δαρείου, τους βρήκε κακό, ν᾽ αναγκαστούν απ᾽ τα φίδια ν᾽ αφήσουν τη χώρα τους και να φύγουν. Γιατί η γη τους έβγαζε φίδια με το σωρό, όμως τα περισσότερα έπεσαν απάνω τους απ᾽ το βοριά, από την έρημο, τόσο που, στενεμένοι, πήγαν και κατοίκησαν μαζί με τους Βουδίνους, αφήνοντας έρημη τη χώρα τους. [4.105.2] Μάλιστα δεν αποκλείεται οι άνθρωποι αυτοί να είναι μάγοι. Γιατί, καταπώς λένε οι Σκύθες και οι Έλληνες που ζουν στη Σκυθία, καθένας από τους Νευρούς μια φορά κάθε χρόνο για λίγες μέρες γίνεται λύκος κι ύστερα αμέσως ξαναπαίρνει την πρώτη του μορφή. Βέβαια, λέγοντας αυτά εμένα δε με πείθουν, όμως δε σταματούν να τα λένε, μάλιστα και όρκο παίρνουν λέγοντάς τα.
[4.106.1] Οι Ανδροφάγοι πάλι έχουν τα πιο άγρια συνήθεια απ᾽ όλους τους λαούς· ούτε το δίκιο λογαριάζουν ούτε σέβονται κανένα νόμο· κι είναι νομάδες, η φορεσιά τους είναι παρόμοια με τη σκυθική· μιλάνε δική τους γλώσσα, κι απ᾽ όλους αυτούς τους λαούς μονάχα αυτοί είναι ανθρωποφάγοι.
[4.107.1] Κι οι Μελάγχλαινοι, όλοι τους φορούν μαύρα ρούχα, κι απ᾽ αυτά πήραν τ᾽ όνομά τους, και κρατούν τα ίδια έθιμα με τους Σκύθες.
[4.108.1] Κι οι Βουδίνοι είναι λαός μεγάλος και πολυάριθμος, με βαθυγάλαζα μάτια, κοκκινοτρίχηδες. Κι έχει χτιστεί στη χώρα τους πόλη ξύλινη, που τ᾽ όνομά της είναι Γελωνός· η κάθε πλευρά του τείχους της έχει μάκρος τριάντα σταδίους, το ύψος του είναι μεγάλο, κι ολόκληρο είναι από ξύλο, και τα σπίτια τους είναι ξύλινα, και τα λατρευτικά τους χτίσματα· [4.108.2] γιατί σ᾽ αυτή την πόλη υπάρχουν λατρευτικά χτίσματα που, καταπώς στην Ελλάδα, έχουν αγάλματα και βωμούς και ναούς, όλα από ξύλο, και κάθε τρία χρόνια τελούν Διονύσια και είναι μυημένοι στα βακχικά μυστήρια. Γιατί οι Γελωνοί από καταγωγή είναι Έλληνες, που ξεσηκώθηκαν απ᾽ τα εμπορικά κέντρα κι εγκαταστάθηκαν στη χώρα των Βουδίνων, κι η γλώσσα που μιλούν είναι ανάμεικτη, σκυθοελληνική.
[4.109.1] Αυτή τη γλώσσα λοιπόν των Γελωνών δεν τη μιλούν οι Βουδίνοι, ούτε Γελωνοί και Βουδίνοι ζουν με τον ίδιο τρόπο· γιατί οι Βουδίνοι, καθότι ντόπιοι, είναι νομάδες κι οι μόνοι στην περιοχή αυτή που τρων κουκουνάρια από πεύκο, ενώ οι Γελωνοί δουλεύουν τη γη και τρων ψωμί σιταρένιο κι έχουν κήπους, και δε μοιάζουν καθόλου με τους Βουδίνους στην όψη και στο χρώμα. Βέβαια οι Έλληνες και τους Βουδίνους τούς λένε Γελωνούς, αυτό όμως είναι λάθος. [4.109.2] Κι η χώρα τους έχει από τη μια άκρη ώς την άλλη πυκνά δάση με κάθε λογής δέντρα για ξυλεία· μες στο πιο μεγάλο δάσος βρίσκεται λίμνη μεγάλη και βαθιά με γύρω γύρω βάλτους και καλαμιώνες· στα νερά της πιάνουν βίδρες και κάστορες κι άλλα άγρια ζώα με τετράγωνο πρόσωπο, που τα δέρματά τους τα παίρνουν και τα ράβουν πάνω στις κάπες τους, ενώ τ᾽ αμελέτητά τους τα χρησιμοποιούν για τις αρρώστιες της μήτρας.
[4.110.1] Κι όσο για τους Σαυρομάτες, διηγούνται αυτή την ιστορία: όταν οι Έλληνες έκαναν πόλεμο με τις Αμαζόνες (και τις Αμαζόνες οι Σκύθες τις λένε Οιόρπατα, που στην ελληνική γλώσσα σημαίνει τον ανδροκτόνο· γιατί οιόρ λένε τον άντρα, και το πατά σημαίνει σκοτώνω), τότε έχουν να λένε πως οι Έλληνες τις νίκησαν σε μάχη στο Θερμώδοντα ποταμό και γύριζαν με τα καράβια τους φέρνοντας μαζί τους σε τρία καράβια όσες Αμαζόνες μπόρεσαν να πιάσουν ζωντανές. Όμως αυτές στ᾽ ανοιχτά της θάλασσας όρμησαν πάνω στους άντρες και τους έσφαξαν, [4.110.2] αλλά δεν είχαν ιδέα από καράβια ούτε πώς κουμαντάρουν το τιμόνι ούτε τα πανιά ούτε τα κουπιά· κι έτσι, αφού κατάσφαξαν τους άντρες, αρμένιζαν όπου τους πήγαινε το κύμα κι ο άνεμος, και φτάνουν στη Μαιήτιδα λίμνη, στους Κρημνούς· αυτοί οι Κρημνοί βρίσκονται στη χώρα των ελευθέρων Σκυθών. Εκεί οι Αμαζόνες αποβιβάστηκαν στη στεριά και πήραν να πορεύονται για κατοικημένους τόπους. Της πρώτης αγέλης αλόγων που συνάντησαν να βόσκει άρπαξαν τ᾽ άλογα και καβάλα πάνω σ᾽ αυτά διαγούμιζαν τη χώρα των Σκυθών.
[4.111.1] Κι οι Σκύθες δεν μπορούσαν να καταλάβουν τί συμβαίνει. Γιατί δε γνώριζαν ούτε τη γλώσσα ούτε τη φορεσιά ούτε τη φυλή τους, αλλά απορούσαν, από πού να ήρθαν, και νόμιζαν πως είναι άντρες της ίδιας ηλικίας όλοι, νέοι, και τέλος έδωσαν μάχη μ᾽ αυτές. Κι όταν τελείωσε η μάχη, τα πτώματα έμειναν στα χέρια των νικητών, των Σκυθών, κι έτσι έμαθαν πως ήταν γυναίκες. [4.111.2] Έκαναν λοιπόν σύσκεψη κι αποφάσισαν να μην τις σκοτώνουν πια, ό,τι κι αν γίνει, αλλά να στείλουν κοντά τους τούς νεότερους απ᾽ το στρατό τους, τόσους, όσες σύμφωνα με τους υπολογισμούς τους υπόθεσαν ότι είναι εκείνες· και να στρατοπεδεύσουν κοντά σ᾽ εκείνες και να κάνουν κι αυτοί ό,τι θα ᾽καναν κι εκείνες, κι αν τους επιτεθούν αυτές, να μη δώσουν μάχη, αλλά ν᾽ αποτραβιούνται, κι όταν σταματήσουν αυτές την καταδίωξη, να πάνε κοντά τους και να στρατοπεδεύσουν. Ο λόγος που πήραν αυτές τις αποφάσεις οι Σκύθες ήταν που ήθελαν ν᾽ αποχτήσουν παιδιά απ᾽ αυτές.
[4.112.1] Έστειλαν λοιπόν τους νεαρούς κι αυτοί εκτελούσαν τις εντολές που πήραν. Κι οι Αμαζόνες κατάλαβαν πως δεν ήρθαν για να τις κάνουν κανένα κακό και τους άφηναν στην ησυχία τους· και κάθε μέρα που περνούσε το ένα στρατόπεδο σίμωνε στο άλλο. Κι οι νεαροί, όπως άλλωστε κι οι Αμαζόνες, δεν είχαν μαζί τους τίποτε άλλο παρά μονάχα τα όπλα και τ᾽ άλογά τους, και ζούσαν την ίδια ζωή μ᾽ εκείνες, από κυνήγι και διαγούμισμα.
[4.113.1] Λοιπόν οι Αμαζόνες το μεσημέρι έκαναν κάτι τέτοιο· διασκορπίζονταν κι η καθεμιά τους χωριστά ή δυο δυο απομακρύνονταν από τις άλλες, για να ξαλαφρώσουν με την άνεσή τους. Βλέποντας αυτό οι Σκύθες, έκαναν κι αυτοί το ίδιο. Κι ένας τους πέτυχε μια τους ξεμοναχιασμένη κι άρχισε να της βάζει χέρι, κι η Αμαζόνα δεν τον έκανε πέρα, αλλά τον άφησε να κάνει τη δουλειά του. [4.113.2] Να του μιλήσει βέβαια δεν μπορούσε (γιατί ο ένας δεν καταλάβαινε τη γλώσσα του άλλου), όμως του έλεγε με χειρονομίες να ᾽ρθει την άλλη μέρα στο ίδιο μέρος και να φέρει μαζί τους κι άλλον ένα, εννοώντας να γίνουν δυο οι νεαροί, κι αυτή θα φέρει κι άλλη μια. [4.113.3] Κι ο νεαρός, όταν γύρισε πίσω, διηγήθηκε αυτά στους υπόλοιπους, και την άλλη μέρα ήρθε στο γνωστό μέρος κι ετούτος που λέμε κι έφερε κι έναν άλλο, και βρήκε την Αμαζόνα να τον περιμένει μαζί με μια άλλη. Κι όταν τα ᾽μαθαν αυτά οι υπόλοιποι νεαροί, με τη σειρά τους κορφολόγησαν τις υπόλοιπες Αμαζόνες.
[4.114.1] Κατόπι έκαναν τα στρατόπεδά τους ένα και ζούσαν μαζί κι ο καθένας είχε γυναίκα εκείνη με την οποία έσμιξε την πρώτη φορά. Τώρα, τη γλώσσα των γυναικών οι άντρες δεν μπορούσαν να τη μάθουν, όμως οι γυναίκες κατάλαβαν τη γλώσσα των αντρών. [4.114.2] Κι όταν έφτασαν να συνεννοούνται, οι άντρες είπαν στις Αμαζόνες τα εξής: «Εμείς έχουμε γονείς, έχουμε και χτήματα. Λοιπόν, ας σταματήσουμε να ζούμε μια τέτοια ζωή κι ας πάμε στον κόσμο τον πολύ και να ζούμε εκεί· γυναίκες μας θα έχουμε εσάς, καμιά άλλη!» [4.114.3] Κι εκείνες αποκρίθηκαν: «Εμάς μας είναι αδύνατο να ζήσουμε μαζί με τις γυναίκες του τόπου σας· γιατί άλλες οι δικές τους συνήθειες, άλλες οι δικές μας. Εμείς έχουμε να κάνουμε με τόξα και ακόντια και ιππασία, και δεν ξέρουμε από γυναίκειες δουλειές, ενώ οι γυναίκες του τόπου σας δεν κάνουν τίποτ᾽ απ᾽ αυτά που αραδιάσαμε, αλλά καταγίνονται με γυναίκειες δουλειές και κάθονται στις άμαξές σας — ούτε στο κυνήγι πάνε ούτε πουθενά αλλού. [4.114.4] Θα μας ήταν λοιπόν αδύνατο να ζήσουμε μονοιασμένες μαζί μ᾽ εκείνες. Αλλά, αν θέλετε να μας έχετε γυναίκες σας και να σας έχει ο κόσμος για τους πιο δίκαιους ανθρώπους, πηγαίνετε να βρείτε τους γονείς σας, πάρτε με κλήρο ό,τι σας πέφτει από τα χτήματα κι ύστερα ελάτε να ζήσουμε χωριστά από τους άλλους».
[4.115.1] Οι νεαροί τις άκουσαν κι έκαναν ό,τι τους είπαν. Πήραν με κλήρο ό,τι τους έπεφτε από τα χτήματα και γύρισαν στις Αμαζόνες. Κι οι γυναίκες τούς είπαν τα εξής: [4.115.2] «Μας κυρίεψε φόβος και τρόμος· μπορούμε να ζήσουμε σ᾽ αυτό τον τόπο, την ώρα που από τη μια σας ξεκόψαμε από τους πατεράδες σας κι από την άλλη ρημάξαμε για τα καλά τη γη σας; [4.115.3] Αλλά μια και θέλετε να μας έχετε γυναίκες, νά τί να κάνετε μαζί μας: ελάτε, να σηκωθούμε και να φύγουμε απ᾽ αυτή τη χώρα, να διαβούμε τον ποταμό Τάναη και να ζούμε εκεί».
[4.116.1] Οι νεαροί τις άκουσαν και σ᾽ αυτά. Διάβηκαν τον Τάναη και πορεύονταν σε τόπο που θέλει πορεία τριών ημερών από τον Τάναη προς την ανατολή του ήλιου και τριών από τη λίμνη Μαιήτιδα προς τον άνεμο του βοριά. Έφτασαν σε τούτη την περιοχή, όπου είναι εγκατεστημένοι σήμερα, και την έκαναν πατρίδα τους. [4.116.2] Κι οι γυναίκες των Σαυροματών πήραν και ζουν από τότε σαν τις Αμαζόνες του παλιού καιρού, και βγαίνουν συχνά από το σπίτι τους για κυνήγι καβάλα σ᾽ άλογα μαζί με τους άντρες τους, αλλά και χωρίς τους άντρες τους, και πηγαίνουν στον πόλεμο φορώντας τα ίδια ρούχα με τους άντρες τους.
[4.117.1] Κι όσο για τη γλώσσα που μιλούν οι Σαυρομάτες, είναι τα σκυθικά, κάνουν όμως πολλά λάθη μιλώντας τα — κι η αιτία είναι παλιά: δεν τα έμαθαν καλά οι Αμαζόνες. Κι όσο για το γάμο, νά πώς τα κανόνισαν· καμιά κοπέλα δεν παντρεύεται προτού σκοτώσει εχθρό στρατιώτη. Μάλιστα μερικές απ᾽ αυτές και πεθαίνουν γερασμένες, πριν να παντρευτούν, γιατί δεν μπόρεσαν να εκπληρώσουν αυτό τον όρο.